- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:132.13-133.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯记述了亚里士多德所提及的运动员米隆的神力与死因的逸事,随后逐项剖析了《尼各马可伦理学》第二卷第六章中关于伦理德性之定义(包含选择的品质、相对于我们的中道、由理智所规定)的各个构成要素。
" Μίλωνι μὲν γὰρ ὀλίγον." Μίλωνα τοῦτόν φησι τὸν Κροτωνιάτην ἀθλητήν, ὃς τοσοῦτον ἀλκῇ τῶν ἁπάντων διέφερεν, ὥστε ταῦρον μὲν τοῖς ὤμοις βαστάσας τὸ στάδιον διῆλθεν, οἰκίας δὲ καθ’ ἣν τοῖς ἑταίροις συνερχόμενος ὡμίλει Πυθαγόρειος ὤν, μέρος τι πεπονηκυίας καὶ μόνον οὐ καταπεσεῖσθαι τοῖς ἔνδον ἐπαπειλούσης αὐτὸς ὑποβὰς τὸ σαθρὸν καὶ ὑπερείσας διέσωσεν πάντας ὑπεξαγαγών. φασὶ δέ τινες αὐτὸν καὶ κορμῷ μεγάλῳ κατά τινα ὕλην βαδίζοντα καὶ μικρὸν τῆς ὁδοῦ παρατραπέντα περιτυχεῖν,1 τὸν δὲ εἶναι ὑπό τινων πειρωμένων σχίσαι κατεσφηνωμένον· τὸν δὴ Μίλωνα τούτῳ περιτυχόντα, βιάζεσθαι2 χερσὶ καὶ ποσὶ πρὸς τὴν διάστασιν καὶ πλέον μὲν οὐδὲν ἀνῦσαι, πλὴν ὅτι τῶν σφηνῶν ἐκπεπτωκότων εἶτα τῶν μερῶν συμπεσόντων ἀλλήλοις (ἤδη γὰρ ἐκεκμήκει τῇ βίᾳ αὐτοῦ), τοῦτον ὡς ἑτοίμῃ παγίδι περιχεθέντα θηρίων δεῖπνον ὑπάρξαι.
“因为对米隆而言是少的。” 他所说的这人是指克罗同的运动员米隆,此人在力气上超越所有人如此之多,以至于他曾肩扛公牛走完体育场;并且,由于他是一名毕达哥拉斯主义者,当他与同伴聚集交往的一所房屋有某个部分受损、几乎就要倒塌在屋内众人头上时,他亲自潜入那脆弱的部分之下将其支撑起来,通过引出所有人而拯救了大家。还有人说,他在穿过某片树林时稍微偏离了道路,遇到了一根粗大的树干,该树干已被某些试图劈开它的人楔入了木楔;这位米隆既然遇到了它,便用手和脚施力试图将其撑开,但除此以外并没有达成什么结果,只是当木楔脱落、随后树干的两部分合拢在一起时(因为他早已因自己的施力而疲惫不堪),他就像被现成的陷阱困住一样被包围,成为了野兽的餐食。
"Εἰ δὴ πᾶσα ἐπιστήμη." Ἐπιχείρησις ἀπὸ τοῦ ἥττονος. οἷον εἰ γὰρ ἡ τέχνη ἥττων οὖσα κατὰ τοῦτο μὲν τὸ ἑαυτῆς ἔργον εὖ ἐπιτελεῖ, πολλῷ μᾶλλον ἡ ἀρετή. λέγω δὲ τὴν ἠθικήν. τοῦτο πάνυ ἀκριβῶς προσέθετο διὰ τὰς θεωρητικάς, αἳ οὐ τῷ μέσῳ χαρακτηρίζονται, τῷ ὑπερβάλλοντι δέ, ὡς ἐπὶ τῆς κατὰ 〈τὰ〉 μαθήματα ἐντρεχείας καὶ ὀξύτητος. ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστι. οἱ Πυθαγόρειοι ἐν τῇ τῶν κακῶν μὲν συστοιχίᾳ τὰ πολλὰ καὶ τὸ ἄπειρον ἔταττον, ἐν δὲ τῇ τῶν ἀγαθῶν τὸ ἓν καὶ τὸ πεπερασμένον. εἰπὼν δὲ τὸ γὰρ κακὸν τοῦ ἀπείρου ὡς οἱ Πυθαγόρειοι εἴκαζον, προσέθηκε τὸ δ’ ἀγαθὸν τοῦ πεπερασμένου, ὡς καὶ τούτου ὑπ’ ἐκείνων λεγομένου. εἶτα οὕτως ἀνταποδέδωκε πρὸς τὸ προειρημένον, ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστι, τὸ δὲ κατορθοῦν μοναχῶς, καὶ ἔστι τὸ μὲν ῥᾴδιον, τὸ δὲ χαλεπόν. ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική. ἕξις μὲν ἡ ἀρετή· τοῦτο γὰρ ἐδείχθη τῶν ἐν τῇ ψυχῇ ἓν οὖσα· προαιρετικὴ δὲ διὰ τὰς ἐπιστήμας, αἳ καὶ αὐταὶ ἕξεις οὖσαι, οὐδὲν τὴν προαίρεσιν αἰτιῶνται.3 τὸ δὲ ἐν μεσότητι προσκείμενον ἅμα μὲν δεικτικόν ἐστι τοῦ κατὰ τί μεσότης, ἅμα δὲ καὶ χωρίζει αὐτὴν ἀπό τινων μὲν εἰρημένων παθῶν, ἃ ἔστι μὲν ἐν μεσότητι, οὐ μὴν δύο κακιῶν. ἡ γὰρ αἰδὼς καὶ ὅσα τοιαῦτα πάθη, ὡς καὶ αὐτὸς δείξει, ἐπαινετὰ μὲν καὶ ἐν μεσότητι, οὔτε δὲ ἀρεταὶ οὔτε μέσαι κακιῶν. τὸ δὲ τῇ πρὸς ἡμᾶς μεσότητι προσκείμενον τῆς κατὰ τὸ πρᾶγμα μεσότητος ἀφίστησι. προστεθὲν δὲ ἐπὶ πᾶσι τὸ ὡρισμένον λόγῳ τῶν τε κακιῶν ὑπερόριον ταύτην ἀπέφηνεν,4 ἐπεὶ κἀκεῖναι μὲν τῆς προαιρέσεως ἥρτυνται, οὐ μέντοι καὶ τῷ ὀρθῷ ὡρισμέναι λόγῳ μετὰ τοῦ ἐν μεσότητι εἶναι. καὶ τὸ τέλειον τῷ ὁρισμῷ περιεποιήσατο.
“因此,如果一切科学。” 这是由较次者出发的论证。例如:如果技艺作为较次之物在这方面能够良好地完成自身的工作,那么德性就更是如此了。而我所指的是伦理德性。他极其精确地补充了这一点,是因为理论性的诸德性并非由中道来表征,而是由超越来表征,就如同在诸学科上的敏捷与敏锐一样。再者,犯错误可以有多种方式。毕达哥拉斯主义者将众多与无定置于恶的行列中,而将一与有定置于善的行列中。在说了“因为恶属于无定,正如毕达哥拉斯主义者所推测的那样”之后,他又补充道“而善属于有定”,因为这也是由他们所讲的。接着,他便以这种方式针对前述的“再者,犯错误可以有多种方式”,给出了与之相呼应的“而做正确仅有一种方式”,并且前者容易而后者困难。因此,德性是一种包含选择的品质。德性确实是一种品质,因为这已被证明,它是灵魂中存在的事物之一;而它包含选择则是为了区分于诸科学,因为诸科学自身虽亦为品质,却绝非以选择为其原因。附加“处于中道”这一短语,既指明了德性依凭什么而为中道,同时也将其与前述的某些情感区分开来,这些情感虽处于中道,却并非处于两种恶习之间。因为羞耻以及诸如此类的情感,正如他本人将要表明的那样,固然值得赞扬且处于中道,但既非德性亦非恶习之间的中间。而附加“相对于我们的中道”这一短语,则将其与依事物本身的中道分离开来。在所有这一切之后再补充“由理智所规定”,便显明了这一德性超越了诸恶习的界限;因为那些恶习固然亦由选择所构成,却并非在处于中道的同时由正确的理智所规定。而这便使该定义获得了完备性。
- 2.16φασὶ δέ τινες αὐτὸν καὶ κορμῷ μεγάλῳ κατά τινα ὕλην βαδίζοντα καὶ μικρὸν τῆς ὁδοῦ παρατραπέντα περιτυχεῖν
由动词 φασί 所支配的长篇宾格不定式结构的起始部分。主格意义上的宾格 αὐτόν 由分词 βαδίζοντα 和 παρατραπέντα 所修饰,接不定式 περιτυχεῖν。随后接续了一系列不定式(εἶναι, βιάζεσθαι, ἀνῦσαι, ὑπάρξαι),构成了持续的间接引语结构。
- 2.16τὸν δὴ Μίλωνα τούτῳ περιτυχόντα, βιάζεσθαι
以明显的宾格 τὸν δὴ Μίλωνα 重提(resumptive)前一分句的主语代词 αὐτόν,配合分词 περιτυχόντα 引领不定式 βιάζεσθαι,从而延续间接引语。
- 2.17οὐδὲν τὴν προαίρεσιν αἰτιῶνται
动词 αἰτιάομαι 带宾格 τὴν προαίρεσιν,意为“绝不以选择为其原因/依凭”,中性宾格 οὐδέν 用作副词以表示强烈否定。
- 2.17προστεθὲν δὲ ἐπὶ πᾶσι τὸ ὡρισμένον λόγῳ τῶν τε κακιῶν ὑπερόριον ταύτην ἀπέφηνεν
主语为带有分词 προστεθέν 修饰的名词化短语 τὸ ὡρισμένον λόγῳ。主要谓语动词 ἀπέφηνεν 带有宾语 ταύτην(德性)以及作宾语补足语的宾格形容词 ὑπερόριον(在界限之外的)。
