- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:137.28-139.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉修探讨了亚里士多德将义愤定为嫉妒与幸灾乐祸之中道所引发的难题(二者是否源于同一种品格)并给出了解决方案,随后解释了正义论的延后,并分析了三种品质状态之间以某种方式相互对立的机制。
" Νέμεσις δὲ μεσότης φθόνου." Ζητήσει ἄν τις εὐλόγως, πῶς μεσότης ἡ νέμεσις φθόνου καὶ ἐπιχαιρεκακίας καὶ ὑπερβολῆς καὶ ἐλλείψεως, περὶ λύπας καὶ ἡδονὰς τὰς ἐπὶ τοῖς πέλας συμβαίνουσι γινομένας. δοκεῖ γὰρ τοῦ αὐτοῦ ἤθους εἶναι τό τε λυπεῖσθαι ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις καὶ τὸ χαίρειν ἐπὶ ταῖς τῶν ἀγαθῶν δυσπραγίαις, ὃ καὶ αὐτὸς δείκνυσιν ἐν ταῖς ῥητορικαῖς τέχναις. ὁ γὰρ λυπούμενος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις οὗτος καὶ ἥδοιτ’ ἂν τῶν ἀγαθῶν δυστυχούντων. εἰ δὲ τοῦτο, οὐκ ἂν εἶεν αἱ ἕξεις ὅ τε φθόνος καὶ ἡ ἐπιχαιρεκακία διεστῶτα ὡς ὑπερβολὴ καὶ ἔλλειψις· τοῦ αὐτοῦ γὰρ ἄμφω. εἰ δὲ μὴ αὗται διεστᾶσιν, οὐδ’ ἂν ἡ νέμεσις αὐτῶν εἴη μεσότης. εἰ μὲν οὖν ἔλεγον τὴν νέμεσιν μεσότητα μὴ τούτων εἶναι1 ἀλλὰ φθόνου, ὅς ἐστι λύπη ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις, καὶ οὐκ ἐπιχαιρεκακίας ἀλλὰ τοῦ ἐπὶ πᾶσι λυπουμένου, τοῦ ἐπιλύπου τε καὶ λυπηροῦ κληθέντος, ἀλλ’ οὕτω τὸ ὑπερβάλλειν κατὰ τὸ λυπεῖσθαι (ἡ γὰρ νέμεσις μεταξὺ ἂν τούτων ἐτάχθη, λύπη οὖσα 〈ἐπὶ〉 ταῖς τῶν κακῶν εὐπραγίαις) ἀλλὰ φθόνου καὶ ἐπιχαιρεκακίας, ὡς εἴρηται. ἢ δύναται καὶ ὁ ἐπιχαιρέκακος ἐναντίος εἶναι τῷ νεμεσητικῷ, ὥσπερ καὶ ὁ φθονερὸς ἐπὶ πᾶσι τοῖς κακοῖς χαίρων καὶ ὑπερβάλλων κατὰ τὸ χαίρειν. καὶ γὰρ καὶ αὐτὸς οὕτω νῦν δοκεῖ τοῦ τε φθόνου καὶ τῆς ἐπιχαιρεκακίας μνημονεῦσαι. τὸν μὲν γὰρ φθονερὸν ἐπὶ πᾶσι λέγει λυπεῖσθαι τοῖς εὖ πάσχουσι, τὸν δ’ ἐπιχαιρέκακον ἐπὶ πᾶσι χαίρειν τοῖς κακῶς πάσχουσι. δοκεῖ δὲ μὴ τοῦ αὐτοῦ εἶναι τό τε ἐπίλυπον καὶ τὸ ἀμέτρως πάλιν ἡδόμενον.
“义愤是嫉妒的中道。” 人们理所当然会追问,就发生在邻人身上的事情所引起的痛苦与快乐而言,义愤如何既是嫉妒与幸灾乐祸的中道,又是过度与不足的中道。因为对善人的得势感到痛苦与对善人的不幸感到欢喜,似乎属于同一种品格,这一点他本人在《修辞学》中亦予以表明。因为对善人的得势感到痛苦的人,在未受影响者遭遇不幸时亦会感到欢喜。如果确实如此,那么嫉妒与幸灾乐祸这两种品质状态就不会作为过度与不足而相互对立;因为二者皆属于同一人。而若它们不是对立分离的,义愤也就不会是它们的中道。因此,倘若他们说义愤不是这两者的中道,而是嫉妒(即对善人的得势感到痛苦)与并非幸灾乐祸而是对一切皆感到痛苦者(即被称为多悲者或带来痛苦者)的[中道],那么在感受痛苦上的过度就会以这种方式[得到解释](因为义愤就会被置于这二者之间,它是对恶人的得势感到痛苦);然而正如所言,[它乃是]嫉妒与幸灾乐祸的[中道]。抑或幸灾乐祸者亦能与怀有义愤者相反,正如同嫉妒者一样,通过对一切恶事感到欢喜并在欢喜上过度?因为他本人现在似乎亦正是如此提及嫉妒与幸灾乐祸的。因为他说嫉妒者对一切境遇良好者感到痛苦,而幸灾乐祸者对一切境遇恶劣者感到欢喜。而在同一人身上,似乎不可能既多悲又反过来无度地感到愉悦。
"Περὶ δὲ δικαιοσύνης." Ἐπεὶ ἡ δικαιοσύνη κατὰ τὴν τῶν κοινῶν νομήν ἐστιν ἕξις καὶ τὰ σύμβολα, νεμητικὴ μὲν τοῦ κατ’ ἀξίαν ἴσου, ἐπανορθωτικὴ δὲ τῆς ἐν τοῖς συμβόλοις διὰ πλεονεξίαν ἀνισότητος, καὶ διὰ τοῦτο πλείονος ἐδεῖτο λόγου, εἰς τὸ ἑξῆς ἀναβάλλεται τὸ περὶ αὐτῆς ἐρεῖν, καὶ πῶς ἐστιν ἡ δικαιοσύνη μεσότης. πᾶσαι πάσαις ἀντίκεινταί πως.2 καλῶς τὸ πῶς, οὐ γὰρ ἁπλῶς. εἰ γὰρ τοῦτο, ἀνῄρητο ἂν τὸ ἓν τῷ ἑνὶ ἐναντίον εἶναι. πῶς οὖν ἀντίκεινται πᾶσαι πάσαις ἀλλ’ οὐχ ἁπλῶς. καθόσον μὲν γὰρ τὰ ἐναντία πλεῖστον ἀλλήλων διεστήκασι, τοῖς δὲ πλεῖστα διεστηκόσιν ἔσχατον ἐντυγχάνομεν (ἀπὸ γὰρ τοῦ ἑτέρου ἄκρου τῶν τε πράξεων καὶ τῶν παθῶν μεταβαίνοντες πρώτῳ ἐντυγχάνομεν τῷ ἐν αὐτοῖς μέσῳ, τελευταίῳ καὶ τῷ ἑτέρῳ ἄκρῳ), κατὰ τοῦτο ἡ ὑπερβολὴ τῇ ἐλλείψει ἐναντίον. ὡς γὰρ τὸ ἴσον μεταξύ, οὕτω καὶ τὸ μέσον. ἀντίκειται δὲ πρὸς τὰ ἄκρα οὐ τῷ πλεῖστον ἀφεστηκέναι (ἐγγὺς γὰρ τούτων, ὡς καὶ αὐτὸς ἐρεῖ, καὶ ὁμοιότερον) ἀλλ’ ὡς σύμμετρον ἀσυμμέτροις εἶναι 〈καὶ ὡς ὡρισμένον ἀορίστοις. αἱρεῖται γὰρ ἀεὶ τὸ μέσον τὸ〉 ὡρισμένον τε καὶ σύμμετρον τὸ πρὸς ἡμᾶς, ἀλλ’ οὐχὶ τὸ πρὸς τὸ πρᾶγμα· τὰ δὲ ἄκρα τὸ ἀσύμμετρον αἱρεῖται καὶ ἄμετρον· καθὸ καὶ ψεκτὰ καὶ πλεῖστον διεστῶτα τοῦ μεμετρημένου τε καὶ συμμέτρου. ἀλλ’ οὐ τῷ ἄκρῳ εἶναι· 〈αὐτὰ γὰρ ἀλλήλοις ἀντίκεινται τῷ ἄκρα εἶναι〉· τῷ μέσῳ γὰρ αἱ ἀσυμμετρίαι ἀντίκεινται. εὐκολώτερον γὰρ ἐκ τῆς ὑπερβολῆς ἐπὶ τὴν ἔλλειψιν ἐλθεῖν καὶ ἀπὸ ταύτης ἐπ’ ἐκείνην ἢ ἐπὶ τὸ οὕτω μέσον. κοινωνία γὰρ ἐκείνοις κατὰ τὸ ἀσύμμετρον πρὸς ἄλληλα· πρὸς δὲ τὸ μέσον κατ’ αὐτὸ τοῦτο διάστασίς τε καὶ μάχη, ὡς καὶ ἀπὸ τῶν καθ’ ἕκαστα δῆλον. ὁ γὰρ δειλὸς εὐκολώτερον ἄν τι θρασὺ πράξαι ἢ ἀνδρεῖον, ὥστε κατὰ μὲν τὸ σύμμετρον καὶ ἄμετρον τοῖς ἄκροις πρὸς τὸ μέσον ἡ μάχη κἀκείνου πρὸς ταῦτα, κατὰ δὲ τὴν ὑπερβολήν τε καὶ ἔλλειψιν πρὸς ἄλληλα. καὶ διὰ τοῦτο πῶς ἀλλ’ οὐχ ἁπλῶς τούτοις τὸ ἀντικεῖσθαι.
“关于正义。” 由于正义是关乎公共事物分配及契约的品质状态,配分按配得相称的平等,并矫正契约中因贪得而产生的不平等,且因此需要更冗长的论述,故而关于它的讨论以及正义如何是中道的问题被推迟到后文。“所有各方均以某种方式彼此对立。”“以某种方式”用得很妥当;因为并非无条件地对立。因为若那样的话,一物仅与一物相反的原则便会被取消。那么,所有各方究竟如何以某种方式而非无条件地彼此对立呢?因为一方面,只要相反之物彼此相距最远,而对于相距最远之物我们是最后碰到的(因为在从行为和情感的一极端过渡时,我们最先碰到的是它们之间的中间,最后才碰到另一极端),在这一层面上过度与不足是相反的。因为正如平等者居于中间,中间者亦是如此。另一方面,[中间]与两极端相对立,并非因其相距最远(因为正如他本人接下来将指出的,它接近两极端且更为相似),而是作为相称者与不相称者相对立(亦作为被规定者与未规定者相对立。因为中间总是选择对我们而言被规定且相称的,而非对事物而言的;而两极端则选择不相称且无度的;在此意义上它们是可受指责的,且与被测度及相称者相距最远。但并非因其是极端;因为极端由于是极端而彼此相对立;与中间相对立的乃是不相称性)。因为从过度走向不足,再从不足走向过度,比走向这样的中间更容易。因为两极端在不相称方面彼此具有相通性;但对于中间而言,恰恰由于这一特性而存在分立与冲突,这从具体事例中亦显而易见。因为怯懦者做出一件鲁莽之事比起做出勇敢之事要容易得多;因此在相称与无度方面,两极端与中间之间、中间与两极端之间存在冲突,而在过度与不足方面,两极端彼此之间存在冲突。正是由于这个原因,对这些事物而言,相对立乃是“以某种方式”而非“无条件地”。
- 2.24εἰ μὲν οὖν ἔλεγον τὴν νέμεσιν μεσότητα μὴ τούτων εἶναι
句首由 εἰ μὲν οὖν 引导的条件句构成了破格句(anacoluthon):在提出了设想中的另一种中道安排(嫉妒与多悲者之间)之后,句法中断并转折回到亚里士多德的实际文本(ἀλλὰ φθόνου καὶ ἐπιχαιρεκακίας, ὡς εἴρηται),随后由 ἢ δύναται... 引出注疏者自己的解决方案。
- 2.25πᾶσαι πάσαις ἀντίκεινταί πως
虽然正文中未加引号,但此处是直接引用《尼各马可伦理学》卷二第八章开头(1108b11)的原文。紧随其后的 καλῶς τὸ πῶς, οὐ γὰρ ἁπλῶς 是省略了主语和动词的省略句,意为“加上‘以某种方式’是妥当的,因为并非无条件地对立”。
