← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§147.5-148.18

自愿的定义与出于激情的行为

欧斯特拉提乌斯阐明了亚里士多德对自愿的界定(起点在自身内且知晓个别情况),并论证出于气愤或欲望的行为亦属自愿。他进一步探讨了过错的归责、突发行为的自愿性,以及欲望之间不可能互为对立的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6

" Ὄντος δ’ ἀκουσίου τοῦ βιαίου." Οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ’ ἕκαστα, τοῦτο ἑκούσιον καὶ ἀντίκειται τοῖς βίᾳ γινομένοις. ἐκείνων γὰρ ἡ ἀρχὴ ἔξωθεν, μηδὲν συμβαλλομένων τοῦ πάσχοντος ἢ πράττοντος, ὧν ἀμφοτέρων ἀναιρετικὸν τὸ οὗ ἡ ἀρχὴ ἐν αὐτῷ.1 ἧς γὰρ πράξεως ἢ οὗ πάθους ἡ ἀρχὴ ἡ ποιητικὴ ἐν αὐτῷ, αὕτη οὐ βίᾳ. οὗ γάρ τις αὐτὸς κύριος, οὗτος οὐκ ἔχει τὴν ἀρχὴν ἔξωθεν. τὸ δὲ εἰδότι τὰ καθ’ ἕκαστα τοῖς δι’ ἄγνοιαν ἀντίκειται. ἐν γὰρ ἐκείνοις ἡ διαμαρτία περὶ τὴν τῶν καθ’ ἕκαστά τινος ἢ τινῶν ἐν οἷς ἡ πρᾶξις ἄγνοιαν. ἀμφοτέρων δὲ ἅμα χρεία πρὸς τὸ ἑκούσιον· ὅτι μήτε τὴν ἀρχὴν ἐν αὐτῷ εἶναι αὔταρκες πρὸς αὐτό. καὶ γὰρ οἱ δι’ ἄγνοιάν τι ποιοῦντες ἐν αὑτοῖς ἔχοντες τῶν γινομένων τὴν ἀρχὴν οὐχ ἑκουσίως ποιοῦσι. πάλιν τε δύνανταί τινες εἰδότες τὰ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις ἢ τὸ πάθος αἰτίαν ἔχειν τὴν βίαν. πρόσκειται δὲ τὸ ἴσως, οἷον ἴσως γὰρ οὐ καλῶς λέγεται ἀκούσια εἶναι. τὸ γὰρ ἑκούσιον ἀποδοὺς τί ποτέ ἐστι διὰ τοῦ προσθεῖναι ἴσως γὰρ οὐ καλῶς λέγεται τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν ἀκούσια εἶναι, ἐνεδείξατο ὅτι τὰ τοιαῦτα ἐμπεριείληπται τῷ τοῦ ἑκουσίου λόγῳ. οἱ γὰρ διὰ ταῦτα ἁμαρτάνοντες ἐν αὑτοῖς τοῦ πράσσειν τὴν ἀρχὴν ἔχουσιν. εἰ γὰρ τὰ οὕτω γινόμενα ἀκούσια ἦν, οὐκ ἂν ἦν ὑγιὴς ὁ ἀποδοθεὶς λόγος τοῦ ἑκουσίου. ἄλλως τε δέ φησιν εἰ τὰ διὰ θυμὸν καλὰ ἑκούσια ἢ δι’ ἐπιθυμίαν. καὶ γὰρ διὰ θυμὸν ἐλεύθερον ἀποκτείνοιμεν ἄν τυράννους ἢ πολεμίους καὶ μαθημάτων ἐπιθυμήσαντες ἢ ἀρετῆς ἑλοίμεθα 〈ἄν〉 αὐτά. εἰ οὖν ταῦτα καλὰ καὶ ἑκούσια, καὶ τἀναντία ἑκούσια.

“既然出于强力的[以及因无知而起的]是不自愿的。” 起点在知晓各个别情况的行为者自身之中的事物,这是自愿的,并且与因强力而产生的事物相对立。因为后者的起点在外部,受动者或行动者未作任何贡献,而“起点在自身之中”排除了这两者。因为凡是其有效起点在自身之中的行动或承受,都不是出于强力的;因为某人自己所支配的事物,绝不具有来自外部的起点。而“知晓各个别情况”则与因无知而起的事物相对立。因为在那些事物中,错误在于对行为在其中发生的一个或数个个别情况的无知。而这两者对于自愿而言同时是必需的;因为仅仅起点在自身之中对于它来说并不是充分的。事实上,那些因无知而行事的人,尽管所发生之事的起点在自身之中,却并不是自愿地行事的。反过来,有些人知晓行为或承受在其中的各个别情况,却可能以强力为原因。文中补充了“或许”一词,例如“因为或许说它们是不自愿的并不恰当”。因为在阐明了自愿究竟是什么之后,他通过补充“因为或许说出于气愤或欲望的事物是不自愿的并不恰当”而表明了此类事物已被包含在自愿的定义之中。因为因这些而犯下过错的人,其行动的起点在自身之中。因为如果以此种方式发生的事物是不自愿的,那么所给出的自愿的定义就不是健全的了。此外他还说,如果出于气愤或出于欲望的崇高事物是自愿的。因为我们确实可能出于崇高的气愤而杀死僭主或仇敌,也可能在渴望学识或德性之后去选择它们。因此,如果这些事物是崇高且自愿的,那么它们的对立面也是自愿的。

§3.7

"Ἔτι δὲ τί διαφέρει τῷ ἀκούσια εἶναι τὰ κατὰ λογισμόν." Ἐν τοῖς κατὰ λογισμὸν ἁμαρτανομένοις ἐξ ἀφροσύνης τὰ φευκτὰ ἀκολουθεῖ (διὸ καὶ τὸ ἑκούσιον οὐδὲν ἄλογον ἔσται) καὶ τῶν διὰ θυμὸν ἁμαρτανομένων τὸ ἑκούσιον αἰτιᾶσθαι. ἐνῆν γὰρ αὐτῷ ἐκκλῖναι ὡς ἀπὸ τῶν σπουδαίων δηλονότι καὶ τὸ ἄλογον τῆς ψυχῆς ἐπιπειθές τε καὶ κατήκοον λόγῳ ἐχόντων.2 καὶ τὰ ἐξαίφνης ἑκούσια λέγομεν. οὕτω γὰρ καὶ ὁ φίλος ἐξαίφνης ἡμῖν ἑκοῦσιν ἐπέστη, οὐ μὴν καὶ προελομένοις καὶ προβουλευσαμένοις· οὐ γὰρ ἀνάγκη. ἰστέον ὅτι καὶ ἡ λύπη ἐπιθυμία τίς ἐστιν ἐπὶ τῇ ἀπουσίᾳ τῶν ἅ τις ὀρέγεται.

“此外,就都是不自愿而言,依据计谋而犯下的过错[与出于气愤的过错]有什么区别。” 在由于愚昧而依据计谋所犯下的过错中,随之而来的是当受规避的结果(因此将其视为自愿将毫无不合理之处),将自愿性归咎于出于气愤而犯下的过错也是合理的。因为他本有可能规避,正如从那些使灵魂的非理性部分顺从并倾听理性的德高之士身上显然可见的那样。并且我们也将突发的事物称为自愿的。因为朋友也是这样突然造访我们的,我们固然乐意接纳,却并未预先选择和预先思虑;因为这并非必需。应当知道,痛苦也是一种针对某人所渴望之物的缺席的欲望。

§3.8

"Ἐπιθυμίᾳ δ’ ἐπιθυμία οὔ." Δοκεῖ καὶ ἐπιθυμία ἐπιθυμίᾳ ἐναντίον, εἴ τις δόξης ἐπιθυμεῖ καὶ χρηματισμοῦ, ὧν τὸ μὲν δεῖται δαπάνης, ὁ χρηματισμὸς δὲ φειδοῖ περιγίνεται χρημάτων. ὡσαύτως καὶ ὅ φησιν ὁ Πλάτων, τοὺς σώφρονας μὴ εἶναι τοιούτους οἷον ἐφέσει νομίμων γάμων ὑπέρτεροι τῶν περὶ τὰ ἀλλότρια κάλλη καθίστανται ἐπιθυμιῶν. ἀλλὰ οὐδενὸς λόγου τοῦτο ἄξιον. ἦσαν γὰρ ἂν ἀξιόλογα ταῦτα, εἰ περὶ 〈τοῦ〉 αὐτοῦ πράγματος ἐναντίως ἐν τῷ αὐτῷ ἐγίνοντο. τοῦτο δὲ ἀδύνατον· ἀδύνατον γὰρ τὸν αὐτὸν ἅμα ἐπιθυμεῖν τε τραφῆναι καὶ μὴ τραφῆναι. οὕτω γὰρ καὶ ἡ προαίρεσις ἐναντία τῇ ἐπιθυμίᾳ, ὅτι περὶ τὸ αὐτό. τὰ γὰρ ἐναντία οὐ τῷ περὶ ἐναντία εἶναι ὁρίζεται, ὡς εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας, ἀλλὰ τῷ ἐναντίως λαμβάνεσθαι περὶ 〈τοῦ〉 αὐτοῦ.3 προαιρούμεθα δὲ λέγειν οὐχ ἁρμόζει 〈ὥσπερ ἐπὶ τοῦ βούλεσθαι. καὶ τὸ λέγειν γὰρ ἐπὶ τούτου ἁρμόζει〉, καθάπερ αὐτὸς ἐπισημήνατο.

“但欲望绝不与欲望相对立。” 一种欲望似乎也与另一种欲望相对立,如果某人既渴望名誉又渴望赚钱,其中前者需要耗费,而赚钱则是通过节省金钱来实现的。同样正如柏拉图所说,节制之人并非是靠着对合法婚姻的欲求而胜过有关他人美貌的欲望。但这是不值一提的。因为这些若是关于同一事物而在同一人身上以相反方式产生,才会是值得考虑的。但这却是不可能的;因为同一个人不可能在同一时刻既欲望受到滋养又欲望不受到滋养。因为选择与欲望相对立也正是如此,乃是由于关涉同一事物。正如他在《解释篇》中所说,对立的事物并不是以关涉对立的事物来界定的,而是以关于同一事物以相反的方式被理解来界定的。说“我们选择”是不恰当的[不像在希求的情况下那样;因为说实际上在这种情况中是适用的],正如他自己所指出的那样。

语法注3 条
  1. 3.6ὧν ἀμφοτέρων ἀναιρετικὸν τὸ οὗ ἡ ἀρχὴ ἐν αὐτῷ

    关系代词属格 ὧν ἀμφοτέρων 指代前述强力作用下的两方面(受动者或行动者未作贡献),在句中作形容词 ἀναιρετικόν 的宾格性属格补足语。全句的主语是带有冠词的短语 τὸ οὗ ἡ ἀρχὴ ἐν αὐτῷ(即“起点在自身之中”这一规定)。

  2. 3.7τὸ ἄλογον τῆς ψυχῆς ἐπιπειθές τε καὶ κατήκοον λόγῳ ἐχόντων

    分词短语 ἐχόντων 紧接在由介词引导的 ὡς ἀπὸ τῶν σπουδαίων 之后,与先行词 τῶν σπουδαίων 在性数格上保持一致,充当定语分词。它带有双重宾格结构,以 τὸ ἄλογον τῆς ψυχῆς 为直接宾语,以 ἐπιπειθές τε καὶ κατήκοον λόγῳ 为谓语性宾语补足语。

  3. 3.8οὐ τῷ περὶ ἐναντία εἶναι ὁρίζεται... ἀλλὰ τῷ ἐναντίως λαμβάνεσθαι περὶ 〈τοῦ〉 αὐτοῦ

    两个不带介词的定冠词与格不定式短语(τῷ... εἶναι 与 τῷ... λαμβάνεσθαι)表示手段或标准,通过 οὐ... ἀλλά 形成对比。其骨干结构表明:对立概念不是“通过关涉对立之物来界定”,而是“通过就同一事物以相反方式被理解来界定”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:147.5-148.18