← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§131.12-132.12

连续量的可分性与情感及行为的中道

厄斯特拉齐奥斯阐释了亚里士多德如何将连续且可分的量中的“多、少、相等”转换为“过度、不及、中间”,并化解了情感与行为作为性质而非数量如何藉由与时间及运动的关联而具有可分性,从而得以确立中道的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15

" Ἐν παντὶ δὴ συνεχεῖ καὶ διαιρετῷ." Δείξας τὰς ἀρετὰς μεσότητας καὶ διὰ τῶν προειλημμένων, βούλεται καὶ διὰ τοῦ παρόντος τοῦτο κατασκευάσαι. φησὶ τοίνυν, ὅτι τὸ διαιρούμενον διττόν, συνεχὲς καὶ διωρισμένον. ἐν ἅπαντι τοίνυν τούτῳ ἔστι τι πλέον καὶ ἔλαττον. εἰ δὲ ταῦτά ἐστι, καὶ τὸ ἴσον. καὶ τοῦτο μὲν φανερόν. λαβὼν δὲ ταῦτα μετέλαβεν αὐτά, τὸ μὲν ἴσον εἰς τὸ μέσον, τὸ δὲ πλεῖον καὶ ἔλαττον εἰς ὑπερβολὴν καὶ ἔλλειψιν, προκατασκευάζων διὰ τῶν ὀνομάτων ὃ βούλεται δεῖξαι. τὸ δὲ κεφάλαιον τοῦ λεγομένου, ἔστιν ἐν παντὶ διαιρετῷ καὶ πλέον καὶ ἔλαττον καὶ ἴσον λαβεῖν. διαιρετὰ δὲ καὶ τὰ πάθη καὶ αἱ πράξεις· καὶ ἐν τούτοις ἄρα ἐφ’ οἷς λαβὼν τὸ τὰς ἐπιστήμας τοῦ μέσου τοῦ κατ’ αὐτὸν στοχάζεσθαι, καὶ φεύγειν τάς τε ὑπερβολὰς καὶ τὰς ἐνδείας. λαβὼν δὲ καὶ τὸ τὴν ἀρετὴν πάσης ἀκριβεστέραν ἐπιστήμης εἶναι, αἰνίττεται διὰ τούτων,1 ὅτι καὶ ἡ ἀρετὴ τοῦ μέσου τοῦ ἐν ταῖς πράξεσίν ἐστι στοχαστικὴ καὶ τοῦ ἐν τοῖς πάθεσι, διὸ καὶ μεσότης. πῶς δέ, εἰ ἐν διαιρετῷ καὶ συνεχεῖ ἐστιν, οὕτω ταῦτα ἔστι λαβεῖν; ἤδη καὶ ἐν πάθει καὶ ἐν πράξει, περὶ ἃ κεῖται ἡ ἠθικὴ ἀρετή.2 οὔτε γὰρ πάθη οὔτε πράξεις ποσά. ποιότητες μὲν γὰρ τὰ πάθη, αἱ δὲ πράξεις ὑπὸ τὸ ποιὸν ἂν εἶεν. ἔτι ἡ ἡδονὴ πρὸς τὸ μὴ εἶναι ποσὸν καὶ ἀχρόνως κατ’ αὐτῶν γίνεται, ὥσπερ τὸ ὁρᾶν. ἢ ἡ μὲν ἡδονὴ οὐκ ἐν χρόνῳ, ὅτι οὐ συμπληροῦται αὐτῆς τὸ εἶναι ἐν χρόνῳ, ἀλλ’ ἔστιν ὅλη καὶ τελεία ἐν ὁτῳοῦν μορίῳ τοῦ ληφθέντος χρόνου. τῷ μέντοι εἶναι τελειότης καὶ τέλος ἐνεργείας τῆς κατὰ φύσιν ἀκολουθούσης εἴη ἄν ταύτῃ οὐκ ἄνευ χρόνου.3 ἔτι πρόδηλον, ὅτι πάσῃ πράξει παρακολουθεῖ χρόνος. οὐκ ἔλαττον δὲ περὶ πράξεις ἢ πάθη ἡ ἀρετή. καθὸ οὖν ἐν χρόνῳ, ὁ δὲ χρόνος ἐν συνεχεῖ καὶ διαιρετῷ, κατὰ τοῦτο καὶ αὐτὴ τὴν διαίρεσιν λήψεται. ἔτι εἰπὼν ὅτι κατὰ τὰ πάθη κινούμεθα, ἡ δὲ κίνησις διαιρετή (ἐν χρόνῳ γάρ), εἴη ἂν κατὰ τὴν κίνησιν τὴν ὑπ’ αὐτῶν καὶ αὐτὰ διαιρούμενα, κινούμεθα δὲ κατὰ τὰ πάθη καὶ σφόδρα καὶ ἠρέμα. ἀλλὰ μὴν καὶ αἱ πράξεις κινήσεις τινὲς ἢ διὰ κινήσεως. ἐπεὶ οὖν αἱ ἠθικαὶ ἀρεταὶ πράξεις καὶ πάθη, ταῦτα δὲ μετὰ κινήσεως καὶ ἐν χρόνῳ, οὗτος δὲ ποσὸν καὶ διαιρετόν· ὡσαύτως δὲ καὶ ἡ κίνησις ἐν αὐτῷ. ἐν δὲ τούτῳ ἔστι λαβεῖν τὸ πλέον καὶ ἧττον καὶ ἴσον. εἴη ἂν οὖν καὶ ἐν ταῖς πράξεσιν καὶ τοῖς πάθεσιν ἡ προειρημένη διαίρεσις.

“因此在一切连续且可分的事物中。” 既然他也已通过前述的论点表明了诸德性是中道,他也希望通过当下的论证来确立这一点。因此他说,可分之物是双重的:连续的和离散的。因而在所有这类事物中,都存在某种多与少;而如果这些存在,相等亦存在。这一点是显然的。在把握了这些之后,他对它们作了置换:将相等置换为中间,将多与少置换为过度与不及,藉由这些名称预先为他所欲证明的事物作准备。所言之事的要旨在于:在一切可分的事物中,都可以取多、取少与取相等。而情感与行为亦是可分的;因此在这些之中亦同样如此。在此基础上,由于假定了诸科学以各自相应的中间为目标,并且避开过度与亏缺,又假定了德性比任何科学都更为精确,他便藉由这些暗示出:德性亦是以诸行为中的中间以及诸情感中的中间为目标的,因此它亦是一种中道。然而,如果[多、少、相等]存在于可分且连续的事物之中,怎么可能这样把握这些——如今亦在情感与行为之中把握它们(而伦理德性正是围绕这些而确立的)?因为无论是情感还是行为都不是数量。情感乃是性质,而行为亦当归属于性质。此外,快乐除了不是数量之外,对于它们而言亦如同看视一样是非时间性地生成的。或者可以说,快乐之所以不在时间之中,是因为它的存在并非在时间中得到补足,而是在所取的时间的任何一部分中都是完整且圆满的;然而,由于它是顺应本性的活动之完成与终点,在这一点上它便不会脱离时间。此外显而易见的是,时间伴随着一切行为;而德性关乎行为并不亚于关乎情感。因此,只要〔行为〕存在于时间之中,而时间属于连续且可分的事物,依据这一点,它本身亦将接受分割。再者,由于他说过我们是依照诸情感而被运动的,而运动是可分的(因为存在于时间之中),因而诸情感自身亦当依照由它们所引起的运动而可分,并且我们依照诸情感既被剧烈地运动,亦被温和地运动。不仅如此,行为亦是某种运动或藉由运动而产生的。既然伦理德性〔关乎〕行为与情感,而这些伴随着运动并存在于时间之中,且时间是数量并是可分的,时间之中的运动亦是如此,而在这一[数量与可分之物]中可以取多、取少与取相等,那么上述的分割亦当存在于诸行为与诸情感之中。

语法注3 条
  1. 2.15ἐφ’ οἷς λαβὼν τὸ τὰς ἐπιστήμας τοῦ μέσου τοῦ κατ’ αὐτὸν στοχάζεσθαι, καὶ φεύγειν τάς τε ὑπερβολὰς καὶ τὰς ἐνδείας. λαβὼν δὲ καὶ τὸ τὴν ἀρετὴν πάσης ἀκριβεστέραν ἐπιστήμης εἶναι, αἰνίττεται διὰ τούτων

    介词短语 ἐφ’ οἷς(在此基础上/除这些之外)置于句首,引导两个分词从句(λαβὼν τὸ... 与 λαβὼν δὲ καὶ τὸ...),最终连接至主动词 αἰνίττεται。中性单数冠词 τό 将其后的不定式从句(分别为 τὰς ἐπιστήμας... στοχάζεσθαι 与 τὴν ἀρετὴν... εἶναι)名词化,作分词 λαβών 的宾语。

  2. 2.15πῶς δέ, εἰ ἐν διαιρετῷ καὶ συνεχεῖ ἐστιν, οὕτω ταῦτα ἔστι λαβεῖν; ἤδη καὶ ἐν πάθει καὶ ἐν πράξει, περὶ ἃ κεῖται ἡ ἠθικὴ ἀρετή.

    疑问句中 ἤδη 及其后短语的句法归属存在判断点。尽管刊本常在 λαβεῖν 之后放置问号,但从逻辑上看,ἤδη καὶ ἐν πάθει καὶ ἐν πράξει...(如今亦在情感与行为之中)实为修饰 λαβεῖν 的短语(即“如何可能这样在情感与行为之中把握它们”),构成了此难问的核心。本译文将其统一理解为从属于整个疑问句的句法成分。

  3. 2.15τῷ μέντοι εἶναι τελειότης καὶ τέλος ἐνεργείας τῆς κατὰ φύσιν ἀκολουθούσης εἴη ἄν ταύτῃ οὐκ ἄνευ χρόνου.

    带冠词不定式的与格 τῷ... εἶναι 表示原因(“由于是……”)。主格名词 τελειότης καὶ τέλος 作不定式 εἶναι 的表语补足语,其省略的主语为“快乐”(ἡ ἡδονή)。指示副词 ταύτῃ(“在此方面/依此”)修饰主句谓语 εἴη ἄν... οὐκ ἄνευ χρόνου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:131.12-132.12