- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:145.19-147.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃斯乌斯特拉提乌斯针对亚里士多德《尼各马可伦理学》1111a7–1111a18进行注释,引用埃斯库罗斯和欧里庇得斯的戏剧典故阐述对行为个别情境(行事者、工具、目的、方式等)的无知的具体例证,并探讨了最重要的情境(“在其中”与“为了什么”)以及行为要成为不自愿所必需的悔恨的作用。
" Δῆλον δὲ ὡς οὐδὲ τὸν πράττοντα." Ὃ ἦν πρῶτον εἰπεῖν τὸν πράττοντα. ὁ δὲ δεύτερον εἰπὼν πρῶτον αὖθις ἐν τῇ τῶν καθ’ ἕκαστα ἐκθέσει ποιεῖ διαρθρῶν τὸ συγκεχυμένον.1 λέγοντές φασιν ἐκπεσεῖν αὐτούς· ὃ οὐκ ἐβούλετο εἰπεῖν, οἷον λέγοντός μου ἐξέπεσέν μοι τοιοῦτον ῥῆμα. ὥσπερ Αἰσχύλος τὰ μυστικά. δοκεῖ γὰρ Αἰσχύλος λέγειν μυστικά τινα ἔν τε ταῖς Τοξότισι καὶ Ἱερείαις καὶ ἐν Σισύφῳ πετροκυλιστῇ καὶ Ἰφιγενείᾳ καὶ Οἰδίποδι. ἐν γὰρ τούτοις πᾶσι περὶ Δημήτρας λέγων τῶν μυστικωτέρων περιεργότερον ἅπτεσθαι ἔοικε. λέγει δὲ περὶ Αἰσχύλου καὶ Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ πρώτῳ Περὶ Ὁμήρου, ὡς κινδυνεύοντος ἐπὶ σκηνῆς ἀναιρεθῆναι ἐπὶ τῷ τῶν μυστικῶν περιφέρειν τινὰ δοκεῖν, εἰ μὴ προαισθόμενος κατέφυγεν ἐπὶ τὸν τοῦ Διονύσου βωμόν, καὶ Ἀρεοπαγιτῶν αὐτὸν παραιτησαμένων ὡς ὀφείλοντα κριθῆναι πρῶτον, ἐδόκει ὑπαχθῆναι εἰς δικαστήριον καὶ ἀποφυγεῖν,2 αὐτὸν τῶν δικαστῶν ἀφέντων μάλιστα διὰ τὰ πραχθέντα αὐτῷ ἐν 〈τῇ ἐπὶ〉 Μαραθῶνι μάχῃ. ὁ μὲν γὰρ ἀδελφὸς αὐτοῦ Κυναίγειρος ἀπεκόπη τὰς χεῖρας, αὐτὸς δὲ πολλὰ τρωθεὶς φοράδην ἀνηνέχθη. μαρτυρεῖ τούτοις καὶ τὸ ἐπὶ τῷ τάφῳ αὐτοῦ ἐπίγραμμα “Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε σῆμα κεύθει ἀποφθινόμενον πυροφόρον * * *” ἢ δεῖξαι βουλόμενος· τοῦτο παράδειγμά ἐστι καὶ αὐτὸ τοῦ αὐτοῦ, τὸ δὲ βουλόμενος, τουτέστι τὸ πραττόμενον, παράδειγμά ἐστι. καὶ ἄλλως τὸ ἢ δεῖξαι βουλόμενος. οἱ γὰρ κατὰ ἄγνοιαν ποιοῦντές τι ἀκουσίως ἐοίκασι ποιεῖν. καὶ γὰρ ἐξετάζεται μάλιστα ἡ τούτων γνώμη καὶ ἀπολογούμενοι περί τινων εἰς τοῦτο καταφεύγουσιν, ἀξιοῦντες ἐξετάζεσθαι τίνος ἕνεκεν ἔπραξαν. ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀγνοουμένων εἰς τοῦτο πειρῶνται ἀνάγειν τὸ οὗ ἕνεκα. ὅ τε γάρ τί ἐστι τὸ πεπραγμένον ἀγνοήσας εἰς τοῦτο ἀνάγει, οἷον ὁ τὸν καταπέλτην ἐπὶ τῷ δεῖξαι ἀφεὶς καὶ ἀποκτείνας ἀξιοῖ τίνος ἕνεκεν ἀφῆκεν ἐξετάζεσθαι, ἀλλὰ καὶ τὴν λόγχην τὴν ἀφιεμένην ἀγνοήσας ὅτι λελόγχωται εἰς τὸ τίνος ἕνεκεν ἀφῆκεν ἀνάγει, καὶ ὁ τῷ ἀκροχειρίζεσθαι πλήξας τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως ἐξετάζεσθαι ἀξιοῖ. ὡς ὁ τὸν καταπέλτην, καὶ ἀποκτείνας δηλονότι. οἰηθείη δ’ ἄν τις καὶ τὸν υἱὸν πολέμιον εἶναι ὥσπερ ἡ Μερόπη. ἡ Μερόπη τοῦ περί τι παράδειγμά ἐστι. καὶ ἔστι παρ’ Εὐριπίδῃ ἐν τῷ Κρεσφόντῃ ἐπιβουλεύουσα τῷ υἱῷ Κρεσφόντῃ ὡς πολεμίῳ δι’ ἄγνοιαν. καὶ ἐσφαιρῶσθαι· τοῦτο τοῦ τίνι ὀργάνῳ παράδειγμα. καὶ ἐπὶ σωτηρίᾳ παίσας· τοῦ τίνος ἕνεκα παράδειγμα. καὶ δεῖξαι βουλόμενος· παράδειγμα τοῦ πῶς. ἀκροχειρίζεσθαι δέ ἐστι τὸ πυκτεύειν ἢ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς ἢ ὅλως ἄκραις χερσὶ μετ’ ἄλλου γυμνάζεσθαι.
“显然,一个人也不可能不知道行事者是谁。” 他本应当首先提及行事者,而在将其置于第二位提及之后,他在阐述各个别要素时,通过梳理混同之处,再次将其置于首位。他们说在说话时不慎脱口而出:即某人本不愿说出的话,例如在我说话时脱口说出了这样的话。“正如埃斯库罗斯涉及密仪那样”:因为人们认为埃斯库罗斯在《女弓箭手》、《女祭司》、《推石者西绪福斯》、《伊菲革涅亚》和《俄狄浦斯》中讲述了某些密仪之事。因为在所有这些作品中,他在谈论德墨忒尔时,似乎都过于探究地触及了更为隐秘的密仪。赫拉克利德·庞蒂库斯在《论荷马》第一卷中也谈到了埃斯库罗斯:当他因看似泄漏了某些密仪,若非预先察觉而逃往狄俄尼索斯的祭坛便有在舞台上被杀之险时,并在阿利奥帕古斯议员们以应当先对其审判为由为之求情之后,他被认为被押上法庭并得以脱罪,法官们释放他尤其是因为他在马拉松战役中所立下的功勋。因为他的兄弟库涅盖罗斯被砍断了双手,而他自己也多处负伤被担架抬回。他墓碑上的铭文也证实了这些事:“这座纪念碑掩埋着欧福里翁之子、雅典人埃斯库罗斯,他死于……盛产小麦的……”“或者出于示范的意愿”:这也是同一事物的例子,而“出于意愿”,即所做之事,便是一个例子。另一种解释是,“或者出于示范的意愿”:因为那些因无知而行事的人似乎是不自愿地行事。因为人们最主要审察的就是他们的意图,而在就某些事情进行申辩时,人们便诉诸这一点,要求审察他们是为了什么而行事的。不仅如此,他们还试图将所不知的其余每一要素都归结到这一“为了什么”的目的之上。因为不知所做之事是什么的人便归结到这一点上,例如为了示范而开动投石机并杀死了人的人,要求审察他是为了什么而开动的;不知投掷出的长矛装有尖头的人,也归结到他是为了什么而投掷的;而在角力练习中击中他人的人,也要求审察做出此种动作的原因。“正如开动投石机的人”,显然是指杀死了人的人。“也有人可能像墨罗佩那样把自己的儿子当作敌人”:墨罗佩是“关于什么”的例子。在欧里庇得斯的《克瑞斯丰忒斯》中,她出于无知,把自己的儿子克瑞斯丰忒斯当作敌人加以谋害。“以及以为装有护球”:这是“用何种工具”的例子。“以及为了拯救而击打”:这是“为了什么”的例子。“以及出于示范的意愿”:这是“如何做”的例子。所谓的角力练习(akrocheirizesthai),是指在不贴身扭抱的情况下与另一人进行拳击或搏击,或者泛指仅以手部与他人进行操练。
"Κυριώτατα δ’ εἶναι δοκεῖ." Ἐπεὶ μάλιστα οἱ τῇ τούτων ἀγνοίᾳ ποιήσαντές τι ἀκουσίως ποιοῦσι (καὶ γὰρ ἐξετάζεται μάλιστα τοῦτο καὶ οἱ ἀπολογούμενοι περί τινων ἐπὶ τοῦτο καταφεύγουσιν, ἀξιοῦντες ἐξετάζειν τίνος ἕνεκεν ἔπραξαν), καὶ ὅτι τῶν ἄλλων ἕκαστον τῶν γινομένων ἐπὶ τοῦτο πειρῶνται ἀνάγειν τὸ οὗ ἕνεκα. ἐν οἷς ἡ πρᾶξις, ἀντὶ τοῦ περί τι, τυχὸν περὶ υἱὸν ὡς ἡ Μερόπη περὶ Κρεσφόντην. ἔτι δεῖ τὴν πρᾶξιν λυπηρὰν εἶναι καὶ ἐν μεταμελείᾳ· οὕτω γὰρ ἀκούσιος ἔσται· εἰ γὰρ χωρὶς τούτων, εἴη ἂν οὐχ ἑκούσιος, οὐκέτι μέντοι καὶ ἀκούσιος. ἐπιζητήσειε δ’ ἄν τις, πῶς ὄντος ἀκουσίου τοῦ δι’ ἄγνοιαν, οὐ πᾶν γίνεται τὸ δι’ ἄγνοιαν ἀκούσιον.3 οὐ γὰρ τὸ γένος ἀκούσιον, καὶ αὐτὸ ἀκούσιον. ἢ ἐν ἀρχῇ μὲν κοινότερον εἶπεν ἀκούσια εἶναι τὰ βίᾳ ἢ δι’ ἄγνοιαν. διὸ καὶ ἐπὶ πλέον προσέθηκε τὸ δοκεῖν ὕστερον, καὶ προσδιωρίσατο. οὐ γὰρ τὰ δι’ ἄγνοιαν ἁπλῶς ἀκούσια, ἀλλὰ τὰ πρὸς τῷ δι’ ἄγνοιαν γεγονέναι καὶ ἐν μεταμελείᾳ ὄντα. χωρὶς δὲ τούτων οὐχ ἑκούσια μέν, οὐ μὴν ἤδη καὶ ἀκούσια.
“但似乎最重要的是。” 因为那些因不知这些要素而行事的人最是不自愿地行事(因为人们最主要审察这一点,而在就某些事情进行申辩时人们也诉诸这一点,要求审察他们是为了什么而行事的),并且他们试图将所发生的其余每一要素都归结到这一“为了什么”之上。“行为在其中发生者”,用来代替“关于什么”,例如墨罗佩关于克瑞斯丰忒斯那样,恰好是关于儿子。此外,行为必须伴有痛苦和悔恨;因为唯有如此它才是不自愿的。因为若是没有这些,它或许是非自愿的,但绝不再是不自愿的。然而有人可能会追问,既然因无知而起的是不自愿的,为何并非凡因无知而起的都是不自愿的。因为并非由于属是不自愿的,事物本身(种)就也是不自愿的。或者说,在开头时〔亚里士多德〕是以较为宽泛的方式说出于强力或因无知的是不自愿的。因此他后来又进一步加上了“似乎”一词,并作了补充界定。因为因无知而起的事并非无条件地是不自愿的,而是在因无知而发生之外还必须伴有悔恨。若是没有这些,它们固然是非自愿的,但绝非立即便是不自愿的。
- 3.4Ὃ ἦν πρῶτον εἰπεῖν τὸν πράττοντα. ὁ δὲ δεύτερον εἰπὼν πρῶτον αὖθις ἐν τῇ τῶν καθ’ ἕκαστα ἐκθέσει ποιεῖ διαρθρῶν τὸ συγκεχυμένον.
由关系代词 ὅ 引导的从句(Ὃ ἦν πρῶτον εἰπεῖν τὸν πράττοντα)置于句首,先行交代了后随主句的宾语内容。主句主语为省略的亚里士多德(ὁ δέ),将他先前将行事者置于第二位(δεύτερον εἰπών)与如今在展开叙述个别要素时重新将其置于首位(πρῶτον αὖθις ... ποιεῖ)形成对比。分词 διαρθρῶν 表示方式或伴随状况。
- 3.4ὡς κινδυνεύοντος ἐπὶ σκηνῆς ἀναιρεθῆναι ἐπὶ τῷ τῶν μυστικῶν περιφέρειν τινὰ δοκεῖν, εἰ μὴ προαισθόμενος κατέφυγεν ἐπὶ τὸν τοῦ Διονύσου βωμόν, καὶ Ἀρεοπαγιτῶν αὐτὸν παραιτησαμένων ὡς ὀφείλοντα κριθῆναι πρῶτον, ἐδόκει ὑπαχθῆναι εἰς δικαστήριον καὶ ἀποφυγεῖν
在引导间接引语的 ὡς 之后,首先出现了属格绝对结构(κινδυνεύοντος [Αἰσχύλου])。在插入了一个与过去事实相反的条件从句(εἰ μὴ ... κατέφυγεν)以及另一个属格绝对结构(Ἀρεοπαγιτῶν αὐτὸν παραιτησαμένων)之后,整个句子最终落实到定式动词 ἐδόκει 以及不定式 ὑπαχθῆναι 和 ἀποφυγεῖν 上,构成了复杂的多层嵌套结构。
- 3.5οὐ γὰρ τὸ γένος ἀκούσιον, καὶ αὐτὸ ἀκούσιον.
省略了条件连词(εἰ)和系动词(ἐστί)的紧缩句。它表达了一个逻辑论点:“并非如果属是不自愿的,事物本身[即种]也就必然是不自愿的。”这引出了下文关于因无知而行事的普遍大类(属)与伴随悔恨的个别行为(种)之间的区别。
