- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:139.12-140.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德《尼各马可伦理学》第2卷第9章(1109a30–1109b9),探讨了成年后自我习惯化(训练)的作用、避开如烟雾与巨浪般更具过失之极端的准则、特洛伊长老对待海伦之美的范例对抵御快乐的启示,以及具体行为中的中道界定依赖于感觉而非精确理据的论断。
" Διὸ δεῖ τὸν στοχαζόμενον τοῦ μέσου." Σημειωτέον ὅτι δοκεῖ αὐτῷ καὶ δι’ αὑτοῦ τις ἐθίζεσθαι. ἡ μὲν γὰρ ἐκ παίδων ἀγωγὴ ἐν ἄλλοις. ἔστι δὲ καὶ ἐν ἡλικίᾳ γινομένους αὑτοὺς ἐθίζειν γνωρίσαντας,1 ὅτι μὴ δύνανται αὐτοῖς αἱ κατὰ τὰς ἀρετὰς ἕξεις χωρὶς τῶν τοιούτων ἐθῶν περιγίνεσθαι. ὥστε καὶ τὰ ἔθη ἑκούσιά τε καὶ ἐφ’ ἡμῖν. καὶ εἴη ἂν τοῦτο ἡ ἄσκησις αὐτεξούσιόν τι ἔθος ὂν καὶ ἐξ αὑτοῦ γινόμενον. εἰ δὲ τοῦτο, οὐκ ἀποκέκλεισται ὁ ἐκ παίδων ἐθισθεὶς καλῶς τοῦ αὐτεξουσίως καὶ κατὰ τὸ ἑκούσιον τὴν ἀρετὴν ἀναλαμβάνειν ἀλλὰ μὴ ἀνάγκῃ. τὸ τοῦ μὲν καπνοῦ καὶ κύματος.2 τὰ ἔπη ταῦτα ἡ Κίρκη δοκεῖ λέγειν παρὰ τῷ ποιητῇ, οὐχ ἡ Καλυψώ. καπνῷ δὲ καὶ κύματι ἐπείκασε τὸ τοιοῦτον ἄκρον, τὸ φευκτὸν αὐτοῦ δεικνὺς ὁ φιλόσοφος. ἁμαρτωλότερον δέ φησι τὸ μᾶλλον ἐναντίον τῷ μέσῳ καὶ ἀνομοιότερον καὶ ἀρνούμενον τὴν πρὸς τὸ μέσον συγγένειαν, ἧττον δὲ τούτου, ᾧ δηλονότι πρῶτον προσάγειν δεῖ ἡμᾶς αὑτοὺς διὰ τῶν ἐθῶν ἀπάγοντας τοῦ μᾶλλον ἐναντίου τῷ μέσῳ.
“因此,瞄准中道的人必须。” 应当指出,他认为人亦能通过自身习惯化。因为童年以来的教养掌握在他人手中;但在成年之后,当人们认识到若无此类习惯便不能获得合乎德性的品质状态时,亦能够使自身习惯化。因此习惯亦是自愿的,并且取决于我们自身;而这作为一种自我决定的、出于自身的习惯,便构成训练。如果确实如此,那么自幼受到良好习惯熏陶的人,并非被排除在自我决定地、出于意愿而非出于必然地获取德性之外。“远离烟雾与巨浪”这一诗句。在诗人那里,说出这些诗句的似乎是喀耳刻而非卡吕普索。哲学家将这种极端比作烟雾和巨浪,表明它是应当避开的。他说,与中道更相反、更不相似且拒斥与中道之亲缘关系的极端是更具过失的,而显然我们应当通过习惯使自身首先趋向的、藉以使我们自身脱离那与中道更相反之极端的另一极端,则是较少过失的。
"Ὅπερ οὖν οἱ δημογέροντες ἔπαθον." Διὰ τοῦ σοφοῦ τούτου ὑποδείγματος ἔδειξεν Ἀριστοτέλης, ὡς χρὴ τὴν ἡδονὴν οὐχ ὡς αἰσχρὰν εἰδότας τὴν αὐτῆς φύσιν ἀποπέμπεσθαι ἡμᾶς (ποία γὰρ χάρις τοῦ τῶν αἰσχρῶν ἀποστροφὴν ἔχειν, αὐτόθεν τοῦ πράγματος στυγητοῦ ὄντος;), ἀλλὰ καὶ τὸ ἡδὺ ταύτης εἰδότας καὶ τὸ καλὸν ὥσπερ τὸ κάλλος Ἑλένης οἱ δημογέροντες, ὅμως τῶν ἀποβαινόντων ἕνεκα φαύλων παραιτεῖσθαι καὶ παρεκκλίνειν τὸ ἧδον καὶ καταγοητεῦον ἡμᾶς, ὡς ἂν μὴ διὰ μικρὰν ἀπόλαυσιν καὶ πρόσκαιρον ῥᾳστώνην λάθωμεν τὰ αἴσχιστα ἑαυτοῖς περιποιησάμενοι.3 οὐ γὰρ διορίσαι ῥᾴδιον. ἐν τοῖς τοιούτοις οὐ δεῖ τὴν ἀκρίβειαν 〈ζητεῖν〉 ὡς εὑρήσοντας τῷ λόγῳ οὐδὲ τοῖς τοὺς τοιούτους ἐρωτῶσι λόγους συγκαθιέναι δεῖ, ἀλλὰ προλέγειν τοιαύτην οὖσαν τὴν ἐφ’ ὧν ἐρωτῶσι φύσιν, ὡς μὴ δέχεσθαι τὸ ὡρισμένον καὶ ἀκριβές, ὃ ἀπαιτοῦσιν οἱ οὕτως ἐρωτῶντες. οὐ γὰρ ἔστιν ὁρίσαι τῷ λόγῳ περὶ τί τῶν προστιθεμένων ὁ σωρός, ὥσπερ οὐδὲ ἐπὶ τῶν πρακτῶν. ὡς γὰρ ἐπὶ τούτοις ὁ μικρὸν ἐκβαίνων οὐ ψέγεται οὐδὲ ἐπὶ πλέον, οὕτω καὶ ἐπ’ ἐκείνων ἡ τοῦ βραχέος προσθήκη οὐ ποιεῖ σωρόν. γίνεται μὲν γάρ ποτε σωρὸς ἐκ τῆς τῶν πλειόνων προσθήκης, οὐ μὴν οἷόν τε ὁρίσαι τῷ λόγῳ τὸ πότερον τοῦτό ἐστιν. οὐ γὰρ ὁ λόγος τῶν αἰσθητῶν ἀλλ’ αἴσθησις κριτής. τὰ δὲ τοιαῦτα ἐν τοῖς καθ’ ἕκαστα. τὰς πράξεις, φησίν, ἐν αἷς τὸ μέσον ζητεῖται. τῶν γὰρ καθ’ ἕκαστα αὗται. καὶ ἐν τοῖς αἰσθητοῖς, ὧν ἡ αἴσθησις κριτὴς ἀλλ’ οὐ λόγος. οὐδ’ ἔστιν ἐπ’ αὐτῶν ὁρίσαι τῷ λόγῳ τὸ μέσον. αἴσθησιν δὲ λέγοι ἂν κοινότερον καὶ τὴν ἀντίληψιν καὶ πεῖραν τῶν τε πρακτῶν καὶ τῶν παθῶν. ἀποκλίνειν δὲ δεῖ, ἤτοι ἐπὶ τοῦ αὐτοῦ πάθους καὶ τῆς αὐτῆς πράξεως. ἀξιῶν μετακινεῖν αὐτοὺς πρὸς τὸ μὴ δυσαπαλλάκτως ἔχειν ἀπό τινος αὐτῶν,4 ἢ καὶ ἐπ’ ἄλλου καὶ ἄλλου, ὡς ἐφ’ ὧν μὲν ἡ ἔλλειψις ἐναντίον μᾶλλον, ἐπὶ τὴν ὑπερβολὴν ἀποκλίνειν, ἐφ’ ὧν δ’ ἡ ὑπερβολή, ἐπὶ τὴν ἔλλειψιν, ὡς προείρηκεν.
“正如民众的长老们所体验到的那样。” 亚里士多德通过这个明智的范例表明,我们应当屏弃快乐,并非因知晓其本性可耻(因为如果事物本身便是可憎的,对可耻之物抱有厌恶又有何可称道呢?),而是正如民众的长老们深知海伦之美那样,即便知晓其愉悦与美好,却仍因不良的后果而拒绝并回避快乐及诱惑我们的事物,以免因一时的享受与暂时的安逸而在不知不觉中为自身招致极大的羞耻。“因为要加以界定并非易事。”在诸如此类的事态中,不应当力求精确,宛若能通过理据发现它一般,亦不应当向提出此类论辩的人让步,而应当预先指出,他们所质询之事物的本性就是不容纳那种确定的、精确的界限的,而这种界限正是如此质询者所要求的。因为正如在实践事务中一样,无法通过理据界定在添加之物的哪一粒上形成了堆。因为正如在实践中轻微偏离者不应受指责,甚至偏离稍多亦不受指责,在谷堆的情形中微小的增加亦构不成堆。诚然,从较多的增加中终究会产生堆,但不可能通过理据界定这究竟是哪一粒;因为可感觉之物的裁决者并非理据,而是感觉。而此类事物存在于具体个别之中。他指的是在其中寻找中道的行为;因为行为属于具体个别之列。它们亦存在于可感觉之物中,感觉而非理据是其裁决者;在它们之中不可能通过理据界定中道。他或许是在更宽泛的意义上使用“感觉”一词,亦指对实践事务和情感的把握与经验。“但应当偏向”,即或者就同一种情感和同一种行为而言,旨在使人们转移,以便不至于难以脱身于其中的某一极端;或者就不同情形而言,正如他此前所说,在不足更为相反的情形下偏向过度,而在过度更为相反的情形下偏向不足。
- 2.26ἔστι δὲ καὶ ἐν ἡλικίᾳ γινομένους αὑτοὺς ἐθίζειν γνωρίσαντας
非人称动词 ἔστι 支配不定式 ἐθίζειν,其逻辑主语由宾格复数分词 γινομένους 与 γνωρίσαντας 充当,而反身代词宾格 αὑτούς 则充当不定式的直接宾语,句构为“人们成年之后,在认识到……之后使自身习惯化亦是可能的”。
- 2.26τὸ τοῦ μὲν καπνοῦ καὶ κύματος
中性单数定冠词 τό 冠于引自荷马《奥德赛》卷十二的诗句(引语)之前,起整体引述的作用,随后的 τὰ ἔπη ταῦτα 则对这一所引短语进行同位说明。
- 2.27ὡς ἂν μὴ διὰ μικρὰν ἀπόλαυσιν καὶ πρόσκαιρον ῥᾳστώνην λάθωμεν τὰ αἴσχιστα ἑαυτοῖς περιποιησάμενοι
连词 ὡς ἄν μή 引导否定目的从句,虚拟式动词 λάθωμεν 与补充分词 περιποιησάμενοι 构成典型的“λανθάνω + 分词”句式,意为“以免我们在不知不觉中为自身招致极大的羞耻”。
- 2.27ἀξιῶν μετακινεῖν αὐτοὺς πρὸς τὸ μὴ δυσαπαλλάκτως ἔχειν ἀπό τινος αὐτῶν
分词 ἀξιῶν(主格阳性单数)指向亚里士多德,表明其要求行为主体(αὐτούς)转移以便不执迷于任一极端的用意;随后的 ἢ καί 则引出对这一规则适用范围的另一重并列解释。
