← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§143.6-144.4

抉择之艰难与恶习的自愿性

厄斯特拉齐奥阐释亚里士多德在1110a31及后续的论述,指明“在多数情况下”这一用语的指涉对象为权衡抉择之艰难,解释了因个别具体情境的繁复性而难以给出决断的缘由,并反驳将责任推卸给外在苦乐的观点(柏拉图之说),确立恶习同德性一样皆出于自愿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2

" Ὡς γὰρ ἐπὶ τὸ πολύ ἐστι." Τοῦτο δόξειεν ἂν οὐ πρὸς τὸ “ἔτι δὲ χαλεπώτερον τὸ ἐμμεῖναι τοῖς γνωσθεῖσι” εἰρηκέναι,1 ἀλλὰ πρὸς τὸ “ἔστι δὲ χαλεπὸν ἐνίοτε τὸ κρῖναι ποῖον ἀντὶ τοῦ ποίου αἱρετέον καὶ τί ἀντὶ τοῦ τίνος ὑπομενετέον.” διὰ τοῦτο γὰρ χαλεπόν, ὅτι ἔστιν ἃ μὲν ἀναγκάζονται αἰσχρά, ἃ δέ, εἰ μὴ πεισθεῖεν, προσδοκῶσι λυπηρά. χαλεπὴ δὲ ἡ τούτων διάκρισις. διὰ δὲ τὸ ταῦτα τοιαῦτα εἶναι, περὶ ὧν κρίνουσιν, ἐπαινοῦνται ἢ ψέγονται. ἐπαινοῦνται μὲν οἱ τὰ λυπηρὰ πρὸ τοῦ παθεῖν τὰ αἰσχρὰ ἑλόμενοι, ψέγονται δὲ οἱ φόβῳ τῶν λυπηρῶν ὑπομένοντες τὰ αἰσχρά. ἃ δὲ καθ’ αὑτὰ μὲν ἑκούσιά ἐστι, τυχὸν ὡς ἡ τῶν χρημάτων ἐν χειμῶνι ἀποβολή, ὡς πρότερον ἐπεσημήνατο. καὶ ἀντὶ τῶνδε αἱρετά, ἀντὶ τῶν προτεινομένων εἰδῶν. αἱ γὰρ πράξεις· καλῶς τοῦτο· οὐ γὰρ τὰ κοινῶς πράττεται, ἀλλ’ ἢ ἄρα θεωρεῖται, τὰ δὲ καθ’ ἕκαστα πράττεται. ἐπεὶ οὖν ὑπὲρ πάντα ὡς πράξεις δηλονότι καὶ αἱ κρίσεις τῶν πράξεων, εἴτε ἑκούσιοι εἴτε καὶ μή, ἐκ τούτων οὐ ῥᾴδιον ἀποδοῦναι διὰ τὸ ποικίλον καὶ πολύχουν τῶν πρακτῶν καὶ μή. ἀναγκάζει γὰρ ἔξω ὄντα. εἰ γὰρ καὶ τοῦτο, ὅμως ἐπεὶ ἐν ἡμῖν ἐστιν ἡ ἀρχὴ τοῦ αἱρεῖσθαι αὐτὰ ἢ μή, οὐ πάντα ἔσται ἀκούσια τὰ διὰ τούτων, ταῦτα καὶ χάριν τούτων. τούτων γὰρ χάριν, τουτέστι τῶν ἡδέων καὶ τῶν λυπηρῶν, τὰ μὲν φεύγοντες, τὰ δὲ διώκοντες. τὸ δὲ πάντες δηλονότι χωρὶς τῶν ἀγαθῶν λέγει. καὶ τῶν μὲν καλῶν ἑαυτούς. τοῦτο τείνοι ἂν πρὸς Πλάτωνα λέγοντα ἀγαθοὺς μὲν ἑκουσίως γίνεσθαι, κακοὺς δ’ ἀκουσίως. εἰ γὰρ ἡμεῖς αὐτοὶ αἴτιοι τοῦ ἀγαθοῖς εἶναι καὶ ἡ ἀρετὴ ἑκούσιον, εἴη ἂν ἑκούσιον καὶ ἡ κακία. τῶν γὰρ ἐκτὸς ὄντων ὁμοίων, τῶν τε καλῶν καὶ τῶν ἡδέων μὲν * * * αἰσχρῶν δὲ λέγειν,2 τὰ μὲν καλὰ ἑκόντας ἡμᾶς πράττειν, τὰ δὲ αἰσχρὰ ἄκοντας, οὐχ ὁμολογούμενον. ἔτι εἰ μὴ ἐξ ἀνάγκης ἀγαθοὶ οἱ ἀγαθοὶ ἀλλ’ ἑκόντες, δῆλον ὡς ἐνῆν αὐτοῖς καὶ μὴ ταῦτα αἱρεῖσθαι. οὕτω δ’ ἐπ’ αὐτοῖς γίνεται καὶ τὸ κακοῖς εἶναι.

“因为在多数情况下。” 这话似乎不是针对“然而坚持所判定之事更为困难”而言,而是针对“然而有时判断何者应当取代何者而被抉择、何者应当取代何者而被忍受是困难的”而言。因为之所以困难,是由于被迫做出的事是可耻的,而若不屈从所预期的事则是痛苦的。对这些事物的区分是困难的。正是由于他们所评判的这些对象具有如此性质,他们才受到赞扬或指责。那些宁可选择痛苦之事也不承受可耻之事的人受到赞扬,而由于恐惧痛苦之事而忍受可耻之事的人则受到指责。至于那些就自身而言是自愿的事物,或许正如先前所指出的风暴中抛弃财物之举。“而取代这些事物是可抉择的”,即取代所提出的诸种形态。“因为诸行为”:此言甚确;因为普遍之事并不被付诸实践,而仅仅被沉思,只有个别之事才被付诸实践。因此,由于行为的评判正如行为本身一样,无论自愿与否,尤其属于个别之事,故而鉴于可行与不可行之事的繁复与多样,基于这些事物给出普遍界定绝非易事。“因为作为外部之物它们施加强迫”:因为纵然如此,然而既然抉择它们与否的始原在我们自身之内,经由这些事物、因这些事物以及为了这些事物而发生之事便不会全是不自愿的。因为为了这些事物——即为了快乐之事与痛苦之事——人们才避开某些事物而追求另一些事物。而他说“所有人”,显然是将善人排除在外。“并将高尚之事归于自身”:这或许是针对柏拉图而言,后者主张人自愿成为善人,却不自愿成为恶人。因为如果我们自身是成为善人的原因,且德性是自愿的,那么恶习亦应当是自愿的。因为既然外部因素相似,在高尚之事与快乐之事上……而在可耻之事上却声称我们自愿践行高尚之事,却非出于意愿而践行可耻之事,这是不相一致的。此外,如果善人并非出于必然而是自愿成为善人,显而易见他们原本亦有可能不抉择这些事物。如此一来,成为恶人同样取决于他们自身。

语法注2 条
  1. 3.2Τοῦτο δόξειεν ἂν οὐ πρὸς τὸ “ἔτι δὲ χαλεπώτερον τὸ ἐμμεῖναι τοῖς γνωσθεῖσι” εἰρηκέναι

    在 δόξειεν ἄν 接不定词 εἰρηκέναι 的句式中,δόξειεν ἄν 与主动不定词 εἰρηκέναι 的隐含主语依语境为亚里士多德,宾格的 τοῦτο 作 εἰρηκέναι 的直接宾语(“他似乎并非针对……而说这话”)。注释者在此意在判定“因为在多数情况下”这一从属分句所修饰的上文先行句段。

  2. 3.2τῶν γὰρ ἐκτὸς ὄντων ὁμοίων, τῶν τε καλῶν καὶ τῶν ἡδέων μὲν * * * αἰσχρῶν δὲ λέγειν

    τῶν γὰρ ἐκτὸς ὄντων ὁμοίων 为独立属格结构(“当外在条件相似时”)。尽管版本中存在脱文标记(lacuna),句子的主要骨架仍清晰可见:不定词 λέγειν 作为句子的主语,与述语 οὐχ ὁμολογούμενον[ἐστί]构成主干(“声称……是不可取的/不一致的”),其后支配带逻辑主语的对格不定词从句 τὰ μὲν καλὰ ἑκόντας ἡμᾶς πράττειν, τὰ δὲ αἰσχρὰ ἄκοντας。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:143.6-144.4