← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§14.1-15.23

最高善之知识的重要性及其所属学科的探讨

欧斯特拉提乌斯注解了亚里士多德在《尼各马可伦理学》1094a22–24中论述最高善的知识对生活所具有的重大决定力量(以天平和射手之目标为喻),并阐明了概括性把握最高善究竟是什么(定义)以及属于何种科学或能力的研究进路,区分了必然的科学与具有两可性、推测性的能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8

" Ἆρ’ οὖν πρὸς τὸν βίον ἡ γνῶσις αὐτοῦ μεγάλην ἔχει ῥοπὴν καὶ καθάπερ τοξόται σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος;" Ταῦτα προτρεπτικά εἰσι πρὸς τὴν τοῦ ἀγαθοῦ τούτου ζήτησιν. ὡς γὰρ ἤδη δείξας ὅτι ἔστι, προτρέπεται νῦν τί ἐστιν ἐξετάσαι. ἐπεὶ οὖν, φησίν, ἔστι τι τοιοῦτον, ὃ κοινόν ἐστι τέλος πάντων τῶν ἐκ πράξεως κατορθουμένων, συντελοίη ἂν ἡ γνῶσις αὐτοῦ μεγάλως πρὸς τὸν βίον τὸν ἡμέτερον, ὥστε ἔχειν αὐτὸν εὖ. εἴτε γὰρ οὐκ ἔστι τοιοῦτόν τι, μάταιον περὶ τοῦ μὴ ὄντος ζητεῖν, εἴτε ἔστι μέν, οὐδὲν δὲ ἡμῖν ἡ αὐτοῦ γνῶσις λυσιτελεῖ, καὶ οὕτως περιττὸν τὸ ζητεῖν περὶ πράγματος, οὗ ἡ γνῶσις οὐδεμίαν ἡμῖν παρέχεται λυσιτέλειαν. εἰ δὲ καὶ ἔστι καὶ ἡ γνῶσις αὐτοῦ μεγάλην ἡμῖν ῥοπὴν δίδωσι πρὸς κατόρθωσιν, δεῖ δὴ σπουδὴν ἐνδείξασθαι πρὸς τὸ γνῶναι τί ἐστι· ῥοπὴν γὰρ τὴν λυσιτέλειαν φησὶ καὶ βοήθειαν. εἴρηται δὲ οὕτως ἀπὸ μεταφορᾶς τῶν ζυγῶν, οἷς ἐν τοῖς βάρεσι χρώμεθα. ὥσπερ γὰρ ἐπ’ ἐκείνων τὰ ἐπὶ θάτερα ῥέποντα τῶν ζυγοστατουμένων τῶν κουφοτέρων προτίθεται1 ὡς λυσιτελοῦντα τοῖς τὰς ῥοπὰς ἐξετάζουσιν, οὕτω καὶ πανταχοῦ τὰ λυσιτελέστερα καὶ ὠφελιμώτερα ῥοπὴν ἔχειν πρὸς ἐκεῖνα λέγεται πρὸς ἅπερ συμβάλλεται. ὅτι δὲ οὕτως ἔχει καὶ ῥοπὴν πρὸς τὸν βίον μεγάλην ἡ γνωριμότης τοῦ τέλους παρέχεται, δείκνυσιν ἐκ παραβολῆς. καθάπερ γὰρ τοξόται, φησί, σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος. ὥσπερ γὰρ οἱ τοξόται ἁπλῶς μὲν βάλλοντες καὶ πρὸς μηδὲν ἐπισκοποῦντες οὗ ἐπιτεύξονται, οὐκ ἂν ἀγαθοί ποτε τὰ τοξικὰ γένοιντο,2 οὕτω καὶ οἱ σπουδαίως καὶ ἐναγωνίως ζῆν προαιρούμενοι, εἰ μὴ τέλος ἔχουσί τι, πρὸς ὃ τὴν σπουδὴν ἐπιδείκνυνται, οὐκ ἂν ποτε ἀγαθοὶ ταῖς κατὰ τὴν πρᾶξιν ἕξεσι γένοιντο. σκοποῦ δ’ ἑκατέροις καὶ τέλους προκειμένου ὡς πρὸς αὐτὸ τὰς ἐνεργείας καὶ τὰς σπουδὰς ἀπευθύνεσθαι, ῥᾷον πρὸς τὴν κατόρθωσιν ἕξουσιν.

“那么,对于生活而言,对它的认识是否具有重大的决定力量,并且犹如射手拥有目标那样,我们是否更能射中所当之物?” 这些话是劝勉人们探究这一善的。因为他仿佛已经证明了它的存在,现在便劝勉人们去考察它究竟是什么。于是他说,既然存在着某种作为由行动所成就之一切事物的共同目的的事物,那么对它的认识就会对我们的生活大有裨益,从而使生活处于良好状态。因为要么不存在这样一种事物,而探究不存在之物是徒劳的;要么它确实存在,但对它的认识对我们毫无益处,而探究一件其认识不能为我们提供任何益处的事物,同样是多余的。但是,如果它既存在,而且对它的认识又赋予我们迈向成功的重大决定力量,我们就必须致力于认识它究竟是什么;因为他用“决定力量”指称益处与帮助。这是从我们用来称重的天平借用的比喻。因为正如在天平的情形中,在被称量的物体中向另一端倾斜之物作为对考量重量者有益之物而被置于较轻者之前一样,在任何场合,更有益处、更有帮助的事物也被说成是对它们所促进的事物具有决定力量。而目的的明了确实如此并对生活提供重大的决定力量,他通过一个比喻来表明。因为他说,正如射手拥有目标那样,我们更能射中所当之物。因为正如射手们如果只是漫无目的地射击而不注视所要命中之物,就绝不能成为射艺高超的人一样,那些选择严肃而奋发地生活的人,若没有一个为了它而展现其热忱的目的,也绝不能在依行动而确立的品质上成为优秀的人。但如果双方眼前都设定了目标与目的,以致他们的活动和热忱都能向其径直看齐,他们走向成功就会更加容易。

§1.9

"Εἰ δ’ οὕτω, πειρατέον τύπῳ περιλαβεῖν αὐτὸ τί ποτέ ἐστι καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων." Εἰ οὕτω, φησίν, ἀναγκαία ἡ γνῶσις τούτου τοῦ τέλους ἐστί, δεῖ ποιήσασθαι ἀπόπειραν, εἴ πως γένηται δυνατόν, ὡς πρὸς τοὺς μηδεμίαν περὶ αὐτοῦ εἴδησιν ἔχοντας ὁλοσχερῆ τινα καὶ οἷον τυπωτικὴν περίληψιν ποιήσασθαι, τί ποτέ ἐστι παραδιδόντας καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. ὅτι μὲν γὰρ ἔστι, διὰ τῶν εἰρημένων δέδεικται, καὶ ὅτι μεγάλως ἡ γνῶσις αὐτοῦ πρὸς τὸν βίον λυσιτελεῖ. πῶς δ’ ἂν αὕτη ἡμῖν περιγένοιτο μὴ τὴν οὐσίαν μαθοῦσιν αὐτοῦ; τὴν δὲ δήλην τὸ τί ἐστι τίθησι. τοῦτο δέ ἐστιν ὁ τὸ τί ἦν εἶναι δηλῶν τοῦ πράγματος λόγος. ἐπεὶ δὲ τέλος τοῦτό ἐστι τὸ τῶν πρακτικῶν ἀγαθῶν τελικώτατον, ἀνάγκη καὶ ἐπιστήμην εἶναι ἢ δύναμίν τινα ἧς τέλος αὐτό ἐστι. διαφέρει δὲ ἐπιστήμη δυνάμεως, ὅτι ἡ μὲν γνῶσίς ἐστιν ἐξ ἀναγκαίων προτάσεων τὴν σύστασιν ἔχουσα καὶ καθ’ αὐτὸ καὶ ᾗ αὐτὸ καὶ πρώτων καὶ ἀμέσων καὶ αἰτίων τοῦ συμπεράσματος· ἢ ἐκ συμπερασμάτων ἃ ἐκ τοιούτων συνάγεται ὡς μὴ ἐνδέχεσθαί ποτε ἄλλο καὶ ἄλλο συμπέρασμα τοῖς προηγουμένοις ἐπιστημονικῶς ἕπεσθαι ἀλλ’ ἀεὶ τὸ αὐτό, ἡ δὲ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ μὴ ἀεὶ θάτερον μόριον ἀποβαῖνον τῆς ἀντιφάσεως ἔχουσα,3 ἀλλ’ ἔστιν ὅτε καὶ ἕτερον, δύναμις λεγομένη διὰ τὸ ἐπαμφοτερίζειν. ὡς γὰρ ἐπὶ τῶν ἐναντίων ἡ δεκτικὴ αὐτῶν ὕλη δύναμις λέγεται διὰ τὸ ἑκάτερον ἀνὰ μέρος δυνατὴ εἶναι δέχεσθαι, οὕτω καὶ αἱ τοιαῦται τῶν τεχνῶν δυνάμεις λέγονται, ὅτι οὐκ ἐξ ἀνάγκης ἀποβαῖνον θάτερον μόριον ἔχουσιν ἀλλ’ ἔστιν οὗ καὶ τὸ ἕτερον. τοιαῦται δέ εἰσιν ἥ τε διαλεκτικὴ καὶ ἡ ῥητορική· ἐφ’ ἑκάτερά τε γὰρ καὶ ἄμφω ἐπιχειροῦσι τὰ τῆς ἀντιφάσεως μόρια ἐν τῷ προκειμένῳ προβλήματι, καὶ οὐδὲ πείθουσιν ἐξ ἀνάγκης κατὰ τὸ ἕτερον, ἀλλὰ πείθονταί ποτε καὶ κατὰ τὸ ἀντικείμενον· καὶ αἱ στοχαστικαὶ δὲ τῶν τεχνῶν ὡσαύτως, οἷον ἡ κυβερνητικὴ καὶ ἡ ἰατρική. ἐνίοτε γὰρ ἃ πρὸς σωτηρίαν ἐπιτηδεύουσιν οἱ κατ’ αὐτὰς ἐνεργοῦντες εἰς κίνδυνον ἀποβαίνουσι, καὶ πάντα πληροῦντες ἔστιν οὗ τὰ τῶν τεχνῶν παραγγέλματα τοῦ οἰκείου τέλους ἐκπίπτουσιν. ἀλλὰ καὶ ταῖς τέχναις πρὸς ἄμφω τἀναντία χρῆσθαι δύνανται τῶν ἐναντίων ὄντες εἰδήμονες καὶ πρὸς ἅπερ βούλονται χρώμενοι, ὡς μὴ μόνον σωτῆρες ἀλλ’ ἔστιν οὗ καὶ ἐπίβουλοι κακούργως τῶν ὑποκειμένων γινόμενοι.

“如果如此,就必须尝试大体上把握它究竟是什么,以及属于诸科学或能力中的哪一种。” 他说,如果对于这一目的的认识是如此必要,我们就必须尝试——如果以某种方式可能的话——向那些对它毫无了解的人作一种概括性的、可以说是轮廓性的把握,讲授它究竟是什么,以及它属于诸科学或能力中的哪一种。因为它的存在已通过前述内容得到了证明,而且对它的认识对生活大有裨益。但如果不认识它的本质,这种认识又怎能归我们所有呢?而“是什么”使本质显明;这就是表明事物本质的定义(逻各斯)。既然这是可行之善中最为终极的目的,那么也必然存在着以它为目的的某种科学或能力。科学与能力的区别在于:前者是一种认识,其构成源于必然的前提,即依自身、作为自身、在先的、直接的且作为结论之原因的前提——或者源于由这类前提所推导出的结论,以致绝不可能有一时这样一时那样的不同结论在学问上伴随着先行者,而是始终伴随着相同的结论;而后者则源于通常如此的事物,矛盾的这一方并不总是实现,而是有时另一方也实现,由于兼具两端而被称作能力。因为正如在对立面的情形中,接纳它们的质料因能够轮流接纳每一方而被称作潜能(能力)一样,诸技艺中的此类技艺也因其并不必然是某一方发生、而是在某些场合另一方也会发生而被称作能力。辩证术与修辞术正是如此;因为在所提出的论题中,它们对矛盾的两方都展开论述,并且并不必然按照其中一方说服人,有时〔人们〕也会按照相反的一方被说服;推测性的诸技艺亦是如此,如航海术和医术。因为有时,按照这些技艺行动的人为了安全而谋划的事情却变成了危险,并且在完全履行了技艺的全部准则的同时,有时仍会从其固有的目的中落空。不仅如此,他们作为对立面的知情者,还能将技艺用于相反的两方,并按照自己的意愿使用它们,以致不仅成为拯救者,而且有时也会恶意地成为残害承受对象的图谋者。

语法注3 条
  1. 1.8τῶν ζυγοστατουμένων τῶν κουφοτέρων προτίθεται

    τῶν κουφοτέρων 是比较属格,由动词 προτίθεται(被动态,意为“被置于……之前/被优先考量”)的比较含义所支配,构成向另一端倾斜之物优于“较轻者”的对比结构。

  2. 1.8ἁπλῶς μὲν βάλλοντες καὶ πρὸς μηδὲν ἐπισκοποῦντες οὗ ἐπιτεύξονται, οὐκ ἂν ἀγαθοὶ ποτε τὰ τοξικὰ γένοιντο

    分词 βάλλοντες 与 ἐπισκοποῦντες 充当条件分词(“如果他们射击……”)。词条中的 οὐ ἐπιτεύξονται 系 οὗ ἐπιτεύξονται 之误排,属格关系代词 οὗ(受 ἐπιτεύξονται 支配,以 μηδὲν 为先行词)与直陈式将来时构成关系从句,其后接带有 ἄν 的愿望语气归结句 οὐκ ἂν ... γένοιντο(“他们绝不可能成为优秀的”)。

  3. 1.9ἡ δὲ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ μὴ ἀεὶ θάτερον μόριον ἀποβαῖνον τῆς ἀντιφάσεως ἔχουσα

    该句与前句构成对比结构:ἡ μὲν γνῶσίς ἐστιν... ἡ δὲ [省略 γνῶσίς ἐστιν] ἐκ τῶν... ἔχουσα。冠词 ἡ 承前省略了名词 γνῶσις,与后文的阴性分词 ἔχουσα 语法一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:14.1-15.23