← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§144.5-145.18

因无知而行事的区分与不自愿的情境

本节针对亚里士多德《尼各马可伦理学》第三卷第一章(1110b18–1111a24),阐释因无知而行与在无知中行事的区别,辨析非自愿与不自愿,并列举构成不自愿之原因的各项个别情境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3

" Τὸ δὲ δι’ ἄγνοιαν οὐχ ἑκούσιον μὲν ἅπαν ἐστίν." Τοῦτο, φησίν, ἐπεὶ ἔστι τι καὶ ἀκούσιον δι’ ἄγνοιαν, ἀντιστρέφοι ἄν· εἴ τι γὰρ ἀκούσιον1 δι’ ἄγνοιαν, εἴ τι δι’ ἄγνοιαν, ἀκούσιον. ἑκὼν μὲν οὐ πεπρᾶχθαι, ὡς δήλου ὄντος, ὅτι τῶν ἑκουσίως πραττόντων εἰδότων ταῦτα ἃ πράττουσιν ἐστίν.2 ἐστὶν οὐχ ἑκών. ὅσα γὰρ δι’ ἄγνοιαν γίνεται, μὴ μέντοι δυσχεραίνεται πραχθέντα ὑπὸ τῶν πραξάντων, ἑκουσίως μὲν οὐ γίνεσθαί φησι (πῶς γὰρ οἷόν τε τὰ ἀγνοούμενα;), οὐ μὴν ἤδη καὶ ἀκουσίως, ἀλλ’ ἐπὶ τούτων ἀπόφασις ἁρμόζει μόνη τοῦ ἑκουσίου. ἀλλ’ ἀγνοῶν. τό τε διὰ τὴν ὀργὴν ἢ μέθην, ἃ ἦν ἐπ’ αὐτῷ μὴ ποιῆσαι. ἀγνοεῖ μὲν οὖν πᾶς ὁ μοχθηρὸς ἃ δεῖ πράττειν. δι’ ἑαυτὸν γὰρ μὴ παιδευόμενος ἃ ἦν ἐπ’ αὐτῷ μαθεῖν, οὐ μὴν δι’ ἄγνοιαν οὐδ’ ἀκουσίως· ἐπ’ αὐτῷ γὰρ τῆς ἀγνοίας τούτων τὸ αἴτιον. τὸ δ’ ἀκούσιον βούλεται λέγεσθαι. καλῶς· οὐ γὰρ ἡ τῶν συμφερόντων αὐτῷ ἄγνοια ἀκούσιος οὐδ’ ἡ τῶν προαιρετῶν, καὶ τούτων ἃ διὰ τὴν προαίρεσιν τὴν τοιαύτην ἀγνοεῖται. τῆς γὰρ μοχθηρίας ἡ τοιαύτη ἄγνοια, ἡ διὰ τὴν προαίρεσιν γινομένη αἰτία, ἀλλ’ οὐ τοῦ ἀκουσίου. τοὺς γὰρ κατὰ προαίρεσιν τὰ κακὰ πράττοντας κακοὺς λέγομεν. οὐ γὰρ ἡ ἐν τῇ προαιρέσει ἄγνοια. ὅτι ἔστι τις πρακτῶν ἀγαθῶν ἄγνοια, ἡ διὰ μοχθηρίαν προαιρέσεως γίνεται. οὐ γὰρ παρὰ τὴν ἀκούσιον ἄγνοιαν τῶν συμφερόντων τὸ ἀκούσιον, ἀλλὰ τῇ μοχθηρίᾳ χαρακτηρίζεται. αἴτιον γὰρ τῆς μοχθηρίας ἦν καὶ προαίρεσις, ἡ ἑκούσιος ἄγνοια ἀλλὰ τοῦ ἀκουσίου νομίζεται. οὐδ’ ἡ καθόλου, ἡ τῶν καθόλου ἄγνοια τοῦ τίνα μὲν καλά, τίνα δ’ αἰσχρά ἐστι, καὶ τίνα μὲν ἀγαθά, τίνα δὲ κακά, καὶ τίνα μὲν αἱρετά, τίνα δὲ φευκτά. οὐ γὰρ διὰ ταύτην ἀλλὰ διὰ μοχθηρίαν ἁμαρτάνομεν. ἀλλ’ ἡ καθ’ ἕκαστα, ἡ τῶν καθ’ ἕκαστα ἄγνοια αἰτία τοῦ ἀκουσίου. καὶ ὅτι οὕτως, δῆλον ἐκ τοῦ λέγειν ἐν τούτοις γὰρ καὶ 〈ἔλεος καὶ〉 συγγνώμη, 〈δηλονότι διὰ τὸ ἀκούσιον〉. Τῇ γὰρ τῶν καθόλου ἀγνοίᾳ μοχθηροὶ γινόμεθα, ἀγνοοῦντες τίνα τὰ καλὰ καὶ αἰσχρὰ καθόλου ἐστί, καὶ ἀγαθὰ καὶ κακά, καὶ φευκτὰ καὶ αἱρετά, ὧν ἡ ἄγνοια ἐφ’ ἡμῖν. διὸ καὶ ψόγος ἐν τούτοις παρέπεται τῷ ἐφ’ ἡμῖν εἶναι τὸ μὴ ταῦτα ἀγνοεῖν.3 διὸ τὰ κατὰ τὴν ἑκούσιον ἄγνοιαν γινόμενα οὐκ ἔστιν ἀκούσια. οὗ σημεῖον τὸ ἐπὶ τοῖς κατὰ τὴν τοιαύτην ἄγνοιαν πραττομένοις ψόγον ἀλλ’ οὐκ ἔλεον ἕπεσθαι. οὐ χεῖρον οὖν ἴσως διορίσαι αὐτά, τίνα τέ ἐστι καὶ πόσα τίς τε δὴ καὶ τί καὶ περὶ τί καὶ ἐν τίνι πράττει, ὁ πράττων δηλονότι· τῶν γὰρ καθ’ ἕκαστα καὶ οὗτος καὶ συντελούντων πρὸς τὴν πρᾶξιν τὴν γινομένην. τὸ δὲ τί καὶ ἐν τίνι ἄμφω τοῦ αὐτοῦ δηλωτικά, τοῦ περὶ τί ὑποκείμενον καὶ ἐν τίνι ὑποκειμένῳ ἡ πρᾶξις, οἷον περὶ υἱόν, περὶ πατέρα, περὶ οἰκεῖον, ἀλλότριον, πολέμιον, νέον, πρεσβύτην. καὶ τίνι, οἷον ὀργάνῳ· εἰ ὁ μὲν ἐσφαιρῶσθαι ᾤετο τὸ πεμπόμενον, τὸ δὲ ἦν λελογχωμένον, ἢ ὡς κίσσηρίν τις ἔβαλε, τὸ δὲ ἦν λίθος. τὸ δὲ τίνος ἕνεκεν, οἷον εἰ ἄλλου ἕνεκα ποιήσειέ τις, ἄλλο δὲ ἀποβαίη. δοίη γὰρ ἄν τις φάρμακον ὡς ἐπὶ σωτηρίᾳ, τὸ δὲ ἀπέκτεινε τὸν λαβόντα· ἢ τέμοι τις ἄν ὡς θεραπεύων, ὁ δὲ ἀποθάνοι. καὶ πῶς, οἷον εἰ δεῖξαι βουλόμενος, ὡς οἱ ἀκροχειριζόμενοι πατάξειεν, ἢ εἰ αὐτὸς ἠρέμα ᾤετο τύπτειν, σφοδροτέρα δὲ ἐγένετο ἡ πληγή. παραθέμενος δὲ διὰ τῶν καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις καὶ περὶ ἃ γινομένη τίς ἄγνοια ἀκούσιον τὸ γεγονὸς ποιεῖ, ἐπιφέρει ὅτι ταῦτα δὲ πάντα οὐδεὶς ἂν ἀγνοήσαι μὴ μαινόμενος. τίς γὰρ ἂν σωφρονῶν αὑτὸν ὅπερ ἐστὶ πράττων ἀγνοήσειε;

“因无知而做出的一切固然都是非自愿的。” 他说,既然因无知而做出的某种事物是不自愿的,这句话便可以换位:因为只要任何不自愿之事是因无知而起的,任何因无知而起的事也就是不自愿的。之所以说不是自愿做出的,是因为显然知道自己所做之事属于自愿行事之人。这就是“不是出于意愿”。因为他说,凡因无知而发生、然而在行事者做过之后并不感到痛苦之事,固然不是自愿发生的(因为对所不知之事怎么可能是自愿的呢?),但也绝非立即便是不自愿的,而对于这些事物而言,仅仅适用对自愿的否定。“而是在处于无知中行事”:例如因愤怒或醉酒而做出的事,这些事原本在于他自身不去践行。“因此,凡邪恶之人都不知道应当做什么”:因为正是由于他自身,他才没有在原本取决于他去学习的事物上受教,但这绝非因无知,亦非不自愿;因为对这些事物无知的原因原本取决于他自身。“然而不自愿意在被说成”:此言甚确;因为对自己有益之事的无知并不是不自愿的,对可抉择之事的无知也不是,而在这些事物中因如此抉择而不知之事的无知同样不是。因为这种无知是邪恶的原因,是因抉择而产生的,但并不是不自愿的原因。因为我们称那些根据抉择做恶事的人为恶人。“因为并非抉择之中的无知”:因为存在某种关于可行善事的无知,它是因抉择的邪恶而产生的。因为不自愿并非取决于对有益之事的不自愿无知,而是以邪恶为特征。因为抉择同样是邪恶的原因,是自愿的无知,但它却被认为是导致不自愿的原因。“亦非普遍的无知”:即关于什么是高尚、什么是可耻,什么是善、什么是恶,什么是可抉择、什么是应规避等普遍之事的无知。因为我们犯错并非因这种无知,而是因邪恶。“而是个别的无知”:对个别事物的无知才是不自愿的原因。而之所以如此,从他说“因为在这些情形下有怜悯与原谅”(显然是因不自愿的缘故)便显而易见。因为因普遍之事的无知我们才变得邪恶,普遍地不知什么是高尚与可耻、善与恶、应规避与可抉择,对这些事物的无知是取决于我们的。因此,在这些情形下伴随着指责,乃是因为不去对这些事物无知原本取决于我们自身。因此,根据自愿的无知而发生的事并非不自愿;其标志在于,伴随根据这种无知而行之事的是指责而非怜悯。“那么,把它们界定出来,它们是什么以及有多少,或许并非坏事”:究竟是谁行事,做什么,关于什么,以及在什么之中行事,这显然是指“行事者”。因为他也属于个别之事,属于促成正在发生的行为的要素。“做什么”与“在什么之中”二者都指示同一事物,即行为关于什么基底并在什么基底中发生,例如关于儿子、关于父亲、亲属、外人、敌人、年轻人、老人。“以及用什么”,例如工具:如果有人以为投掷之物装有护球,但它实际上装有枪头;或者以为投出的是浮石,但它实际上是石头。“以及为了什么”,例如如果有人为了某种目的行事,却产生了另一种结果。因为有人可能会为了拯救而给予药物,但药物却杀死了服药之人;或者有人可能为了医治而切开伤口,但病人却死去了。“以及如何做”,例如若有人出于示范的意愿,像角力练习者那样挥击,或者如果他以为自己是轻轻击打,但击打却变得过于猛烈。在通过行为在其中发生并关于它们的个别事物阐明究竟何种无知使所成之事成为不自愿之后,他补充道:“除非发疯,任何人都不可能对所有这些一无所知。”因为任何神志清醒的人,在行事时怎会不知自己是谁呢?

语法注3 条
  1. 3.3ἀντιστρέφοι ἄν· εἴ τι γὰρ ἀκούσιον δι’ ἄγνοιαν, εἴ τι δι’ ἄγνοιαν, ἀκούσιον.

    表达逻辑换位(ἀντιστροφή)的条件句结构。后文可补足为:εἴ τι γὰρ ἀκούσιον δι’ ἄγνοιαν [ἐστι],[显见] εἴ τι δι’ ἄγνοιαν, ἀκούσιον [ἐστι]。前一条件分句设立“若存在因无知而不自愿之物”的前提,随后得出换位推论“凡因无知之物皆是不自愿的”。

  2. 3.3ὅτι τῶν ἑκουσίως πραττόντων εἰδότων ταῦτα ἃ πράττουσιν ἐστίν

    属格短语 τῶν ... πραττόντων εἰδότων 作为连系动词 ἐστίν 的表语(表所属或特征的谓语属格),意为“知道自己所做之事属于/特有于自愿行事之人”。分词 εἰδότων 与 τῶν ἑκουσίως πραττόντων 保持性数格一致,构成限定修饰。

  3. 3.3τῷ ἐφ’ ἡμῖν εἶναι τὸ μὴ ταῦτα ἀγνοεῖν

    带冠词不定式 τῷ ... εἶναι 作为动词 παρέπεται 的支配对象(间接宾语或原因与格)。不定式 εἶναι 的主语是宾格的不定式短语 τὸ μὴ ταῦτα ἀγνοεῖν(“不对此类事物无知”),而 ἐφ’ ἡμῖν 则充当表语介词短语(“取决于我们自身”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:144.5-145.18