- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:134.22-135.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德转入探讨具体德性之际,注疏者解释了在实践领域中相较于科学的普遍论述而言具体事例的应用何以不可或缺,随后根据图表分析了关乎恐惧与确信的勇敢、鲁莽与怯懦的定义及其相互关系。
" Ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρίας." Ἀνδρίας καὶ σωφροσύνης πρῶτον μνημονεύει ὅτι ἀναγκαιότατα καὶ φυσικὰ πάθη, περὶ ἃ αἱ ἀρεταὶ αὗται, καὶ μάλιστα δεόμεναι βοηθείας, ἐπεὶ καὶ ἐπὶ πλεῖστον αὐτοῖς χρώμεθα. οἱ μὲν καθόλου κοινότεροί εἰσιν.1 ἐν μὲν ταῖς ἐπιστήμαις οὐκ ἐκ τῶν καθ’ ἕκαστον ἡ πίστις· αἱ γὰρ ἀποδείξεις διὰ τοῦ καθόλου καὶ δι’ αὐτῶν τὰ ὑπὸ τὸ καθόλου δείκνυται καὶ πίστιν λαμβάνει. τὸ γὰρ σκαληνὸν δυσὶν ὀρθαῖς ἔχει τὰς τρεῖς γωνίας ἴσας, ὅτι καὶ πᾶν τρίγωνον. διὸ οὐ κενὸν ἐν ἐκείνοις τὸ καθόλου καθ’ αὐτὸ καὶ χωρὶς τῶν καθ’ ἕκαστα λαμβάνειν. ἐπὶ δὲ τῶν πρακτῶν τὸ πιστὸν τῶν περὶ αὐτῶν λόγων ἐκ τῶν καθ’ ἕκαστα· περὶ γὰρ ταῦτα καὶ ἐν τούτοις αἱ πράξεις. ὅτι γὰρ ὁ ἐλλέβορος καθαίρει οὐ πιστόν, ἂν μὴ τοῖς καθ’ ἕκαστα ἐφαρμόζοι. οὐδὲ γὰρ τὸ θερμὸν χαλᾷ ἢ τὸ ψυχρὸν πυκνοῖ. ἐκ γὰρ τῶν καθ’ ἕκαστα καθαιρομένων ὑπὸ τοῦ ἐλλεβόρου ἡ πίστις τοῦ πάντα ἐλλέβορον καθαίρειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρακτῶν καὶ αἱρετῶν τὰ λεγόμενα ταῖς αἱρέσεσιν ἐφαρμόζειν δεῖ. ἂν δὲ λέγῃ μέν τις ἀδιάφορον τὴν ὑγείαν, μηκέτι δὲ καὶ ἐν τῇ περὶ αὐτὴν κρίσει τε καὶ σπουδῇ τὸ ἀδιάφορον φυλάττῃ, κενὸς ὁ λόγος ὁ καθόλου. καὶ ὁ λέγων δὲ ταῦτα ἀδιάφορα μὲν εἶναι, ἀλλὰ τῷ σοφῷ, μηδένα δὲ συγχωρῶν τῶν κατ’ αὐτὸν εἶναι σοφόν, ὁμολογεῖ τὸ μὴ δύνασθαι τὰ λεγόμενα ὑπ’ αὐτοῦ τοῖς πρακτοῖς καὶ ταῖς αἱρέσεσιν ἐφαρμόζειν.
“正如在节制和勇敢的情形中。” 他首先提及勇敢和节制,是因为这些德性所关涉的情感是最为必然且自然的,并且最为需要救助,既然我们也最常运用它们。“普遍的论述更为共通。”在诸科学中,确信并非来自个别事物;因为论证是通过普遍者进行的,并且通过它们,属于普遍者之下的事物才被证明并获得确信。因为不等边三角形拥有等于两直角的三个角,是由于一切三角形亦是如此。因此在那些科学领域中,就普遍者自身且脱离个别事物来把握普遍者,并非空洞的。但在实践事物的领域中,关于它们的论述的可信性却来自个别事物;因为行为正关涉这些个别事物,且存在于这些个别事物之中。因为黑嚏根草具有泄导作用,除非能应用于个别事物,否则并不可信。热会使人松弛或冷会使人凝结亦是如此。因为从被黑嚏根草泄导的个别事例中,才产生关于一切黑嚏根草皆具有泄导作用的确信。同样,在实践的和可选择的事物中,所论述的事理亦必须应用于具体选择。如果有人一方面说健康是无差别的,另一方面在关于健康的判断和关注中却不再保持这种无差别,那么普遍的论述便是空洞的。而那个主张这些事物确实是无差别的,但仅对智者而言如此,同时却承认他同时代的人中没有一个是智者的人,便承认了他所论述的事理无法应用于实践事物和具体选择。
"Ληπτέον οὖν ταῦτα ἐκ τῆς διαγραφῆς." Διάγραμμά τι βούλεται ὑποτετάχθαι ἔχον τὰ πάθη τὰ τῶν ἀρετῶν ὑποκείμενα καὶ τὴν ἀρετὴν καθ’ ἕκαστον αὐτῶν τὴν οἰκείαν καὶ τὰς κακίας, τήν τε ὑπερβολὴν καὶ τὴν ἔνδειαν· ᾧ διαγράμματι ἐφαρμόσει τὰ ἑξῆς τιθέμενα, δι’ ὧν δείκνυσιν ὅτι μεσότητες αἱ ἀρεταί, καὶ τὸν ἀποδιδόμενον τῆς ἀρετῆς λόγον ὅτι ἐφαρμόζει ἑκάστῃ τῶν ἀρετῶν φανερὸν ποιήσει. διὸ αὐτὸ μόνον παρατίθεται εἰς πίστιν τούτων καὶ δείξας πῶς αἱ ἀρεταὶ ἐν μεσότητι, αἱ δὲ κακίαι ἐν ὑπερβολῇ καὶ ἐλλείψει. ὅσα γὰρ ἐπεξεργασίας δεῖται ἐπαναλαβὼν τὸν περὶ αὐτῶν λόγον ἐν τοῖς ἑπομένοις ἐρεῖ. περὶ μὲν οὖν φόβους καὶ θάρρη. περὶ φόβους καὶ θάρρη ἀρετὴν μὲν τίθεται τὴν ἀνδρίαν, τοῦ μέσου τοῦ ἐν τοῖς πάθεσι τούτοις οὖσαν προαιρετικήν τε καὶ πρακτικήν, κακίας δὲ τὸν μὲν ἀπὸ τῆς ἀφοβίας ὑπερβάλλοντα ἀνώνυμόν τινα λέγει (πολλὰ γὰρ εἶναι τῶν τοιούτων ἀνώνυμα), εἴη δ’ ἄν, φησίν, ἄφοβός τις ὁ τοιοῦτος ἀλλ’ οὐχ ὡς δεῖ (λέγεται γὰρ καὶ ὁ ἀνδρεῖος ἄφοβος, ὅτι οὐ φοβεῖται ἃ μὴ δεῖ), τὸν δὲ ἐν τῷ θαρρεῖν ὑπερβάλλοντα θρασύν. συνεμπίπτειν δὲ ἔοικε τῷ αὐτῷ ἡ καθ’ ἑκάτερον ὑπερβολὴ ὡς ἐπὶ τὸ πλεῖστον παρακολουθεῖν. διὸ θρασεῖς ἐν τῇ συνηθείᾳ οἱ καθ’ ἑκάτερα τὰ προειρημένα ὑπερβάλλοντες πάθη. πρόσεστι δὲ τῷ θρασύτητι πρὸς τῷ ἀφόβως τὸ καὶ ἀλόγως ἰτητικὸν πρὸς τὰ δεινά.2 ὁ δὲ ἐν μὲν τῷ φοβεῖσθαι ὑπερβάλλων, ὃς εἴη ἂν 〈ἐν〉 ἐναντίῳ πάθει τῷ κατὰ τὴν ἀφοβίαν ὑπερβάλλοντι, ἐλλείπων δὲ τῷ θαρρεῖν, δειλός. ἐπὶ μὲν τοῦ δειλοῦ πάντωςστρέφει·3 καὶ γὰρ ὁ ὑπερβάλλων ἐν τῷ φοβεῖσθαι πάντως ἐλλείπει κατὰ τὸ θαρρεῖν, καὶ ὁ ἐλλείπων περὶ τὸ θαρρεῖν ὑπερβάλλει ἐν τῷ φοβεῖσθαι. διὸ καὶ μία ἡ ἐξ αὐτῶν κακία. ἐπὶ δὲ τοῦ θρασέος οὐχ οὕτω· καὶ γὰρ ὁ μὲν ὑπερβάλλων ἐν τῷ θαρρεῖν ἄφοβος, οὐκέτι δὲ καὶ ὁ ἄφοβος θρασύς. τούτῳ γὰρ καὶ ὁ ἀνδρεῖος χαρακτηρίζεται. τίς οὖν ἡ διαφορά; ὅτι τῷ μὲν ἄλογον τὸ θαρρεῖν, τῷ δὲ μετὰ λόγου.
“因此必须从图表中获取这些。” 他意图附上一幅图表,其中包含作为诸德性之底层的诸情感、对应于它们各自的特有德性,以及作为过度与不足的诸恶习;他将把接下来列出的各项内容应用于该图表,通过这些内容证明诸德性是中道,并表明赋予德性的定义适用于每一种德性。因此,为了确立这些,并在展示了诸德性如何处于中道、恶习如何处于过度与不足之后,他仅列出了这幅图表。因为凡需要进一步详尽阐发的,他将在后文重新检视关于它们的论述时再加以说明。“关于恐惧与确信。”关于恐惧与确信,他把勇敢确立为德性,它是对这些情感之中的中道兼具选择性与实践性的;至于诸恶习,他称那种因无所恐惧而过度的人为某种无名者(因为许多这类情况都是无名的),他说这样的人或许是无所畏惧的,但并非如其所应的那样(因为勇敢者亦被称为无所畏惧,这是由于他不恐惧所不当恐惧的事物);而把在确信方面过度的人称为鲁莽者。这两种过度似乎聚集在同一人身上,以致在大多数情况下彼此相随。因此在习俗用法中,在上述两种情感中均过度的人都被称为鲁莽者。鲁莽除了不带恐惧之外,还附加有非理性地冲向可怕事物的倾向。而在恐惧方面过度(这个人将处于与因无畏而过度者相反的情感中)、在确信方面不足的人,则是怯懦者。在怯懦者的情形中,两者完全可相互换位;因为在恐惧中过度的人,在确信方面必定不足;而在确信方面不足的人,在恐惧中亦必定过度。因此由它们所产生的恶习亦为一个。但在鲁莽者的情形中则不然;因为在确信中过度的人固然是无畏的,但无畏的人却未必是鲁莽的。因为勇敢者亦以此为特征。那么两者的区别何在?在于对前者而言确信是非理性的,而对后者而言则是伴随理性的。
- 2.19οἱ μὲν καθόλου κοινότεροί εἰσιν
此处指涉亚里士多德原文(《尼各马可伦理学》1107a29–30:“普遍的论述较为虚妄[或共通],而个别的论述较为真实”)。此处名词短语未加连词便作为主语提出,引出了后文对科学中的普遍者与实践中的个别者所作的对比。
- 2.20τὸ καὶ ἀλόγως ἰτητικὸν πρὸς τὰ δεινά
中性形容词 ἰτητικόν(倾向于前进/冲向)由定冠词 τό 实体化为名词短语,充当动词 πρόσεστι(附加上)的主语。它与前面的介词短语 πρὸς τῷ ἀφόβως(除了不带恐惧之外)相对应,界定了鲁莽的构成要素。
- 2.20πάντωςστρέφει
此处理解为副词 πάντως 与动词 ἀντιστρέφει(或单纯动词 στρέφει)的连缀,意为“完全可换位”。正如后文的解释从句(在恐惧中过度者必然在确信中不足,反之亦然)所示,此处作不及物用法,表示逻辑上的换位(antistrophe)成立。
