- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:150.24-152.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯阐释了亚里士多德关于思虑针对多半发生且结果未定之事物的界定,详细讨论了目的与手段的关系,以及思虑类似于几何学中分析(由结论回溯至始原)的结构。
" Ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, ἀδήλοις δὲ πῶς ἀποβήσεται." Τὸ βουλεύεσθαι δὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, ἀδήλοις δὲ καὶ πῶς ἀποβήσεται καὶ ἐν οἷς ἀδιόριστόν φησι. δείξας γὰρ ἐπὶ τῶν τεχνῶν μὴ οὖσαν ἐν τοῖς ὡρισμένοις τὴν βουλήν, εἰκότως τίθεται τὸ βουλεύεσθαι εἶναι 〈ἐν τοῖς〉 ἐνδεχομένοις καὶ ἄλλως καὶ τούτοις ὡς ἐπὶ τὸ πολύ. οὐ γὰρ δὴ περὶ τῶν ἐπ’ ἔλαττον ἐχόντων 〈ἐξ ἀνάγκης〉 ἡμῖν ἀπαντῆσαι περὶ τούτων οὐ βουλευόμεθα1 ὁποῖα τὰ ἐπὶ τύχης. οἷς γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἀκολουθεῖ τι, οὐκ ἐξ ἀνάγκης δέ, περὶ τούτων ἡ βουλή. οὐ γὰρ ὁ ἰατρὸς περὶ τοῦ πλειστάκις μὲν βλάψαντος, ἀπὸ τύχης δὲ ὠφελήσαντός τινα βουλεύεται εἰ χρὴ προσφέρειν αὐτὸ τῷ ἀρρώστῳ, ἀλλὰ τῶν ὠφελεῖν πεφυκότων τοὺς οὕτως ἔχοντας, περὶ τούτων βουλεύεται, εἰ καὶ τούτῳ οὕτως ἔχοντι προσοιστέον αὐτό, ἐπεὶ ἔστιν οὕς ποτε προσενεχθὲν ἔβλαψεν. ὁμοίως καὶ κυβερνήτης καὶ ῥήτωρ. ἕκαστος γὰρ τέλος τι προθέμενος, ὁ μὲν ἰατρὸς ὑγείαν, ὁ δ’ ἔμπορος κέρδος, ὁ 〈δὲ〉 ῥήτωρ πεῖσαι, ἄλλος 〈δὲ〉 στέφανον ἢ νίκην ἤ τι τοιοῦτον, βουλεύεται περὶ τούτων δι’ ὧν αὐτῷ ἂν τὸ τέλος τὸ προκείμενον περιγένοιτο. βουλητὸν μὲν γάρ ἐστι τὸ τέλος, ὡς εἶπε, βουλευτὸν δὲ τὸ πρὸς τὸ τέλος καὶ τοῦ τέλους ποιητικόν. πᾶν γὰρ τὸ περὶ οὗ ἡ βουλὴ πρός τι τέλος ἔχει τὴν ἀναφοράν. περὶ τῶν μεγάλων δὲ βουλευόμενοι, μείζονας συμβούλους παραλαμβάνομεν. κίνδυνος μὲν γὰρ μέγας ἀποτυγχάνουσι διὰ τὸ ἄδηλον τοῦ ἀποβησομένου, καὶ ὡς ἐφ’ ἡμῖν ὂν τὸ πρᾶξαι τὸ ὑπὸ τῆς βουλῆς προκριθέν. σφαλερὸν δὲ τὸ μὴ καλῶς βουλευομένους προκρῖναί τι, καὶ διὰ πλειόνων μὲν φαινομένου γίνεσθαι, οἷον εἰ στρατεύειν κατά τινων πρόκειται, καὶ τοῦτο πλῷ καὶ πεζῇ δυνάμει ἔξεστι ποιεῖν, διὰ τίνος τούτων ἔσται τὸ προκείμενον ῥᾷστα κατανῦσαι. Ὃ ἐν τῇ εὑρέσει ἔσχατόν ἐστιν·2 οἷον φέρε οἶκον βουλευόμεθα οἰκοδομῆσαι· τέλος μὲν ἡ οἰκία, οὐχ οἷόν τε δὲ ταύτην οἰκοδομῆσαι ἄνευ οἰκοδόμου καὶ λίθων καὶ πλίνθων καὶ ξύλων, τούτων δὲ οὐχ οἷόν τε εὐπορῆσαι μὴ πρῶτον κτησάμενον αὐτά. ἀλλὰ μὴν τούτων ἡ κτῆσις πριαμένοις ἡμῖν περιγίνεται, ἀργυρίου δὲ τὸ πρίασθαι· δεῖ ἄρα ἀργύριον πορίζειν. ὁ πορισμὸς δὴ τοῦ ἀργυρίου ὕστερον εὑρέθη, αἴτιον 〈δὲ〉 καὶ ἀρχὴ γίνεται τῆς ποιήσεως τῆς οἰκίας. δείξας δὲ ὅτι τὸ βουλεύεσθαι ἀπὸ τοῦ τέλους ἐστὶν οὗ τυχεῖν βουλόμεθα, ἄνοδος ἐπὶ τὴν ἀρχὴν ὅθεν ἀρχόμεθα τοῦ πράσσειν ταῦτα, δι’ ὧν ἡγούμεθα τεύξεσθαι τοῦ προκειμένου, ζητήσει φησὶ καὶ ἀναλύσει τῇ ἐπὶ τῶν διαγραμμάτων ἐοικέναι τὸ βουλεύεσθαι. τοῦτο δὲ εἶπεν, ἐπεὶ οἱ γεωμέτραι τὸν τρόπον τοῦτον τὴν ἀνάλυσιν ἐπὶ τῶν διαγραμμάτων ποιοῦνται. λαβόντες γὰρ τὸ συμπέρασμα τῆς δείξεως, πρῶτον μὲν τὰ προσεχῆ τούτων δι’ ὧν ἐδείχθη τοῦτο λαμβάνουσιν, εἶτα πάλιν τὰ τούτοις δι’ ὧν ταῦτα, καὶ οὕτως ἀεὶ ποιοῦντες καὶ λαμβάνοντες τὰ τῶν δεικτικῶν δεικτικὰ ἀνίασιν ἐπὶ τὴν ἀρχήν, ἀφ’ ἧς πάλιν ἡ σύνθεσις αὐτοῖς διὰ τῶν κατ’ ἀνάλυσιν εἰλημμένων θεωρημάτων γίνεται. ἐπὶ μὲν οὖν τῶν διαγραμμάτων τοῦτο ἀνάλυσις, ἡ ἀπὸ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν ἄνοδος (τέλος γὰρ ἐν αὐτοῖς μόνον, ἀλλ’ οὐ καὶ ἀρχὴ τὸ συμπέρασμα), ἐπὶ δὲ τῶν πράξεων ἄλλη τῆς πράξεως ἀρχὴ καὶ ἄλλη τῆς θεωρίας, οἷον ὡς ἐφ’ οὗ παρεθέμεθα, ἀρχὴ μὲν τῆς πράξεως τὸ ἀργύριον, τῆς θεωρίας δὲ ὁ οἰκοδόμος. καὶ καλῶς ἐπὶ τῶν μὲν ἔργων τὸ προκείμενον λόγῳ κατορθούμενον, τῶν δὲ γνῶσις ἐπὶ γνῶσιν κρείττονα τὴν προκοπὴν ἔχουσα.3
“在多半发生、但如何结果尚不明确的事物中。” 他说,进行思虑是在多半发生、且如何结果尚不明确、并在其中具有未定性之物中。因为在技艺的例子中表明了思虑并非在已被限定之事中之后,他合乎情理地提出,进行思虑是在〈那些〉容许有其他情况的事物中,且是在其中多半发生的事物中。因为对于那些极少发生的事物,即像那些凭机运发生的事物,既然它们并非必然与我们相遇,我们绝不对这些事物进行思虑。因为思虑乃是关于那些在大多数情况下有某事随之而来、但并非必然如此的事物。因为医生并不就那大多数时候有害、但凭机运使某人得益之物,思虑是否应当将其施用于病人;而是关于那些本性上适于使处于这种状况的人得益之物,思虑是否也应当将其施用于这个处于这种状况的人,因为有些人在被施用时曾受到损害。舵手和修辞学家也是类似的情况。因为每个人确立了某个目的之后——医生确立健康,商人确立利润,修辞学家确立说服,另一个人确立冠冕或胜利或诸如此类之物——便关于那些通过它们摆在面前的目的可以为自己实现的事情进行思虑。因为正如他所说,目的是意愿的对象,而受到思虑的则是朝向目的之物,亦即目的的产生者。因为思虑所关涉的每一事物,都对某个目的具有指涉。而当我们关于重大事项进行思虑时,我们便请来更重要的谋士。因为对于失败者而言,由于将要产生的结果之不明确性,且由于实行经由思虑所选定之事取决于我们,危险是巨大的。而不善于思虑者选定某事是危险的;并且当事情显现为可以通过多种途径发生时——例如若是计划对某些人进军,而这件事既可以通过水路也可以通过步兵力量来进行——[人们便思虑]通过其中的哪一种将最容易完成所计划的事情。在发现中处于最后的[在施行中处于最先];例如假定我们思虑建造一座房屋:房屋是目的,但没有建筑工匠以及石料、砖块和木材就不可能建造它,而若不首先获得这些东西,就不可能充裕地拥有它们。然而这些东西的获得对我们而言是通过购买而实现的,而购买取决于银钱;因此必须筹备银钱。于是银钱的筹备在最后被发现,〈但〉它成了房屋制作的原因和始原。而他在表明了进行思虑是从我们意愿达到的目的向始原的上升、亦即向我们由此开始实行我们认为能够借以达到所设目的之事的始原的上升之后,他说进行思虑类似于在几何图形上的探索与分析。他之所以说这个,是因为几何学家们在几何图形上正是以此种方式进行分析的。因为他们取了论证的结论之后,首先取了借以论证此结论的邻近前提,然后再次取与这些邻近的、借以论证这些前提的前提,如此一贯地进行并取论证之物的论证前提,上升到始原,从这始原出发,他们又通过经由分析所取得的诸定理产生综合。因此,在几何图形上,这种从目的向始原的上升就是分析(因为在它们之中结论仅仅是目的,而不是始原);但在诸行动上,行动的始原与考察的始原是不同的;例如在被我们引用的例子中,行动的始原是银钱,而考察的始原是建筑工匠。并且合理的是,在诸桩事工上,所设定的事情是通过理性得以成就的,而在另一类上,认识则向着更高的认识拥有推进。
- 3.11οὐ γὰρ δὴ περὶ τῶν ἐπ’ ἔλαττον ἐχόντων 〈ἐξ ἀνάγκης〉 ἡμῖν ἀπαντῆσαι περὶ τούτων οὐ βουλευόμεθα
句首的否定词 οὐ 与紧接动词前的否定词 οὐ 相应。此处并非构成表示肯定的双重否定(“并非不思虑”),而是伴随介词短语 περὶ τούτων 的复述而出现的否定词的重复与强调(“关于这些绝不思虑”)。
- 3.11Ὃ ἐν τῇ εὑρέσει ἔσχατόν ἐστιν
以关系代词 ὅ 开头的名词性小句或省略句,化用了亚里士多德关于“在发现中居于最后的在生成/执行中居于最先”的格言式表述。结合后文筹集银钱虽最后被发现却是制作的起点的例子,补充其省略的谓语部分以使语义完整。
- 3.11καὶ καλῶς ἐπὶ τῶν μὲν ἔργων τὸ προκείμενον λόγῳ κατορθούμενον, τῶν δὲ γνῶσις ἐπὶ γνῶσιν κρείττονα τὴν προκοπὴν ἔχουσα
在 καλῶς 后省略了无人称动词(如 λέγεται 或 ἔχει)。句子通过两组对比的主语与分词结构(τὸ προκείμενον ... κατορθούμενον 与 γνῶσις ... ἔχουσα),将实践工序(ἔργα)中借助理性的成功与理论认识向更高知解的进展并置对比。
