← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§141.2-143.5

自愿与不自愿的划分及混合行为的范例

厄斯特拉条注解《尼各马可伦理学》第三卷第一章开篇(1109b30–1110a20),探讨了界定自愿与不自愿的必然性及其先后次序、不自愿的划分,并结合具体范例(如索皮鲁斯、奥德修斯、阿尔克迈翁、阿那克萨库斯等)考察了根据高尚目的与逼迫程度决定赞扬、谴责或宽恕的混合行为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0

Ἀναγκαῖος ἦν ὁ περὶ ἑκουσίου καὶ ἀκουσίου λόγος τῇ παρούσῃ πραγματείᾳ, πολιτικῆς καὶ πρακτικῆς οὔσῃ φιλοσοφίας, διὰ τὰς τιμὰς καὶ κολάσεις, περὶ ἃς τὸ ἑκούσιον 〈καὶ ἀκούσιον〉 ὁρᾶται, εἰς τὴν κατόρθωσιν. ἀναγκαῖον ἴσως διορίσαι· τὸ ἴσως οὐ πρὸς τὸ ἀναγκαῖον (ἀναγκαῖον γὰρ αὐτὸ διαλαβεῖν), ἀλλὰ τὸ ἴσως πρὸς τὸ πρῶτον διορίσαι1 (τοῦτο γὰρ λείπει), καὶ περὶ τῶν ἄλλων τῶν μελλόντων περὶ ἀρετῆς λέγεσθαι. οὐ γὰρ ὡς ἀναγκαῖος ὁ περὶ αὐτοῦ λόγος, οὕτω καὶ ἐν τῇδε τῇ τάξει. ἢ τὸ ἴσως ἀντὶ τοῦ ὁμοίως, ὥς 〈τινες ἀξιοῦσιν. καὶ γὰρ〉 καὶ ὁ ποιητὴς ἐπὶ τῶν Αἰάντων τῷ “ἶσον θυμὸν ἔχοντες” 〈ἀντὶ τοῦ ὅμοιον ἐχρήσατο〉. δοκεῖ δὲ ἀκούσια εἶναι. ὡς μὴ ἁπλῶς λεγομένου τοῦ ἀκουσίου, διαίρεσιν αὐτοῦ ποιεῖται εἰς τὸ βίᾳ καὶ τὸ δι’ ἄγνοιαν, εἶτα περὶ ἑκατέρου αὐτῶν ἐρεῖ καὶ ἀμφοτέροις ἀντιθήσει τὸ ἑκούσιον ὡς μοναχῶς λεγόμενον. ἰστέον γὰρ ὅτι ὥσπερ ἐπὶ τοῦ φιλεῖν καὶ μισεῖν τὸ μὲν πολλαχῶς λέγεται, τὸ φιλεῖν καὶ ψυχικῶς καὶ σωματικῶς, τὸ δὲ μισεῖν ἁπλῶς καὶ μοναχῶς, οὕτως καὶ ἐπὶ τῶν προκειμένων. τότε γὰρ ἀναγκαῖόν ἐστιν, εἰ θάτερον τῶν ἐναντίων πολλαχῶς λέγεται, καὶ θάτερον πολλαχῶς λέγεσθαι, ὡς ἐν τοῖς Τόποις κεῖται, εἰ μὴ πρὸς ἕκαστον τῶν ὑποκειμένων θατέρῳ τῶν ἐναντίων ἔχοι θάτερον τῶν ἐναντίων ἀντιτάξαι ἐναντίον. ἀναιρεῖται ἄρα ἡ τοῦ ἑκουσίου φύσις ἄμφω τὰ μέρη τοῦ ἀκουσίου. βίαιον δέ· βίαιόν ἐστιν, οὗ ἡ ἀρχὴ ἔξωθεν τοιαύτη οὖσα, ἐν ᾗ μηδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχων. τὸ δὲ τέλος τῆς πράξεως. τοῦτο καλῶς. ἃ γὰρ ἑκουσίως πράττομεν, ταῦτα αἱρούμεθα καὶ ὡς αἱρετὰ βουλόμεθα, εἶτα ἡ κρίσις, ἢ διὰ τὸ ἑκουσίως ἢ ἀκουσίως· τέλος γὰρ καὶ ταῦτα, ἀλλὰ τέλος ὡς παρεπόμενον καὶ οὐχ ὡς σκοπὸς καὶ οὗ ἕνεκα.

关于自愿与不自愿的论述,对于属于政治与实践哲学的当前专论而言是必要的,这是由于奖赏与惩罚的缘故,自愿[与不自愿]在其中得以显现,以求得匡正。在“或许有必要界定”中,“或许”并不修饰“必要的”(因为探讨它是必然的),而是修饰(所省略的)“首先界定”,并且先于将要论及的关于德性的其他事项。因为并非正如关于它的论述是必要的,在此顺序中也同样[是必要的]。或者“或许”用来代替“同样地”,正如[某些人所主张的;因为]诗人在论及埃阿斯们时亦用“怀着均等的心志”[代替了“相似的”]。关于“而不自愿的似乎是”:由于不自愿并非单纯地言说,他将其划分为出于暴力与出于无知,接着他将分别讨论它们,并将以单一方式言说的自愿与两者相对立。因为应当知晓,正如在爱与恨的情形中,爱在心灵上与肉体上以多种方式言说,而恨则单单以单一方式言说,在当下的论题中亦是如此。因为只有在无法将相反者中的另一方作为相对立者、与相反者中一方所从属的各个具体事态相对置时,若相反者中的一方以多种方式言说,另一方亦必然以多种方式言说,正如《论题篇》所载。因此,自愿的本性排除了不自愿的这两个部分。“强暴的”是指其始源在外部,处于其中的行动者或受动者丝毫不提供作用。“而行为的目的”,此言甚确。因为凡我们自愿践行之物,我们皆抉择之并作为可抉择之物愿望之,随后便产生评判,要么由于自愿,要么由于不自愿;因为这些亦是目的,然而是作为伴随之物而非作为目标与所为之故的目的。

§3.1

"Ὅταν αἰσχρόν τι." Ὡς Ζώπυρος 〈ὁ Πέρσης τὴν ῥῖνα καὶ τὰ ὦτα αὑτοῦ ἀποτεμὼν νίκης χάριν τῶν οἰκείων〉, καὶ Ὀδυσσεὺς πληγῇσιν ἑαυτὸν ἀεικελίῃσιν δαμάσας οἰκῆι ἐοικώς, ὡς γελᾶσθαι τοῖς μνηστῆσι. ψέγεται δὲ Δόλων φόβῳ τοὺς οἰκείους προδούς. τὰ γὰρ αἴσχισθ’ ὑπομεῖναι. ὥσπερ εἰσί τινες πράξεις καλαί, μὴ καλῶς γινόμεναι (οὐ γὰρ πᾶς ὁ δίκαιόν τι ποιήσας καὶ δικαίως πεποίηκεν), οὕτως εἰσί τινες καὶ αἰσχραὶ [τινες] πράξεις οὐκ αἰσχρῶς γινόμεναι. τὸ γὰρ ψεῦδος αἰσχρόν, ἀλλ’ ἐὰν ἐπ’ ὠφελείᾳ, οὐκ αἰσχρῶς, καὶ τὸ μιγῆναι ἀλλοτρίᾳ γυναικί, ἀλλὰ εἰ ἐπὶ τυράννου καθαιρέσει, οὐκ αἰσχρῶς· ἐν γὰρ τῇ προαιρέσει τὸ αἰσχρῶς. ὁ γὰρ τῶν τοιούτων τι ὑπομένων διά τι καλὸν οὐ ψεκτός, καὶ ὁ μηδενὸς χάριν ὑπομένων καλοῦ τι τούτων ψεκτός· αἰσχρὰ γὰρ καὶ αἰσχρῶς. ἐπ’ ἐνίοις δ’ ἔπαινος μὲν οὐ γίνεται. τοῦ μὴ πάντα τὰ οὕτως γινόμενα ἑκουσίως γίνεσθαι.2 τοῦτο πάλιν δεικτικὸν ἡμῖν καθὸ καὶ συγγινώσκονται οἱ ἄκοντες ποιοῦντες· προσεῖπε γάρ, ἐν δὲ τοῖς ἀκουσίοις συγγνώμης, ἐνίοτε δὲ καὶ ἐλέους τυγχάνειν. καὶ οὐ θαυμαστὸν ἐν ταῖς μικταῖς πράξεσι ποτὲ μὲν ἐπικρατεῖν τὸ ἑκούσιον, ὡς ἐφ’ ὧν ἔπαινοι καὶ ψόγοι, ποτὲ δὲ τὸ ἀκούσιον, ἐφ’ οἷς συγγνώμη. ὅταν διὰ τὰ τοιαῦτα πράξῃ τις ἃ φύσιν ἀνθρωπίνην ὑπερτείνει διὰ μέγεθος βασάνων καὶ κολάσεων, συγγνώμη τῷ τοιούτῳ. καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα,3 τὸν Ἀμφιαράου παῖδα, ᾧ ὁ πατὴρ ἀνελεῖν τὴν μητέρα ἐπέσκηψεν, εἰ δὲ μή, ἔσται τὸν πατέρα λυπῶν, ὃς οὐ δι’ ἀξίαν αἰτίαν ἱστορεῖται τοῦτο ποιῶν. ἄλλως. παρατίθεται τὸν 〈παρ’〉 Εὐριπίδῃ Ἀλκμαίωνα ὡς δι’ εὐτελῆ τινα ὑπομείναντα μητροκτονῆσαι. λέγει γὰρ παρ’ αὐτῷ ὁ Ἀλκμαίων “μάλιστα μὲν μ’ ἐπῆρεν ἐπισκήψας πατήρ, ὅθ’ ἅρμα εἰσέβαινεν εἰς Θήβας ἰών.” διὰ γὰρ τούτων ἐντολὰς τοῦ πατρὸς διηγεῖται, ὡς ἐντειλαμένου ἀποκτεῖναι τὴν μητέρα, καὶ καταρασαμένου αὐτῷ, εἰ μὴ ἀποκτείνῃ, ἀκαρπίαν γῆς καὶ ἀτεκνίαν, καὶ διαβολάς τινας τῆς μητρὸς λέγει, ὧν οὐδὲν ἦν ἄξιον τηλικοῦτον κακὸν ἀναγκάσαι τινὰ ποιῆσαι, παθόντα τὰ δεινότατα. ὁμοίως Ἀναξάρχῳ πτισσομένῳ καὶ ὑπομένοντι τὰ ἀτιμότατα καὶ μὴ ὑπομείναντι αἰσχρόν τι, καὶ Ζήνωνι τῷ τὴν γλῶσσαν ἀποφαγόντι καὶ ἀποπτύσαντι καὶ τὰ ἀπόρρητα μὴ ἐξειπόντι. ποῖον ἀντὶ ποίου αἱρετέον, ὡς καὶ Ἀχιλλεῖ πότερον παραμενετέον ἐν τῇ πατρίδι σωζόμενον ἢ πολεμοῦντα τοῖς Τρωσὶ θανεῖν καὶ “κλέος ἄφθιτον ἕξειν”.

“当某种可耻之事。” 正如波斯人索皮鲁斯[为了族人的胜利割去了自己的鼻子和耳朵],以及奥德修斯为了受到求婚者们的嘲弄而以可耻的鞭挞屈服自身,形同奴仆。而多隆则因出于恐惧背叛族人而受谴责。“因为忍受最可耻之事”:正如存在着某些高尚却并未高尚地践行的行为(因为并非凡做公正之事者皆公正地行事),亦存在着某些可耻却并未可耻地践行的行为。谎言是可耻的,但若为了利益则并非可耻地;与他人的妻子通奸[是可耻的],但若为了推翻僭主则并非可耻地;因为“可耻地”在于抉择之中。因此,为了某种高尚之物而忍受此类事物者不受指责,而并非为了高尚之物忍受这些事物中任一者便受指责;因为它们既是可耻的,又是可耻地践行的。“然而在某些事物上并不产生赞扬”[表明]:并非所有如此践行之事皆是自愿践行的。这再次向我们表明,非出于意愿而行事者亦会得到宽恕;因为他补充道,在不自愿的事务中人们会获得宽恕,有时甚至获得怜悯。在混合的行为中有时自愿占上风(如伴随着赞扬与谴责者),有时不自愿占上风(如获得宽恕者),这并不足为奇。当有人因那些由于拷问与惩罚的严重程度而超越人的本性的事物行事时,此类人应获宽恕。事实上,欧里庇得斯《阿尔克迈翁》中的安菲阿剌俄斯之子阿尔克迈翁,其父命令其弑母,否则便会令父亲悲痛,据传他行此事并非出于正当的理由。另一种解释是:他引证欧里庇得斯的阿尔克迈翁,指其为了微不足道的缘由而忍受弑母之举。因为阿尔克迈翁在剧中说道:“尤其是父亲在登上战车前往底比斯时所下的严令促动了我。”因为通过这些诗句,他叙述了父亲的训诫——其父命令他杀死母亲,并诅咒他若不杀害便土地不毛、断子绝孙——他还提到了针对母亲的某些诋毁,然而在经受极端可怕之事时,其中没有一项配得上强迫某人犯下如此滔天罪行。同样地,阿那克萨库斯被置于臼中舂捣,忍受了极尽屈辱之事却未忍受任何可耻之事;芝诺咬断并吐出舌头,不泄露机密。究竟该舍何取何,正如对阿喀琉斯而言:究竟是留在故土保全性命,还是抗击特洛伊人战死而“获得不朽的威名”。

语法注3 条
  1. 3.0τὸ ἴσως πρὸς τὸ πρῶτον διορίσαι

    对亚里士多德原文“或许有必要界定(ἀναγκαῖον ἴσως διορίσαι)”的句法分析:副词 ἴσως(或许)并非直接修饰 ἀναγκαῖον(必要的——仿佛探讨并非绝对必要),而是修饰此处省略的 πρῶτον(首先),即在论述德性的其他事项之前“或许首先予以界定”,或者将 ἴσως 理解为等同于 ὁμοίως(同样地)。

  2. 3.1τοῦ μὴ πάντα τὰ οὕτως γινόμενα ἑκουσίως γίνεσθαι

    承接前文引文“然而在某些事物上并不产生赞扬”,该属格冠词不定式短语依赖于未明言的支配词(如 δεικτικόν ἐστιν,“这表明了……”),用以说明亚里士多德该断言所指明的内容。紧随其后的句子(τοῦτο πάλιν δεικτικὸν ἡμῖν)明确呼应并证实了这一省略结构。

  3. 3.1καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα

    句首的宾格 τὸν Εὐριπίδου Ἀλκμαίωνα(欧里庇得斯的《阿尔克迈翁》[中的阿尔克迈翁])构成了缺乏主句动词的破格句(anacoluthon)或先行宾格,顺延至关系从句与分词结构中。紧随其后的“另一种解释(ἄλλως)”通过补出支配动词 παρατίθεται(“他引证了……”)将该句法结构重组为一个完整的句子。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:141.2-143.5