- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:133.20-134.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条解释了亚里士多德关于德性就其实体而言是中道、而在善上则是极点的论断(1107a6),并通过证明德性的中道是相对于我们而非依事物本身的中道、且非两极的混合,驳斥了因过度与不足不确定而无法确立中间的异议。
" Διὸ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον." Ἡ οὐσία τῆς ἀρετῆς ἐν μεσότητί ἐστι τῆς ἐν τῷ εὖ ἀκρότητος, 〈ἡ δὲ μεσότης αὕτη αἰτία καὶ τῆς ἐν τῷ εὖ ἀκρότητος〉· ἐπιγίνεται γὰρ τὸ εὖ ταύτῃ· καὶ εἴη ἂν ὥσπερ συμπέρασμα τῆς ἀρίστης αἰτίας τιθέμενον ὁ τοιοῦτος λόγος, οἷον ἡ τῆς ἀρετῆς ἕξις, ἐν ἀκρότητι τῇ κατὰ τὸ εὖ. ὁ δὲ πρῶτος ῥηθεὶς ἔχει καὶ τὴν αἰτίαν περιειλημμένην τῷ λόγῳ καὶ δι’ ἣν αἰτίαν περιγίνεται αὐτῇ ἡ ἐν τῷ εὖ ἀκρότης, ὅς εἴη ἂν ἕξις προαιρετικὴ τῆς περὶ τὰ πάθη καὶ τὰς πράξεις μεσότητος, τῆς ὡρισμένης τῷ ὀρθῷ λόγῳ, τῆς κατὰ τὸ εὖ ἀκρότητος. οἱ δὲ ἀποροῦντες πρὸς τὸ τὰς ἀρετὰς μεσότητας εἶναι 〈καὶ〉 λέγοντες, εἰ μήτε ἡ ὑπερβολὴ μήθ’ ἡ ἔλλειψις ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ὥρισται1 (τῶν δὲ μὴ ὡρισμένων οὐχ οἷόν τε λαβεῖν τὸ μέσον οὐδὲ ὁρίσαι), οὐκ ἂν εἴη ἡ ἀρετὴ μεσότης ὑπερβολῆς καὶ ἐλλείψεως 〈τῆς ἐν πάθεσι καὶ πράξεσιν, οὔτε γὰρ ἐπὶ τῆς θρασύτητος ὥρισται μέχρι πόσου εἶναι ἡ θρασύτης, ὁμοίως οὐδὲ μέχρι πόσου ἡ δειλία, οὔτε ἐπὶ τῶν ἄλλων ὑπερβολῶν τε καὶ ἐλλείψεων〉, οὗτοι δὴ οὐκ εὖ ἀντιλέγοιεν· οὐδὲ γὰρ τὸ κατὰ τὸ πρᾶγμα μέσον ἐστί, περὶ ὃ ἡ ἀρετή, ὃ τὸ ἴσον τῶν περάτων ἀπέχειν οὐκ ἂν εἴη, εἰ μὴ τὰ πέρατα εἴη ὡρισμένα,2 ἀλλ’ ἔστι περὶ τὸ πρὸς ἡμᾶς μέσον καὶ πρὸς ἡμᾶς σύμμετρον καὶ μήτε ὑπερβάλλον μήτε ἐνδέον, ὥστε εἰ τὸ πρὸς ἡμᾶς ὑπερβάλλον καὶ ἐνδέον μὴ ἔστιν ἀνεύρετον, οὐδ’ ἂν τὸ μέσον αὐτῶν ἄληπτον ἂν εἴη. ἔτι ἡ ἀρετὴ μεσότης λέγεται δύο κακιῶν, οὐ τῶν κατὰ τὰς κακίας περάτων. οὐκ ἂν οὖν χώραν ἕξει λέγειν εἰ μὴ γνώριμός ἐστιν ὁ ἐν ὑπερβολῇ κακὸς καὶ ὁ ἐν ἐλλείψει. καὶ μὴ ὄντος ὡρισμένου τοῦ μέχρι πόσου, οὐδὲ τὸ μέσον τούτων εἴη ληφθῆναι δυνατόν. οὐ γὰρ εἶναι ἡ θρασύτης, ὁμοίως οὐδὲ μέχρι πόσου ἡ δειλία. οὔτε ἐπὶ τῶν περάτων τὸ μέσον ἡ ἀρετὴ ζητεῖ, ἀλλὰ τῶν ἐκτροπῶν 〈τῶν〉 ἐπὶ τὰ πέρατα, τὸ δὲ μέσον τῶν ἐν αὐτῇ οὐ κατὰ μῖξιν λέγεται τῶν ἄκρων ὡς τὸ φαιόν. οὐ γὰρ πάντα τὰ μέσα τινῶν ἐν μίξει τῶν ὧν ἐστι μέσα τὸ εἶναι ἔχει. ἐπί τε γὰρ τῶν τεχνῶν τὸ μέσον τε καὶ εὖ οὐ μίξει τῶν ἄκρων ἀλλ’ ἀφαιρέσει τε καὶ προσθέσει. οὕτω δὲ ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἔτι τὸ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐκ ἐκ μίξεως ἀγαθοῦ τε καὶ τοῦ κακοῦ· ἀλλ’ οὐδὲ ὁ προκόπτων ἐκ μίξεως τοῦ σπουδαίου τε καὶ φαύλου, οὗτος μέσος τινῶν ἐκ μίξεως ἐκείνων· ἀλλ’ οὐδὲ ὁ ἓξ ἀριθμὸς μῖξις ἐστὶ τῶν δέκα καὶ δύο καὶ διὰ τοῦτο μέσος ἐστὶν αὐτῶν· ἀλλ’ οὐδὲ ἐν τοῖς συνεχέσι τὸ μέσον μίξει τῶν ἄκρων· ἀλλ’ οὐδὲ τοῦ κύκλου τὸ κέντρον ἐκ μίξεως τῆς περιφερείας ἐστὶν αὐτῆς μέσον. ἔνια γὰρ μέσα οὐ μίξει τινῶν ἐστι μέσα, ἀλλ’ ἐκ ποσότητος αὐτῶν λέγεται. ἄλλον γὰρ τρόπον ἐπὶ τούτων τὸ μέσον.
“因此就其实体和定义而言。” 德性的实体在于处于善中的极点之中道(而这一中道亦是处于善中的极点的原因);因为善随之而产生;而这样的定义就像是作为最善原因的结论而被设立的,例如“在依凭善的极点之中的德性品质”。但先前提出的定义,则在定义中亦包含了原因,即处于善中的极点借以产生于它的原因,这定义当是“关乎情感与行为的中道之包含选择的品质,由正确的理智所规定,属于依凭善的极点”。至于那些对诸德性是中道提出疑难并主张说的人——如果情感与行为中的过度与不足都未被规定(而对于未被规定之物,既不可能取其中间,亦不可能加以规定),那么德性就不会是情感与行为中过度与不足的中道,因为在鲁莽的情形中既未规定鲁莽达到何种程度,同样在怯懦的情形中亦未规定其达到何种程度,在其他过度与不足的情形中亦然——这些人无疑反驳得并不妥当。因为德性所关涉的,并不是依事物本身的中道——若非两端已被规定,这种中道便不可能与两端保持同等距离——而是关涉相对于我们的中道,即相对于我们合度、既不过度亦不不足的中道,因此,如果相对于我们的过度与不足并非不可探明,那么它们的中道亦非不可把握。再者,德性被称为两种恶习之间的中道,而非依恶习的两端[的中道]。因而,若非处于过度中的恶人与处于不足中的恶人是不可知的,就没有理由说:由于“达到何种程度”未被规定,它们之间的中间亦不可能被取得。因为鲁莽并非不存在,同样怯懦达到何种程度亦非不存在。德性所寻求的中间,既不在于两端本身,而在于朝向两端的偏离;而且德性之中事物的中间,亦并非如灰色那样依照两极的混合而言。因为并非所有作为某些事物之中间者,都在其作为中间的那些事物的混合中拥有其存在。因为在诸技艺中,中间与良好亦非出于两极的混合,而是出于减除与增添。在诸德性的情形中亦是如此。再者,善与恶之间的中间者并非出于善与恶的混合;进德修业者既非出于高尚者与卑劣者的混合,亦非因这些极端的混合而成为某种中间者;六这个数字亦非十与二的混合并因此而为二者的中间;在连续事物中的中间亦非出于两端的混合;圆的中心亦非出于圆周的混合而为其中间。因为某些中间者并非因某些事物的混合而是中间,而是依照它们的量而被述说的。因为在这些情形中,中间是以另一种方式存在的。
- 2.18οἱ δὲ ἀποροῦντες πρὸς τὸ τὰς ἀρετὰς μεσότητας εἶναι 〈καὶ〉 λέγοντες, εἰ μήτε ἡ ὑπερβολὴ μήθ’ ἡ ἔλλειψις ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ὥρισται
作为主语的分词短语 οἱ δὲ ἀποροῦντες ... καὶ λέγοντες 内部嵌套了条件从句(εἰ μήτε ...)及其归结句(οὐκ ἂν εἴη ...);开头的悬空主格结构由主句谓语中的复指代词 οὗτοι 重新承接(οὗτοι δὴ οὐκ εὖ ἀντιλέγοιεν)。
- 2.18ὃ τὸ ἴσον τῶν περάτων ἀπέχειν οὐκ ἂν εἴη, εἰ μὴ τὰ πέρατα εἴη ὡρισμένα
在关系从句 ὃ ... οὐκ ἂν εἴη 中,带冠词不定词短语 τὸ ἴσον τῶν περάτων ἀπέχειν(与两端保持等距)充当 εἴη 的主语,关系代词 ὃ 指向前行词 τὸ κατὰ τὸ πρᾶγμα μέσον。
