- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:136.1-137.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
尤斯特拉提乌斯阐明了亚里士多德如何依据图表定位节制(关乎快乐与痛苦的中道)、温和(关乎愤怒的中道)、涉及言行的三种德性(诚实、友爱、机智)以及与情感相关的中道(羞耻与义愤),并考察了各自的定义、术语创新及潜在疑难。
" Καὶ περὶ τὰς λύπας μεσότης μὲν σωφροσύνη." Τὴν σωφροσύνην περὶ ἡδονὰς καὶ λύπας μεσότητα λέγει, οὐ μὴν πάσας τὰς ἡδονάς. ἧττον δὲ περὶ λύπας ἢ ἡδονάς. μᾶλλον γὰρ ἡ ἡδονὴ εἰδοποιεῖ τήν τε σωφροσύνην καὶ τὰς ἐναντίας αὐτῇ κακίας τῆς λύπης.1 εἰπὼν δὲ νῦν ὅτι μὴ περὶ πάσας τὰς ἡδονάς ἐστιν ἡ σωφροσύνη μεσότης, ὅτε προηγουμένως περὶ σωφροσύνης λέγει, τότε ἐρεῖ ὅτι περὶ τὰς σωματικὰς ἡδονάς ἐστι καὶ τούτων τὰς περὶ ἁφὴν μάλιστα. ἀλλὰ καὶ διότι ἧττον περὶ λύπας ἐστὶν ἢ περὶ ἡδονάς· καθ’ ὅσον γὰρ οὐ λυπεῖται ἐπὶ τῇ τῶν ἡδονῶν ἀπουσίᾳ, κατὰ τοσοῦτον καὶ περὶ λύπας εἶναι λέγεται. τὴν ὑπερβολὴν δὲ τὴν περὶ τὰς ἡδονὰς ταύτας ἀκολασίαν λέγει. οὐ πάνυ δὲ περὶ τὰς ἡδονὰς ἐλλείποντας γίνεσθαί φησι. διὸ οὐδὲ ὀνόματος ἡ κακία αὕτη τετύχηκεν οὐδὲ ὁ ἔχων αὐτήν· αὐτὸς δὲ ἀναίσθητον αὐτὸν λέγει· οὐκ ἂν δὲ εἴη κύριον ὄνομα τοῦ ἐναντίου κακοῦ τῷ ἀκολάστῳ. δεῖ γὰρ αὐτὸν ὡς κατὰ τὴν ἡδονὴν ἐλλείπει οὕτως ὑπερβάλλειν κατὰ τὸ λυπεῖσθαι· τοῦτο δὲ οὐκ ἀναισθήτου.
“关于痛苦,中道也是节制。” 他说节制是关乎快乐与痛苦的中道,但绝非关乎所有的快乐。并且关乎痛苦的程度少于关乎快乐;因为快乐比痛苦更能使节制及其相反的恶习获得其形式。他现在指出节制并非关乎所有快乐的中道,而在主要讨论节制时,他接下来将指出它是关乎肉体快乐的,且尤其是其中关乎触觉的快乐。但他也将说明为何它关乎痛苦少于关乎快乐;因为仅在不对快乐的缺失感到痛苦的限度内,它才被称为也是关乎痛苦的。而关乎这些快乐的过度,他称之为放纵。但他说在快乐方面不足的人并不常有。因此,这种恶习及其所有者均未获得名称;但他自己称之为无感觉者。然而这对于放纵者的相反之恶而言并不算一个恰当的名称;因为他理应正如在快乐中不足一样在感受痛苦中过度,但这并不属于无感觉者。
"Ἔστι δὲ καὶ περὶ ὀργὴν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης." Μετὰ τὴν μεγαλοψυχίαν περὶ πραότητος διαλέγεται, ὡς καὶ αὐτῆς περὶ τιμὴν οὔσης. κολάζει γὰρ τὸν θυμὸν ἡ πραότης· κολάζει δὲ δι’ ἀτιμίας· εἰ δὲ τοῦτο, εὐλόγως μετὰ τὴν μεγαλοψυχίαν ἐτέθη, ἀλλ’ οὐχὶ μετὰ τὴν ἀνδρίαν. καὶ [ἡ] περὶ τὸν θυμὸν καὶ αὕτη ὥσπερ ἡ ἀνδρία, ἢ οὐ περὶ τὸν θυμὸν ἀδεκάστως εἰπεῖν2 ἡ ἀνδρία, ἐπεὶ οὕτως ἂν ὁ ὀργίλος ἀνδρεῖος ἢ θρασὺς ἦν· ἀλλ’ οὐχ οὕτως ἔχει. μάλιστα γὰρ οἱ δειλοὶ ὀργίλοι τῷ μικρόψυχοι εἶναι. ἄλλως τε 〈καὶ〉 εἰ θυμῷ ὁ ἀνδρεῖος ἀνδρεῖος, ὁ δὲ θυμὸς ὄρεξις ἀντιλυπήσεως, οὐκέτι καθ’ αὑτὴν ἡ ἀνδρία οὐδὲ δι’ ἑαυτὴν ἀρετὴ ἀλλὰ διά τι ἄλλο. τὸ μέσον πρᾶον λέγοντες· οὐχ ὡς αὐτοῦ τὸ τῆς πραότητος ὄνομα καινοτομήσαντος τοῦτο εἶπεν. εὕρηται γὰρ καὶ παρὰ Πλάτωνι καὶ ἄλλοις παλαιοτέροις, ἀλλ’ ἐφ’ ἑτέρων κείμενον σημαινομένων αὐτὸς ἐπὶ τῆς νῦν ἤνεγκε διαθέσεως. κεῖται γὰρ ἡ πραότης ἐπὶ τοῦ ἡσύχου καὶ ἀεὶ τῷ ἡσύχῳ 〈ὁ〉 πρᾶος παράκειται. ὡσαύτως καὶ ὁ ὀργίλος ἐπὶ τοῦ φυσικοῦ κειμένου τοῦ ὀνόματος, αὐτὸς ἐπὶ τῆς ὑπερβολῆς τοῦτο τάξας δοκεῖ καινοτομεῖν. τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῆς ἐλλείψεως τοῦ ἀοργήτου φαμέν. μόνη δὲ ἡ ἀοργησία κεκαινοτόμηται Ἀριστοτέλει.
“在愤怒方面亦有过度、不足与中道。” 在阔达之后他讨论温和,因为温和亦是关乎荣誉的。因为温和制止怒气,且是通过侮辱来制止;如果确实如此,那么把它置于阔达之后而非勇敢之后是合理的。而且温和是否亦如勇敢一样关乎怒气,抑或严格而言勇敢并不关乎怒气?因为若是如此〔即勇敢关乎怒气〕,易怒者就将是勇敢的或鲁莽的,但实情并非如此。因为怯懦者正是因其狭隘而最易发怒。此外,若勇敢者是因怒气而勇敢,而怒气是对报复性痛苦的欲求,那么勇敢就不再是就其自身或为了自身的德性,而是为了某种他物了。“称中间者为温和”:他说这话并非指他自己新造了温和这一名称;因为这一名称在柏拉图和其他古代作家那里亦可见到,然而虽然它原本用于其他意义,他自己却将其转用于当前的这种品质状态。因为温和适用于平静者,而“温和”总是与“平静”并列。同样,“易怒者”作为一个表示自然特性的既有名称,他将其归于过度,似乎是创新的。我们以同样的方式亦谈论作为不足的“不易怒者”。但只有“不易怒”这一名称是由亚里士多德新造的。
"Εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες." Τρεῖς μεσότητές εἰσιν, οἷον ἀλήθεια φιλία εὐτραπελία, ἀρεταὶ οὖσαι περὶ οἰκεῖά τινα. ἀλλ’ ἐπὶ μὲν τῶν ἔργων ἡ ἀνισότης φανερά. ὁ γὰρ οὔτε ἐπὶ τὸ μεῖζον οὔτε ἐπὶ τὸ ἔλαττον ἐξαίρων τὰ αὑτοῦ ἢ συστέλλων μέσος. πῶς δ’ ἂν ἔτι ἐπὶ τοῦ † τὰ αὐτὰ λόγῳ ἀληθοῦς ὁ τὸ μέσον αἱρούμενος ἐπαινετὸς εἴη. δῆλον γὰρ ὅτι πανταχοῦ καὶ ἀεὶ τὸ ἀληθεύειν αἱρετὸν ἀλλ’ οὐ μέσως. ἢ ἔστιν ὅπου δεῖ καὶ τῷ ψεύδει χρῆσθαι ὡς ἐν φαρμάκου εἴδει, καθὰ καὶ Πλάτων φησίν; ἀλλὰ καὶ τὸ κηρύττειν περὶ ἐνίων καὶ ὅτε οὐ δεῖ καὶ πρὸς οὓς οὐ δεῖ, εἰ καὶ ἀληθῆ εἴη, ἄτοπον. ὁ δὴ κατὰ ταῦτα πλεονάζων εἴη ἂν κακός τε καὶ ἀλαζών, καὶ εἴη ἂν καὶ τοῦτο τῆς ἀλαζονείας, οὐ μόνον τὸ ψεύδεσθαι ἐπὶ τὸ μεῖζον ἢ οὐδὲ λέγειν περὶ τὸ ἀληθείας μέσον καὶ μέσως ἀληθῆ, ἀλλὰ καὶ † τὸν περὶ τὸ ἀληθὲς τὴν ἀρετὴν καὶ τὴν μέσην ἕξιν ἔχοντα, ὃς εἴη ἂν ὁ ἀληθὴς καὶ μὴ διαστρέφων αὐτὸ τῇ ὑπερβολῇ ἢ τῇ ἐνδείᾳ, ὁ δὲ τὸ μέσον καὶ κατὰ καιρόν τε καὶ πρὸς οὓς δεῖ καὶ περὶ ὧν δεῖ τἀληθῆ λέγων εἴη ἂν ὁ ἀληθής. ἢ ἀληθὴς μὲν καὶ ὁ ἐν μεσότητι τὰ προσόντα αὐτῷ προσεῖναι λέγων, 〈ὑπερβάλλων δὲ καὶ οὐκέτι ἀληθεύων ἀλλὰ ψευδόμενος καὶ τὰ μὴ προσόντα προσεῖναι λέγων〉 ἀλαζὼν ὤν· ἐν προσποιήσει γὰρ ἀληθείας οὗτος, οὐκ ἐν ἀληθείᾳ· εἴρων δὲ ὁ ἐπὶ τὸ ἔλαττον ψευδόμενος. ὡς εἶναι τούτους μὲν προσποιουμένους τὸ ἀληθές, τὸν δὲ ἀληθεύοντα.3 εἰσὶ δὲ καὶ ἐν τοῖς πάθεσιν. ἐζήτηται πῶς εἰπὼν κατὰ τὰ πάθη μήτε ἐπαινεῖσθαι μήτε ψέγεσθαι νῦν λέγει τινὰ εἶναι πάθη ψεκτὰ καὶ ἐπαινετά. ἢ οὐ λέγει ἁπλῶς ἂν πάθη τὴν αἰδῶ καὶ τὴν νέμεσιν, ἀλλ’ οὐδὲ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας αὐτῶν, ἀλλὰ θέσεις τινὰς πρὸς πάθη μόνα, τὸ εὖ καὶ τὸ μὴ ἐχούσας, οὐκέτι δὲ καὶ πρὸς πράξεις; ἡ δὲ ἀρετή ἐστιν ἕξις προαιρετικὴ περὶ πάθη καὶ πράξεις. ἔτι τὰ οὕτω λεγόμενα πάθη τὰ μὲν μεμέτρηται, τὰ δέ ἐστιν ἄμετρα· 〈κατὰ δὲ τὰ〉 ἁπλᾶ πάθη οὔτε ἔπαινος οὔτε ψόγος.
“此外还有其他三种中道。” 有三种中道,即诚实、友爱与机智,它们是关乎某些特有事物的德性。在行为中,不平等是显而易见的;因为既不将自己的事情往大夸耀也不往小收缩的人是中道的。但在关于真实性的言说中,选择中道的人又如何仍值得称赞呢?因为显然无论何时何地,讲真话都是值得选择的,而并非以中道的方式。抑或正如柏拉图所说,有时必须像药物一样使用虚妄?然而在不该说的时机、对着不该说的人张扬某些事情,即便那是真的,亦是荒谬的。因此在这些方面过度的人既是恶的亦是吹嘘者,而且吹嘘不仅包括往大里说谎,或者不仅是不谈论真实的中道且不以适度方式言说真实,这也属于吹嘘;相反,具有关于真实的德性与中间状态的人,才是不因过度或不足而歪曲真实的诚实者,而那个在中道上、在合宜之时、对合宜之人且就合宜之事言说真实的人,便是诚实者。或者说,处于中道并说属于自己的东西确实属于自己的人也是诚实者;而过度且不再讲真话而是说谎、说不属于自己的东西属于自己的人,则是吹嘘者;因为此人处于对真实的假装之中,而非处于真实之中;而往小里说谎的人则是自谦者。因此,这些人是假装真实者,而另一个人则是讲真话者。“在情感中亦有”:有人探究,既然他说按照情感人既不受称赞亦不受指责,为何他现在又说某些情感是可受指责和值得称赞的呢?抑或他并非径直把羞耻和义愤称为情感,亦非将它们的过度与不足称为情感,而是称为仅针对情感的某种态度——具有合宜与不合宜,但不再针对行为?而德性则是关乎情感与行为的具选择性的品质状态。此外,在以这种方式言说的情感中,有些是合度的,有些是无度的;但就纯粹的情感而言,既无称赞亦无指责。
- 2.21μᾶλλον γὰρ ἡ ἡδονὴ εἰδοποιεῖ τήν τε σωφροσύνην καὶ τὰς ἐναντίας αὐτῇ κακίας τῆς λύπης
属格 τῆς λύπης 是由比较级副词 μᾶλλον 所支配的比较属格,与主语 ἡ ἡδονή 相对比(“快乐比痛苦更能使……”)。它置于及物动词 εἰδοποιεῖ 的直接宾语之后,形成了轻微的隔置。
- 2.22ἀδεκάστως εἰπεῖν
带副词 ἀδεκάστως(不偏不倚地、严格地)的不定式 εἰπεῖν 构成绝对不定式短语,在句中作插入语,用以限定整句的陈述(“严格说来”)。
- 2.23ὡς εἶναι τούτους μὲν προσποιουμένους τὸ ἀληθές, τὸν δὲ ἀληθεύοντα
连词 ὡς 连同不定式 εἶναι 构成引出前文推论归纳的结果从句。宾格 τούτους 和 τὸν [δέ] 作不定式 εἶναι 的逻辑主语,分词 προσποιουμένους 和 ἀληθεύοντα 作各自的表语补足语。
