← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§150.5-150.23

精确科学与属于技艺及意见的思虑

根据亚里士多德《尼各马可伦理学》卷三第3章(1112a34),作者阐明精确且自足的科学(如几何学)以及神圣的作为中没有思虑的余地;并指出无论异文作“意见”还是“技艺”,思虑都主要是关于属于技艺与意见的不确定和可变的事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10

" Καὶ περὶ μὲν τὰς ἀκριβεῖς καὶ αὐτάρκεις." Ἤτοι τὰς ἀποδεικτικάς, οἵα 〈ἐστὶν〉 ἡ γεωμετρία. αὐτάρκεις δέ εἰσιν ὡς μὴ δεόμεναι βοηθείας ἔξωθεν, ἀλλ’ ὡρισμέναι καὶ ἑαυταῖς αὐταρκοῦσαι. τοῖς τοιούτοις δὲ καὶ τὰ ὑπὸ θεῶν γινόμενα ἔοικε. διὸ οὐδὲ τὸ θεῖον βουλευτικόν. ἔοικε γὰρ ἐπιστήμῃ τὰ ὑπ’ ἐκείνων γινόμενα. Μᾶλλον δέ φησι περὶ τὰς τέχνας ἢ δόξας. ἀμφοτέρως γὰρ γράφεται. τὸ αὐτὸ γὰρ ἀμφότερα δηλοῖ. περὶ γὰρ ὧν δοξάζομεν καὶ ἐπιστήμας 〈οὐκ〉 ἔχομεν, περὶ τούτων μάλιστα βουλευόμεθα τῷ τὴν βουλὴν μὴ περὶ τὰ ὡρισμένα εἶναι,1 ὡς ἔφαμεν. ἤτοι δὲ περὶ ὧν δοξάζομεν ἡμεῖς λέγει, εἰ καὶ εἴη ἐπιστητά (ἕως μὲν γὰρ ἂν μὴ ἔχωμεν τὴν περὶ αὐτῶν ἐπιστήμην, διστάζομεν καὶ βουλευόμεθα περὶ αὐτῶν) ἢ περὶ τῶν δοξαστῶν τῇ αὐτῶν φύσει λέγει γίνεσθαι τὰς βουλάς.2 ἔστι γάρ τινα τῇ αὐτῶν φύσει δοξαστά, οὐκ ἔχοντα τὸ πάγιον· ἐν οἷς ἐστι τὰ ἐνδεχομένως γινόμενα δι’ ἡμῶν· ἀλλὰ καὶ ὅτι ἧττον τῶν ἐπιστημῶν αἱ τέχναι τὸ ὡρισμένον καὶ βέβαιον ἔχουσι δῆλον, εἴ γε αἱ μὲν ἐπιστῆμαι περὶ τὰ ἀΐδια, αἱ δὲ τέχναι περὶ τὰ ἐν γενέσει. διὸ καὶ μᾶλλον περὶ τῶν κατὰ 〈τὰς〉 τέχνας ἢ 〈τὰς〉 ἐπιστήμας βουλευόμεθα. οὐ γὰρ διστάζομεν πῶς γραπτέον· ὡρισμένοι γάρ εἰσιν οἱ χαρακτῆρες τῶν γραμμάτων, καὶ οὐ διστάζομεν γράφοντες αὐτά, οὐδὲ δεόμεθα βουλῆς πρὸς τὸ Α γράψαι ἢ ἄλλο τι τῶν στοιχείων.

“以及关于精确且自足的[诸门科学]。” 即如几何学那样的论证性科学。它们之所以是自足的,是因为它们不需要来自外部的帮助,而是被限定的且自给自足的。由诸神所做的事情也类似于此类事物。因此神圣者也不是进行思虑的;因为由他们所做的事情类似于科学。他说,[思虑]宁可多关于诸门技艺,或关于诸种意见。因为文本有两种写法;因为两种写法表明同一件事。因为正是关于我们持有意见而〈不〉具有科学认识的对象,我们思虑得最多,这是由于正如我们所说,思虑并非关于已被限定的事物。而他所说的,或者是指关于我们所持有意见的对象,即使这些对象本是可知之物(因为只要我们尚未拥有关于它们的科学认识,我们便对它们产生怀疑并进行思虑);或者是指思虑产生于就其自身本性而言属于意见之对象的事物。因为确实有些事物就其自身本性而言是意见的对象,不具有稳固性;而通过我们可能产生的事物正属于其中。而且显而易见,与科学相比,诸门技艺在更小的程度上具有被限定和确定之物,如果说诸科学是关于永恒之物,而诸技艺是关于生成之中之物。因此,比起关于科学之事,我们也更多地关于属于〈诸门〉技艺之事进行思虑。因为我们并不怀疑应当如何书写;因为各字母的字形是确定的,我们在书写它们时并不迟疑,要写下Α或任何其他字母也无需思虑。

语法注2 条
  1. 3.10τῷ τὴν βουλὴν μὴ περὶ τὰ ὡρισμένα εἶναι

    带冠词不定式与格(τῷ ... εἶναι)在此作原因与格,意为“因为/由于思虑并非关涉被限定之事”,为主句的陈述(μάλιστα βουλευόμεθα)说明理由。

  2. 3.10ἤτοι δὲ περὶ ὧν δοξάζομεν ἡμεῖς λέγει, εἰ καὶ εἴη ἐπιστητά [...] ἢ περὶ τῶν δοξαστῶν τῇ αὐτῶν φύσει λέγει γίνεσθαι τὰς βουλάς

    由 ἤτοι ... ἢ ... 构成的选择并列句式,提出对亚里士多德用语的两种可能解释:是指认识主体主观上持有意见的事物(即便客观上可知),还是指依其自身本性而言即可变且属意见的对象。前一分句中嵌套了让步从句(εἰ καὶ εἴη ἐπιστητά)及括号内的理由解释从句(ἕως μὲν γὰρ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:150.5-150.23