← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§130.12-131.11

德性之属的探寻与作为品质的德性界定

厄斯特拉齐奥斯阐释了亚里士多德在《尼各马可伦理学》第二卷第五章中如何根据灵魂中生成的三类事物(情感、能力、品质)将德性的属界定为“品质”,并梳理了随后过渡到规定种差的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13

" Μετὰ δὲ ταῦτα τί ἐστιν ἡ ἀρετὴ σκεπτέον." Ἐπεὶ ὁ ὁριζόμενος πρῶτον λαμβάνει τὸ γένος τοῦ ὁριζομένου, ζητεῖ τί γένος χρὴ τῶν ἀρετῶν τίθεσθαι. καὶ ἐπεὶ αἱ τῆς ψυχῆς ἀρεταὶ ἐν ψυχῇ, λαμβάνει τίνα ἐστὶ τὰ ἐν τῇ ψυχῇ γινόμενα. ἐν γάρ τινι τούτων εἶεν ἂν καὶ αἱ ἀρεταί. (τὰ δὴ ἐν ψυχῇ γινόμενα τρία φησὶν εἶναι, πάθη δυνάμεις ἕξεις· εἴη δ’ ἂν λέγων τὴν ψυχὴν ταύτην,1 ἐν ᾗ αἱ ἠθικαὶ ἀρεταί). αὕτη δέ ἐστιν ἄλογος, ἐπιπειθὴς δὲ λόγῳ, ὁποία ἐστὶν ἡ ὀρεκτική. ἐν γὰρ ταύτῃ ταῦτα, ὧν μνημονεύει. τὸ μὲν οὖν πάθος ἐστὶ κίνησις τῆς ὀρεκτικῆς δυνάμεως αἰσθητὴ ἐπὶ φαντασίᾳ ἀγαθοῦ ἢ κακοῦ. αὐτὸς δὲ ἐναργῶς ἐδήλωσεν, ὅτι ποτέ ἐστι τὸ πάθος τῇ τε παθῶν τινων παραθέσει καὶ τῷ ἐπενεγκεῖν τὸ ὅλως οἷς ἕπεται ἡδονὴ καὶ λύπη. εἶπε γὰρ καὶ πρὸ ὀλίγου καὶ τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ἡδονὴν καὶ λύπην ἕπεσθαι. καὶ ταῖς ὀρέξεσιν δ’ ἕπεται ἡδονὴ καὶ λύπη, καθόσον μετὰ πάθους γίνονται. ἀρχαὶ γὰρ τῶν πράξεων τὰ πάθη. δυνάμεις δέ φησι, καθ’ ἃς παθητικοὶ τούτων λεγόμεθα, τουτέστι καθ’ ἃς ἐπιδεκτικοὶ τῶν παθῶν ἐσμεν (ἀπαθεῖς γὰρ ἂν ἦμεν, εἰ μὴ δύναμιν εἴχομεν τοῦ δέχεσθαι τὰ πάθη), ἕξεις δέ, καθ’ ἃς πρὸς τὰ πάθη ἔχομεν ἢ εὖ ἢ κακῶς· εὖ μέν, εἰ μέσως ἔχοιμεν πρὸς ταῦτα, ὅπερ ἐστὶν ἀρετῆς, κακῶς δέ, εἰ ὑπερβάλλοιμεν περὶ αὐτὰ ἢ ἐλλείποιμεν, ὃ καὶ κακίας ἴδιον εἶπε. τὰ μὲν οὖν ἐν ψυχῇ γινόμενα τοῖς προειρημένοις ἔστιν τρισὶν ἐπαγαγεῖν. εἰπὼν δὲ τὰ καθόλου καὶ κοινὰ μετὰ ταῦτα ἀπ’ αὐτῶν ἔλαβε ταῦτα ἅ ἐστιν αὐτῷ πρὸς τὰ προκείμενα χρήσιμα, ἀφ’ ἑκάστου χωρίσας. θεὶς δὲ ταῦτα τῶν ἐν τῇ ψυχῇ γινομένων, ἐν τίνι τούτων τὰς ἀρετὰς εἶναι δεῖ ζητεῖ καὶ διὰ πλειόνων ἀποδείξας ἐν μηδετέρῳ τῶν λοιπῶν ἢ ἐν τῇ ἕξει αὐτὰς εἶναι,2 〈ἕξεις αὐτὰς〉 ἀπεφήνατο τῷ γένει, καὶ ἕξεις βελτίστας διὰ τῶν ἑξῆς ἀποδίδωσι.

“在这些之后,应当考察德性是什么。” 由于下定义者首先把握被定义者的属,因此他探究应当将什么确立为诸德性的属。且由于灵魂的诸德性存在于灵魂中,他便把握在灵魂中生成的究竟是哪些事物;因为诸德性亦当存在于这些事物之中的某一个。(他说在灵魂中生成的事物有三类:情感、能力、品质;而他所指的当是伦理德性存在于其中的这部分灵魂)。而这一部分是非理性的,但顺从于理性,欲望能力正是如此;因为他所提及的这些事物正是存在于这一部分之中。情感乃是在对善或恶的表象下欲望能力的具感知性的运动。而他本人通过对某些情感的列举,并补充“总括来说,凡是伴随着快乐和痛苦的事物”,清晰地指明了情感究竟是什么。因为他不久前亦曾说过,快乐和痛苦既伴随着情感,亦伴随着行为。而快乐和痛苦亦伴随着欲望,只要它们是伴随情感而生成的;因为情感乃是诸行为的始基。他说能力乃是根据它们我们被称为易受这些情感影响的,即根据它们我们能够接受情感(因为如果我们没有接受情感的能力,我们便将是无情感的);而品质乃是根据它们我们对情感处于良好或不良的状态:如果我们对它们处于适度状态,便是良好,这属于德性;如果我们对它们过度或不及,便是处于不良状态,他说这亦是恶的固有特征。因此,在灵魂中生成的事物可以归纳到上述三者中。在陈述了普遍和共通的事物之后,他从每一类中作出区分,从中提取了对于眼前论题对自己有用的事物。在确立了在灵魂中生成的事物当中的这些之后,他探究诸德性应当存在于这些之中的哪一个,并通过多项论证证明了它们不存在于其余两者的任一个之中,而是存在于品质之中,从而在属上宣告它们为〈诸品质〉,并藉由下文阐述它们是最优良的品质。

§2.14

"Ἀλλὰ διακεῖσθαί πως." Κατὰ γάρ τινας 〈αἱ〉 ἀρεταὶ ἀπάθειαί τινές εἰσι καὶ ἠρεμίαι. ἀγαθοὶ δὲ ἢ κακοὶ οὐ γινόμεθα φύσει, προαιρέσει δέ. οὐδὲν γὰρ 〈τῶν〉 φύσει ἄλλως ἐθίζεται, διὸ οὔτε φύσει οὔτε παρὰ φύσιν ἐγγίνονται, ἀλλ’ ἐξ ἔθους ἡμῖν περιγίνονται. δεῖ δὲ μὴ μόνον οὕτως εἰπεῖν ὅτι ἕξεις. ὁρίσας ὅτι ἕξις τὸ γένος τῆς ἀρετῆς, προστίθησι καὶ τὰς εἰδοποιοὺς διαφοράς. ἀλλὰ πρῶτον κοινότερον ἀρετῆς ἀποδίδωσι λόγον, ὅτι πᾶσα ἀρετή, οὗ ἂν ᾖ ἀρετή, εὖ τὸ οἰκεῖον ἔργον ἀποτελεῖ, εἶτα κατὰ τὸν λόγον τοῦτον καὶ τὴν ἰδιάζουσαν τοῦ ἀνθρώπου ἀρετὴν ἀποδίδωσιν, ὃ καὶ προηγούμενος αὐτῷ σκοπός.

“而是在于具有某种态度。” 因为依某些人所言,诸德性乃是某种无情感状态与宁静状态。但我们成为善人或恶人并非由于本性,而是出于选择。因为本性生成之物没有任何一样能被以别的方式习惯化,因此它们既非出于本性生成,亦非违反本性生成,而是由习惯为我们所获得。“但不应当仅仅这样说它们是品质”。在界定了德性的属是品质之后,他亦补充了种差。但他首先给出了德性的一个更共通的定义,即凡德性皆使其所属之物的固有功用良好地完成;随后依循这一说明,他亦阐述了人类固有的德性,而这亦正是他的首要目的。

语法注2 条
  1. 2.13εἴη δ’ ἂν λέγων τὴν ψυχὴν ταύτην

    由希求式加 ἄν 与现在分词构成的迂回结构(εἴη ἂν λέγων = λέγοι ἄν),表达注解者审慎的推测。宾格的 τὴν ψυχὴν ταύτην 作分词 λέγων 的直接宾语,意为“他指的当是这部分灵魂”。

  2. 2.13ἐν μηδετέρῳ τῶν λοιπῶν ἢ ἐν τῇ ἕξει αὐτὰς εἶναι

    双数否定代词 μηδετέρῳ 特指此前列举的三项(情感、能力、品质)中除去品质之外的其余两者(情感与能力)。其后的 ἤ 紧随否定成分引出排他性对比,构成“非在其余两者之任一中,而是在品质中”的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:130.12-131.11