← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§148.19-150.4

选择与意见的区别及思虑的对象

针对亚里士多德《尼各马可伦理学》1111b34及以下内容,欧斯特拉提乌斯阐释了选择与意见不相同的理由(基于其塑造品质的方式和对象的差异),并论证了选择是“预先思虑过的自愿之物”,进而说明思虑排除了永恒、必然、自然或运气的事件,而仅局限于“在我们权能之内的可行之事”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9

" Ὅλως μὲν οὖν δόξῃ ταὐτόν." Δείξας ὅτι ἡ δόξα οὐχ ἧττον τῶν καθόλου ἢ τῶν καθ’ ἕκαστα, ἡ προαίρεσις δὲ ἀεὶ τῶν καθ’ ἕκαστα (περὶ τὰ πρακτὰ γάρ), νῦν δείκνυσιν ὅτι ἀλλ’ οὐδέ τινι δόξῃ ἡ αὐτή,1 οἷον τῇ περὶ ἃ ἡ προαίρεσις. κατὰ γὰρ τὴν προαίρεσιν τῶν ἀγαθῶν ἢ τῶν κακῶν ποιοί ἐσμεν, ἢ γὰρ ἀγαθοὶ ἢ κακοί, κατὰ δὲ τὴν περὶ αὐτῶν τούτων δόξαν οὐκέτι ἀγαθοὶ ἢ κακοί. οὐ γὰρ ὁ δοξάζων ὅτι ἡ ἀνδρεία ἀγαθὸν ἢ ἡ δικαιοσύνη ἤδη καὶ ἀνδρεῖος ἢ ἀγαθός, ὁ προαιρούμενος δέ. τοῦ γὰρ ἀκρατοῦς δόξα μὲν ὀρθή, προαίρεσις δὲ οὔ. καὶ προαιρούμεθα μὲν λαβεῖν ἢ φυγεῖν, λαβεῖν μὲν ἃ ἂν κρίνωμεν ἡμῖν ἀγαθά, φεύγειν δὲ ἃ ἂν κακά. τὸ δὲ ἤ τι τῶν τοιούτων, ἐπεὶ μὴ μόνον λαβεῖν τι ἢ φυγεῖν προαιρούμεθα ἀλλὰ καὶ ἀπελθεῖν ποῦ καὶ δοῦναί τινί. ἅπαντα δὲ ταῦτα εἰς αἵρεσιν καὶ φυγὴν τὴν ἀναφορὰν ἔχει. δοξάζομεν δὲ οὐκέτι λαβεῖν ἢ φυγεῖν ἀλλὰ τί ἐστιν ἕκαστον, οἷον τί ἀρετή, τί ὕλη, τίνι συμφέρει ἢ πῶς, καὶ κατὰ τί, ὅτι τοῖς νοσοῦσιν ἡ λεπτὴ δίαιτα συμφέρει διὰ τὸ εὐκατέργαστον. Οὐ τοῦτο γὰρ σκοποῦμεν. οὐ γὰρ εἰ παρακολουθεῖ 〈τί〉 τινι, ἤδη καὶ ταὐτὸν τοῦτο ἐκείνῳ ᾧ παρακολουθεῖ, ἀλλὰ ἄλλο ὂν ἄλλῳ ὄντι παρακολουθεῖ. οὐδὲ γὰρ αὐτὸ ἑαυτῷ λέγεται παρακολουθεῖν. ἀλλ’ ἆρά γε τὸ προβεβουλευμένον; δείξας τὸ προαιρετικὸν ἐν τῷ ἑκουσίῳ, ᾧ διαφέρει τῶν ἁπλῶς ἑκουσίων προστίθησι· τὸ γὰρ προβεβουλευμένον ἑκούσιον τοῦτο προαιρετόν. ὅτι γάρ προβεβουλευμένον, δείκνυσιν ἐκ τοῦ πᾶσαν προαίρεσιν μετὰ λόγου καὶ διανοίας γίνεσθαι· καὶ ἀπ’ αὐτοῦ δὲ δείκνυσι τοῦ ὀνόματος. τὸ γὰρ πρὸ ἑτέρων φησὶν αἱρετὸν τοῦτο προαιρετόν. τὸ δὲ πρὸ ἑτέρων ἐκ τοῦ προβουλεύσασθαι καὶ διὰ βουλῆς γίνεσθαι δοκεῖ, ἡ δὲ βούλευσις τοῦ λόγου· διανοίας γὰρ τὸ βουλεύσασθαι· ὥστε τούτῳ τῶν ἁπλῶν ἑκουσίων διαφέρει τὸ προαιρετόν. Περὶ δὲ τῶν ἀιδίων οὐδεὶς βουλεύεται, οἷον περὶ τοῦ κόσμου ἢ θεὸν εἶναι ἢ μὴ εἶναι οὐδεὶς νοῦν ἔχων βουλεύεται, ὅτι ἔστιν ἀεὶ καὶ ἐξ ἀνάγκης τὰ τοιαῦτα, οὐδὲ ὅτι ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ (ἀναγκαῖον γὰρ καὶ τοῦτο), οὔτε περὶ τῶν ἐν κινήσει, ταῦτα γὰρ οὐκ ἀεὶ μέν ἐστιν ἀλλ’ ὁμοίως γίνεται, καὶ ἀναγκαίαν καὶ αὐτὰ καὶ ὡρισμένην ἔχει τὴν γέννησίν τε καὶ κίνησιν. ἐπεὶ δέ τινες μὲν οὕτως, τινὲς δὲ ἐκείνως αὐτὰ λέγουσι γίνεσθαι, οὐκ ἦν δὲ νῦν τὸ προκείμενον περὶ τούτων λέγειν, εἶπε τὸ εἴτε φύσει ἢ δι’ ἄλλην αἰτίαν. ἀλλ’ οὐδὲ περὶ τῶν οὐχ ὁμοίως μὲν ἀεὶ γινομένων ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον, φύσει δέ, οἷον τοῦ πολιοῦσθαι ἢ ὀδοντοφυεῖν, οὐδὲ περὶ τῶν ἀπὸ τύχης καὶ ἐπ’ ἔλαττον, οἷον εὑρέσεως θησαυροῦ (οὐ γὰρ διὰ τὸ προβουλευθῆναι εὑρέθη) οὐδὲ περὶ τῶν ἀνθρωπικῶν πάντων. ἃ γὰρ ἀδύνατον δι’ ἡμῶν πραχθῆναι, τίς ἂν περὶ τούτων νοῦν ἔχων βουλεύσαιτο; ἀλλὰ βουλευόμεθα περὶ τῶν ἐφ’ ἡμῖν καὶ τῶν οἵων τε δι’ ἡμῶν πραχθῆναι ἢ μή. ἐπεὶ δὲ καὶ τὰ κατὰ τὰς ἐπιστήμας καὶ τέχνας πραττόμενα δι’ ἡμῶν δοκεῖ πράττεσθαι καὶ κατὰ νοῦν ἀνθρώπινον, ἀποκρίνει καὶ ταῦτα τῶν βουλευτῶν. ὅσα γὰρ ἀφωρισμένον ἔχει τὸ πῶς πράσσεται τῶν ὑπὸ τὰς τέχνας, περὶ τούτων οὐ βουλευόμεθα ἀλλὰ περὶ τούτων ἃ καὶ ἄλλως καὶ οὕτως ἐνδέχεται πραχθῆναι. τοιαῦτα δέ ἐστι τὰ ὑπὸ τὰς στοχαστικὰς τέχνας, κυβερνητικήν τε καὶ ἰατρικήν. εἰπὼν δὲ τὴν βουλὴν περὶ τῶν πρακτῶν τῶν ἐφ’ ἡμῖν (ταῦτα γὰρ καὶ μόνα λοιπὰ εἶναι), δεικτικὸν παρέθετο τὸ εἶναι τῶν εἰρημένων τῶν μὲν φύσιν αἰτίαν,2 τῶν δὲ ἀνάγκην, τῶν δὲ τύχην, ὑπὸ τὴν τύχην θεὶς καὶ τὸ αὐτόματον, τῶν δὲ νοῦν. ταῦτα δέ ἐστι τὰ δι’ ἀνθρώπου γινόμενα καὶ ὧν ἄνθρωπος ἀρχή· διὸ καὶ ἐφ’ ἡμῖν ἐστιν. εἴη δὲ ἂν καὶ ἡ εἱμαρμένη λεγομένη κατὰ τούσδε τοὺς ἄνδρας ὑπὸ τὴν φύσιν. οὐ γὰρ ἀπαράβατον τὸ εἱμαρμένον οὐδ’ ἀναγκαῖον.

“因此,总体上它〔并非〕与意见相同。” 在表明意见既关涉普遍者也不亚于关涉个别者,而选择始终关涉个别者(因为它是关于可行之事的)之后,他现在表明,[选择不仅与普遍意见不同,]而且与任何特定的意见,例如与选择所关涉之事的意见,也不是相同的。因为根据我们对善或恶的选择,我们才具有某种品质——因为我们或是善的或是恶的——但根据关于这些善恶本身的意见,我们却不再是善的或恶的。因为认为勇敢或正义是善事的人,并不因此就已经是勇敢的或善的,而做出选择的人才是如此。因为无自制力之人的意见固然正确,其选择却不然。并且我们选择获取或规避:获取凡是我们判断对我们有益的事物,规避凡是恶的事物。补充“或是诸如此类的某种事情”,是因为我们不仅选择获取某物或规避某物,而且选择离开前往某处以及给予某人某物;而所有这些事情都归结为选取与规避。但我们持有意见,却不再是关于获取或规避,而是关于每一事物是什么,例如什么是德性,什么是质料,对何人有益或如何有益,以及在何种方面有益(如清淡饮食因易于消化而对病人有益)。“因为我们考察的并不是这个。”因为某物伴随着另一物,并不意味着它就已经与它所伴随的那一物相同,而是一个存在之物伴随着另一个不同的存在之物;因为一物并不能被称为伴随着它自身。“那么,难道它是预先思虑过的事物吗?”在表明属于选择的事物处于自愿之中以后,他补充了它在何种方面区别于单纯自愿的事物:因为预先思虑过的自愿之物,这才是被选择的事物。因为对于它是预先思虑过的这一点,他是从一切选择都伴随着理性和思想而产生这一事实来证明的;并且他也从这名称本身来证明。因为他说,在其他事物之前被选取的,这才是被选择的。而在其他事物之前被选取,似乎源于预先思虑并通过思虑而产生,而思虑属于理性;因为思虑属于思想;所以在这一点上,被选择的事物区别于单纯自愿的事物。关于永恒的事物,没有人进行思虑,例如关于宇宙,或者神存在或不存在,凡有心智的人都不进行思虑,因为此类事物总是必然存在;关于对角线与边不可通约(因为这也是必然的),也没有人思虑;关于处于运动之中的事物也是如此,因为这些事物虽然并非总是存在,却是均匀一致地产生的,它们自身也具有必然且确定的生成与运动。由于有些人说这些事物以此种方式产生,另一些人说以彼种方式产生,而现在的主题并非讨论这些,所以他说了“无论是出于自然还是由于其他原因”。然而,对于并非总是均匀一致产生、却大部分时候产生、并且是出于自然的事物,例如头发变白或长牙,人们也不思虑;对于出于运气且极少发生的事物,例如发现财宝(因为这不是由于预先思虑而被发现的),人们也不思虑;人们也并非关于所有人类事务都进行思虑。因为凡不可能通过我们来做成的事,凡有心智的人谁会去思虑它们呢?相反,我们思虑的是在我们权能之内的事情,以及能够通过我们做成或不做成的事情。由于依据各门科学和技艺所做的事情也似乎是通过我们并依据人类心智而做成的,他也将这些事情从可思虑的事物中区分开来。因为凡是属于诸技艺之下、其做法已被确定的事物,关于这些我们都不思虑,而是关于那些既可以这样也可以那样做成的事物进行思虑。而此类事物正是属于揣测性技艺(即舵手术与医术)之下的事物。在谈到思虑是关于在我们权能之内的可行之事(因为唯独这些是剩下来的)之后,他提出作为证明的是:在已提及的事物中,有些的原因是自然,有些是必然,有些是运气——并将自发之事也置于运气之下——有些则是心智。而这最后一种是通过人产生、并且人是其起点的事物;因此它们也在我们的权能之内。依照这些人,所谓命运也将被置于自然之下;因为命运所定之事既非不可违背,也非必然。

语法注2 条
  1. 3.9ἀλλ’ οὐδέ τινι δόξῃ ἡ αὐτή

    主格阴性单数形容词 ἡ αὐτή 的主语是承接前句的 ἡ προαίρεσις(选择),构成述谓“[选择]也绝不与任何特定的意见相同(ἡ αὐτή)”。

  2. 3.9δεικτικὸν παρέθετο τὸ εἶναι τῶν εἰρημένων τῶν μὲν φύσιν αἰτίαν

    句子的骨架为 παρέθετο(主动词)+ δεικτικόν(作补足语的宾格)+ 带冠词的不定式短语 τὸ εἶναι...(直接宾语),意为“将……这一事实作为证明的依据提出”。在不定式 εἶναι 结构内部,τῶν εἰρημένων 为受 τῶν μέν ... τῶν δέ 支配的整体属格(τῶν μέν ... τῶν δέ 从属于 αἰτίαν),φύσιν、ἀνάγκην 等为 εἶναι 的宾格主语,αἰτίαν 为宾格表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:148.19-150.4