← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§12.31-13.40

最高善的探求与否定欲望的无限后退

厄斯特拉提奥斯注解了亚里士多德《尼各马可伦理学》第一卷第二章(1094a18),将可行之终极目的(最高善)的探求与存在论的目的阶序加以对比,并阐明了否定欲望无限倒退的归谬论证以及原文中因插入语所导致的倒置句式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

" Εἰ δή τι τέλος ἐστὶ τῶν πρακτῶν, ὃ δι’ αὑτὸ βουλόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα δι’ ἕτερον αἱρούμεθα (πρόεισι γὰρ οὕτως εἰς ἄπειρον, ὥστ’ εἶναι κενὴν καὶ ματαίαν τὴν ὄρεξιν), δῆλον ὡς τοῦτ’ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον." Ὅτι μὲν δὴ πᾶσα ἕξις ἀνθρώπου αἱρετὴ καὶ πᾶσα πρᾶξις ἀγαθοῦ ἐφίεται καὶ ὅτι τούτων αἱ μέν εἰσι τελειότεραι, αἱ δὲ ἀτελέστεραι, ὡς εἶναι τὰς μὲν προϊσταμένας, τὰς δὲ ὑπ’ ἐκείνας, καὶ ὡς τῶν τελειοτέρων τὰ τέλη αἱρετώτερά ἐστιν ἐκείνων, ἃ ταῖς ὑπ’ αὐτὰς τέλη ἐστίν, δῆλον ἐκ τῶν εἰρημένων. ζητεῖται δὲ ἐνταῦθα, εἰ ἔστι τέλος ἕν, ὑφ’ ὃ πάντα τὰ τέλη ἀνάγονται, ὡς εἶναι ἐκεῖνο τοῦ ἀνθρώπου τέλος ᾗ ἄνθρωπός ἐστι. τὸ μὲν γὰρ κοινὸν τέλος πάντων τῶν ὄντων ᾗ ὄντα ἐστί τὸ κοινόν ἐστιν ἀγαθόν, ὅπερ ἐστὶν ὁ θεός. δεῖ δὲ καὶ ἕκαστον τῶν ὄντων ἔχειν τι ἀγαθὸν ἰδιαίτατον τῆς οἰκείας κατ’ εἶδος ὀντότητος, οὗ προσεχῶς ἐφίεται, καὶ διὰ τῆς αὐτοῦ ἐπιτεύξεως τῷ ὁλικωτάτῳ οἰκειοῦται καὶ κοινοτάτῳ ἀγαθῷ κατὰ τὸ ἀνάλογον. ὡς γὰρ διὰ τῆς οἰκείας ὀντότητος, ἥτις τὸ εἶδός ἐστιν, εἰς τὸ κοινὸν ὂν ἕκαστον ἀναφέρεται, ἐκπῖπτον δ’ αὐτῆς καὶ τοῦ ὄντος ἐκπίπτει ἁπλῶς εἰς τὸ μὴ εἶναι χωροῦν, οὕτως καὶ διὰ τοῦ οἰκείου εὖ εἰς τὸ ἁπλῶς εὖ ἀναφέρεται· ἐκπῖπτον δὲ τοῦ οἰκείου ἐκπίπτει καὶ τοῦ ἁπλῶς. ζητεῖ τοίνυν εἰ ἔστι τέλος τοιοῦτον τῶν πρακτῶν ἀγαθῶν, ὃ τῶν λοιπῶν ἐστι τελικώτατόν τε καὶ σκοπιμώτατον, ὃ καθ’ αὑτό τέ ἐστιν ἐν ταῖς πράξεσιν αἱρετὸν καὶ δι’ ἑαυτό. καὶ τοῦτο δείκνυσι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. εἰ μὴ ἔστι τέλος τῶν πρακτῶν, ὃ δι’ αὑτὸ αἱρετὸν ὡς ἐν πρακτοῖς καὶ μὴ δι’ ἕτερον, εἰς ἄπειρον πρόεισιν ἡ ὄρεξις· εἰ εἰς ἄπειρον πρόεισιν ἡ ὄρεξις, οὐκ ἐφικνεῖται τελικωτάτου τινός· εἰ τοῦτο, κενὴ καὶ ματαία ἐστίν. εἰ μὴ ἔστιν ἄρα τῶν πρακτῶν τέλος δι’ ἑαυτὸ αἱρετόν, κενὴ ἔσται καὶ ματαία ἡ ἀνθρώπου ὄρεξις· ὅπερ ἄτοπον. τὸ γὰρ ματαίως ὀρεγόμενον οὐδενὸς ἐφικνεῖται ἀγαθοῦ, τὸ δὲ μηδενὸς ἐφικνούμενον ἀγαθοῦ ἔκπτωτόν ἐστι παντὸς ἀγαθοῦ· τὸ ἄρα ματαίως ὀρεγόμενον ἔκπτωτόν ἐστι παντὸς ἀγαθοῦ. ἔστιν ἄρα τέλος τῶν πρακτῶν ὃ δι’ ἑαυτὸ αἱρετὸν καὶ οὐ δι’ ἕτερον, ὡς ἐν πρακτοῖς. ἡ δὲ διάθεσις τῆς λέξεως ληφθεῖσα μεθ’ ὑπερβάσεως ἀσάφειαν ἀπετέλεσε καὶ δέον αὐτὴν ἐπὶ τὸ σαφέστερον ἀμειφθῆναι.1 εἰ δή τι τέλος ἐστὶ τῶν πρακτῶν ὃ δι’ αὑτὸ βουλόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα δι’ ἕτερον αἱρούμεθα, δῆλον ὅτι τοῦτ’ ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. πρακτὰ δέ εἰσιν ἐκεῖνα, ὅσα πράττουσιν ἡμῖν περιγίνεται· ταῦτα δέ ἐστί τινα ἀγαθά, ἃ διὰ τῶν τεχνῶν καὶ τῶν μεθόδων καὶ τῶν τούτοις συστοίχων κτώμεθα· ταῦτα δὲ ἀτελῆ ὄντα ὡς μὴ τῆς ἀνθρωπίνης ἐφικνούμενα τελειότητος δεῖ ἔχειν τέλος τι ἕν, εἰς ὃ γεγονὼς ὁ ἄνθρωπος τέλειος ἄνθρωπος γίνεται.2 καὶ εἴη ἂν τοῦτο τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος, καὶ ἄριστον τῶν πρακτῶν ἀγαθῶν ἃ πράττων ὡς ἄνθρωπος κατορθοῖ, ὡς πάντα τὰ ἄλλα πρὸς αὐτὸ ἀναφέρεσθαι καὶ δι’ ἐκεῖνο εἶναι ἀγαθά. καὶ οὕτως ἔσται ἡ λέξις τὸ σαφὲς ἔχουσα, τὰ δὲ μεταξὺ ἐμβεβλημένα κατασκευαστικά ἐστι τῆς ἐπινοουμένης προσλήψεως, τῆς ‘ἀλλὰ μὴν ἔστι τι τέλος τῶν πρακτῶν, ὃ δι’ αὑτὸ βουλόμεθα καὶ οὐ πάντα δι’ ἕτερον αἱρούμεθα’. ταῦτα δὲ λέγεται περὶ τῆς καλουμένης εὐδαιμονίας.

“那么,如果可行之事确有某种目的,是我们因其自身而意愿的,而其余事物则是为了它[而被意愿的],并且我们并非为了别的什么而选择一切(因为这样就会进行至无穷,以致欲望变得空虚而徒劳),那么显然,这应当就是善和最高之善。” 人的每一种值得选择的品质和每一种行动都追求某种善,并且在这些当中,有些更为完满,有些则不那么完满,以致有些居于统率地位,有些则从属于它们,而且较完满者的目的比从属于它们者的那些目的更值得选择,这一切由已述的内容即可明了。但这里所探究的是,是否存在着一个所有目的都归从于其下的单一目的,以致它作为人成其为人的目的。因为一切存在物作为存在物而言的共同目的,乃是共同的善,即神。但每一个存在物也必须具有某种最适合于其自身形式上之存在的特有之善,这是它直接所追求的,并且通过获得它,按比例关系而归合于最普遍、最共同的善。因为正如通过形式这一特有之存在,各物被归于共同的存在,而一旦从其脱落,也就直接从存在脱落而走向非存在一样,通过特有的善好状态,各物也被归于单纯的善好状态;而一旦从特有的善好状态脱落,也就从单纯的善好状态中脱落。于是他探究,在可行之善中是否存在着这样一个对于其余事物而言最具有目的性且最适宜作为目标的目的,它在行动中自身即是值得选择的,并且是因其自身而值得选择的。他通过归谬法证明了这一点。如果在可行之事中不存在某种如在可行之事中那样因其自身、而非为了别的什么而值得选择的目的,欲望就会进行至无穷;如果欲望进行至无穷,它就达不到任何最终极的目的;如果是这样,它就是空虚而徒劳的。因此,如果在可行之事中不存在因其自身而值得选择的目的,人的欲望就将是空虚而徒劳的;但这荒谬不经。因为徒劳地欲望者达不到任何善,而达不到任何善者便从一切善中脱落;因此徒劳地欲望者便从一切善中脱落。所以,在可行之事中存在着某种因其自身而非为了别的什么而值得选择的目的,正如在可行之事中所呈现的那样。然而,文句的这种布局因带有倒置而造成了晦涩,有必要将其改换得更为清晰:“那么,如果可行之事确有某种目的,是我们因其自身而意愿的,而其余事物则是为了它,并且我们并非为了别的什么而选择一切,那么显然,这应当就是善和最高之善。” 可行之事就是我们在行动中所获得的那些事物;这些是某些善,是我们通过诸技艺、诸方法以及与它们同列的事物所获取的;而这些由于未能达到人的完满性而属于不完满的,它们必须具有一个单一的目的,人一旦达到这个目的,就成为完满的人。这应当就是人作为人而言的善,并且是人作为人行动时所成就的可行之善中的最高之善,以致其余一切事物都归于它,并因它而成为善。这样,文句就获得了清晰性,而插入其间的话则是为了确立那被意会出的小前提:“但是,可行之事确有某种目的,是我们因其自身而意愿的,且我们并非为了别的什么而选择一切。” 这些话乃是关于所谓的幸福而说的。

语法注2 条
  1. 1.7δέον αὐτὴν ἐπὶ τὸ σαφέστερον ἀμειφθῆναι

    非人称动词 δεῖ 的中性分词 δέον 省略系动词 ἐστίν 的谓语结构(相当于 δεῖ),由 καί 与前面的定式动词 ἀπετέλεσε 并列连接,意为“有必要将它(文句的布局)改换为更清晰的形式”。承接前半句对亚里士多德行文倒置导致晦涩的批评,引出下文理顺语序后的重述。

  2. 1.7εἰς ὃ γεγονὼς ὁ ἄνθρωπος τέλειος ἄνθρωπος γίνεται

    介词短语 εἰς ὅ 与完成时分词 γεγονώς 连用,表示到达或达至某种状态:“人一旦进入/达到这一目的,便成为完满的人”。关系代词 ὅ 的先行词是前面的 τέλος τι ἕν(一个单一的目的)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:12.31-13.40