← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§152.3-153.3

工具及其运用的探索与思虑的终点

注疏亚里士多德《尼各马可伦理学》第3卷(1112b22–1112b31),阐明思虑虽是一种探索,但只指向手段工具及其运用;若涉及当下的可感之物则会导致无穷后退,因而当实践理智找到取决于我们自身的始原时探索便告终止,并以古代王者与公民大会的赞同为喻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12

" Ἡ δὲ βούλευσις πᾶσα ζήτησις." Ζητήσεις γὰρ γίνονται καὶ περὶ τούτων ὧν ἡμεῖς οὐκ ἐσμεν ἀρχὴ οὐδ’ ἔστι πρακτά, οἷον περὶ μαθηματικῶν καὶ φυσικῶν θεωρημάτων, ἐν οἷς οὐκ ἔστι βουλή. τὰ γὰρ διὰ τῶν φίλων δι’ ἡμῶν πως ἐστίν. ἡ γὰρ τῶν φίλων ἀρχὴ καὶ αἰτία τοῦ γενέσθαι ἐν ἡμῖν ἐστι, διότι ἡμῶν ἀξιωσάντων γίνεται, μὴ ἀξιωσάντων δὲ οὐ γίνεται, ἐπεὶ ἐφ’ ἡμῖν ἡ τούτων κίνησις. ζητεῖται δ’ ὁτὲ μὲν τὰ ὄργανα. ποτὲ μὲν τὰ ὄργανα ζητοῦμεν, οἷον ὁ ἰατρὸς πότερον διὰ φαρμάκου ἢ διὰ τομῆς δεῖ ἀνοῖξαι τὸ ἀπόστημα, ἔχων προκείμενον τὸ δεῖξαι πάντως τὸ διὰ τίνος ὀργάνου χρὴ τοῦτο ποιῆσαι,1 ζητεῖ καὶ βουλεύεται, ὅταν δὲ τὸ ὄργανον ᾖ ὡρισμένον, ζητεῖται ἡ χρῆσις αὐτοῦ, εἰ διὰ σμίλης ἡ τομὴ καὶ ἐπὶ πόσον τέμνοντα προϊέναι δεῖ. καὶ ἐπὶ φαρμάκου ὡσαύτως, καὶ ποῖον καὶ πόσον δοτέον καὶ πότε καὶ πῶς ἔχοντι καὶ διὰ τίνος τρόπου.

“而一切思虑皆是探索。” 因为对于那些我们既非其始原、又不可践行之物,也会产生探索,例如关于数学和自然学的定理,在其中并没有思虑。因为通过朋友所做之事,在某种意义上就是通过我们自身。因为朋友产生行动的始原与原因是在我们之中,这是由于在我们提出请求时便产生,而不请求时便不产生,既然他们的行动是取决于我们的。有时探索的是工具。有时我们探索工具,例如医生无论如何把指明应当通过何种工具做此事作为设定课题,因而探索并思虑究竟应当通过药物还是通过切开来打开脓肿;而当工具已被限定时,便探索它的使用,若切开是通过手术刀,应当切入多深。在药物的例子上也同样,应当给予何种药物、多少剂量、何时给予、给予处于何种状况的人以及通过何种方式。

§3.13

"Ἔοικε δή, καθάπερ εἴρηται, ἄνθρωπος εἶναι ἀρχὴ τῶν πράξεων." Εἶπε γὰρ ἀνωτέρω μικρὸν ἐν τῇ ἐκθέσει τῶν αἰτίων διὰ τί γίνεταί τι, ὅτι καὶ νοῦς καὶ πᾶν τὸ δι’ ἀνθρώπου γινόμενον ἀρχὴ καὶ αἴτιον τῶν πράξεων. οἷον εἰ ἄρτος τοῦτο. διὰ τί; διότι περὶ τούτων ἐστὶν ἡ βουλὴ ἃ μήπω ἐστὶ γνώριμα. τὰ δὲ αἰσθητὰ τῇ αἰσθήσει γνώριμα ἢ κρίνεται. εἰ δὲ ἀεὶ βουλεύσεται, εἰς ἄπειρον ἥξει. εἰ γὰρ μηδὲν εἴη αὐτόθεν γνώριμον, ἀλλ’ ἀεὶ πᾶν τὸ λαμβανόμενον δι’ ἄλλου τινὸς τὴν πίστιν λαμβάνει καὶ εἰ μηδὲν ἐξ ἑαυτοῦ γνωστὸν εἴη, εἰς ἄπειρον ἂν ἡ βουλὴ προίοι. ἀεὶ ἄλλο δι’ ἄλλου πιστούμενον καὶ ὁρισθὲν πράσσεσθαι προσῆκον ἦν ἡμῖν. εἴρηται δὲ αὐτῷ περὶ τούτων ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς. παύεται γὰρ ἕκαστος ζητῶν πῶς πράξει. ὅτι ἀφωρισμένον ἤδη τὸ προαιρετόν ἐστιν, ὃ καὶ προκέκριται, καὶ ἐν προαιρέσει ἤδη τὸ προκεκρίσθαι διὰ τῆς βουλῆς ἐστιν, ἔδειξε διὰ τοῦ παύεσθαι ἡμᾶς τῆς κατὰ βουλὴν ζητήσεως. ἐπὰν γὰρ προελώμεθά τι, πῶς καὶ τίνα χρὴ πράττειν ζητοῦντες, τότε ὅταν εὕρωμεν ἀρχήν τινα, ἀφ’ ἧς γένοιτ’ ἂν τὸ προκείμενον ἧς αὐτοί ἐσμεν κύριοι2 καὶ ἡμῶν τὸ ἡγούμενον (τοῦτο δέ ἐστιν ὁ πρακτικὸς νοῦς), παυόμεθα. οἱ γὰρ βασιλεῖς ἃ προέλοιντο ἀνήγγελλον τῷ δήμῳ. οὗτοι γὰρ ἐν τοῖς οὕτως ἀρχομένοις ἡγούμενοί εἰσιν, ὡς καὶ ἡμῶν ὁ νοῦς, ὅς ἐστι τῶν ἐν ἡμῖν τιμιώτερος. ὡς δ’ ὁ δῆμος τοῖς κριθεῖσιν ἐπιψηφίζεται, οὕτως ἐνταῦθα ἡ ὄρεξις ἐπιψηφίζεται τῷ νῷ καὶ συνεξορμᾷ ἐπὶ τὴν πρᾶξιν.

“因此正如所说,人似乎是诸行动的始原。” 因为他在不久前对某事为何发生的原因的阐述中曾说过,理智以及凡是通过人发生的事物,都是诸行动的始原与原因。例如这是否是面包。为什么?因为思虑是关于那些尚未被知晓之事。但可感之物是凭感觉被知晓或被判定的。但如果一个人总是思虑,他就会陷入无限。因为若是没有任何事物是直接自明的,而是所采纳的每一项都总是通过其他某物获得确信,且没有任何事物因其自身而是可知的话,思虑就会走向无限。总会有另一事物通过另一事物得到确证,并被规定为理应由我们施行。关于这些事情,他已在《后分析篇》中论及。因为每个人都会停止探索自己将如何行动。他通过我们停止按照思虑的探索这一事实,表明了可选择之物已然是被确定的,这也就是已被预先选定之物,并且通过思虑被预先选定之事已然处于选择之中。因为当我们探究应当如何施行以及施行何事而做出某种选择时,在那个时候,当我们找到某种设定之事可以由此产生、且我们自身以及我们的主导部分(而这就是实践理智)拥有支配权的始原时,我们便停下来。因为国王们会把自己所选择的事情通报给人民。因为他们是在此种被统治者之中的主导者,正如我们的理智——它在我们之中的诸要素里更为尊贵——也是如此。而正如人民对已裁决之事投票赞同,在这里欲望也对理智投票赞同,并一同奔赴行动。

语法注2 条
  1. 3.12ἔχων προκείμενον τὸ δεῖξαι πάντως τὸ διὰ τίνος ὀργάνου χρὴ τοῦτο ποιῆσαι

    分词 ἔχων 以带定冠词的不定式短语 τὸ δεῖξαι(指出)为宾语,以 προκείμενον(作为设定的课题)为宾语补足语,而该不定式又以带冠词的间接疑问从句 τὸ διὰ τίνος ὀργάνου... 作为其嵌套宾语。

  2. 3.13ἀφ’ ἧς γένοιτ’ ἂν τὸ προκείμενον ἧς αὐτοί ἐσμεν κύριοι

    先行词 ἀρχήν(始原)受到两个无连接词并列的关系分句修饰:一是介词短语分句 ἀφ’ ἧς γένοιτ’ ἂν τὸ προκείμενον(设定之事可由之产生),二是形容词 κύριοι 所要求的属格关系代词分句 ἧς(我们自身对其拥有支配权)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:152.3-153.3