- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:128.20-130.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注者在此注释了亚里士多德关于德性因快乐更难抗衡而关涉快乐的论证,以及技艺与德性在作品与行事者内在状态方面的区别。欧斯特拉提乌斯阐明了为何在克制快乐方面最需要德性,并指出与技艺不同,在德性中起决定作用的不是理论性知识,而是坚定的选择与长期的习惯化。
" Ἔτι δὲ χαλεπώτερον ἡδονῇ μάχεσθαι." Ἡ ἐπιχείρησις φανερά. ὡς αἱ τέχναι περὶ τὰ χαλεπώτερα τῶν ἐν τῷ αὐτῷ ὑποκειμένων μᾶλλον ἐξετάζονται (ὅσα γὰρ δυσαρμοστότερα τῶν ξύλων, περὶ ταῦτα μᾶλλον ἡ τεκτονικὴ κρίνεται· τὸ γὰρ ἐν τούτοις εὖ βέλτιον καὶ τεχνικώτερον), καὶ ὅσα δυσιατότερα τῶν παθῶν ἡ ἰατρικὴ ἐπισκέψεται, οὕτω καὶ αἱ ἀρεταὶ περὶ τὰ χαλεπώτερα ἂν εἶεν, χαλεπώτερον δὲ καὶ δυσμαχώτερον πάθος ἡ ἡδονή· ὥστε περὶ ταύτην ἂν εὐλόγως τιθείημεν εἶναι τὴν ἀρετήν. οὗ γὰρ χαλεπώτερόν ἐστι κρατεῖν, ἐν τούτῳ μάλιστα ἀρετῆς χρεία, ἡδονῆς δὲ χαλεπώτερον κρατεῖν. ἄλλη αὕτη ἡ ἐπιχείρησις τῆς ἄνω· ἐκείνη μὲν γὰρ λέγει διὰ τὸ σύντροφον εἶναι τὴν ἡδονὴν ἡμῖν, διὰ τοῦτο δυσαπότριπτον αὐτὴν ὑπάρχειν τῷ ἔθει, αὕτη δὲ διὰ τὸ δύσμαχον εἶναι κατὰ τὴν ἰσχύν. τοῦ δὲ χαλεπὸν καὶ δύσμαχον εἶναι τὴν ἡδονὴν δεικτικῶς προσεχρήσατο τῷ ὑπὸ τοῦ Ἡρακλείτου εἰρημένῳ, ὃς λέγει χαλεπώτερον εἶναι ἡδονῇ μάχεσθαι ἢ θυμῷ, ἐπεὶ καὶ οὗτος δυσμαχώτερος τότε, ἂν ἅμα ἡ ἡδονὴ γίνοιτο, ὡς αὐτὸς οὗτός φησιν ὁ Ἡράκλειτος, “ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσι ἀέξεται ἠύτε καπνός”. καὶ γὰρ τὸ εὖ βέλτιον ἐν τούτῳ, ἐν τῷ ἐν ἀρετῇ γίνεσθαι καὶ τέχνῃ ἢ ἀτέχνως καὶ χωρὶς ἀρετῆς· τελειότης γάρ ἐστιν ἔργων αὕτη, καὶ παντὸς οὗ ἐστιν ἡ ἀρετὴ τὸ εἶναι ἀκρότης.
“此外,与快乐作斗争更为困难。” 这一论证是显而易见的。正如诸技艺更是在同一基底事物中更为困难的事项上受到检验(因为在木料中那些越难契合者,木工技艺越是围绕它们受到判定;因为在这些事物中把事情做好更为优异,亦更具技艺性),且正如医术考察诸病痛中更为难治者,同样诸德性亦当是围绕更为困难之事而存在的。而快乐是一种更为困难且更难战胜的情感;因此,我们将德性置于关涉快乐的地位是合乎情理的。因为在何处更难克制,在何处便最需要德性,而克制快乐乃是更为困难的。这一论证不同于上面的论证;因为前一论证说,由于快乐与我们一同滋长,故而通过习惯难以将其磨灭,而这一论证则说,这是由于在力量上它难以抗衡。为了证明快乐是困难且难以抗衡的,他补充使用了赫拉克利特所说的话;赫拉克利特说,与快乐作斗争比与气愤作斗争更为困难,因为当快乐同时产生时,气愤亦是更难抗衡的,正如这位赫拉克利特本人所说:“它比滴淌的蜂蜜甜得多,/如烟雾般在人们的胸膛中滋长”。因为把事情做好在此处确实更为优异,即处于德性与技艺之中,而非无技艺且脱离德性;因为这乃是诸作品的完满,亦是德性作为其德性的一切事物的顶峰。
"Τοῦτο δ’ ἐστὶ τὸ κατὰ τὴν ἐν αὐτῷ γραμματικήν." Τουτέστιν ἀπὸ τῆς οἰκείας τε καὶ ἐν αὐτῷ ἕξεως. τὰ δὲ κατὰ τὰς ἀρετὰς γινόμενα. οὐχ ὁμοίως ἔχειν φησὶν τὰ κατὰ τὰς τέχνας ταῖς ἀρεταῖς. ἐπὶ μὲν γὰρ τῶν κατὰ τέχνην γινομένων τὸ εὖ καὶ τεχνικῶς γεγονέναι τὰ ἔργα ἐν αὑτοῖς ἔχει, καὶ ἀπὸ τούτων, εἴτε κατὰ τέχνην γέγονεν εἴτε καὶ μή, ἡ κρίσις. 〈διὸ αὔταρκες τὸ ταῦτα ποιὰ εἶναι. ἐπὶ δὲ τῶν κατ’ ἀρετὴν γινομένων * ἀπὸ τῶν ἔργων ἡ κρίσις.〉 οὐδὲ γάρ, ἂν δίκαιον ᾖ τὸ γεγονός, ἤδη καὶ δικαίως αὐτὸ γεγονέναι ἀνάγκη, ἀλλὰ δεῖ πρὸς τὸ τὰ ἔργα εἶναι δίκαια καὶ τοῦ πράττοντος,1 πρῶτον μὲν εἰ εἰδότως ποιεῖ καὶ μὴ ἀπὸ τύχης, εἶτα οὕτω πως ἔχοντος πρὸς ταῦτα, τουτέστι προαιρουμένου καὶ μὴ διά τι ἔξωθεν προαιρουμένου ἀλλὰ δι’ αὐτά· πρὸς τούτοις αἱρουμένου αὐτὰ βεβαίως καὶ ἀμετακινήτως, ὅ ἐστιν ἀμετανοήτως, ὧν οὔτε ἡ προαίρεσις οὔτε τὸ βέβαιον καὶ ἀμετάβλητον πρὸς τὰς τέχνας συντελεῖ οὐδὲ διὰ τούτων πρὸς τὴν κρίσιν τοῦ κατὰ τέχνην τι γίνεσθαι, ἀλλ’ ἱκανὸν μὲν ἐπ’ αὐτῶν τὸ αὐτοὺς εἰδέναι μὴ ἀπὸ τύχης ἢ ἄλλου ὑποθεμένου. μικρὸν δὲ εἶπε τὸ εἰδέναι ἢ οὐδὲν συντελεῖν πρὸς ἀρετήν, ὅτι τὰ ἤθη τὴν πλείστην ἰσχὺν ἔχει ἐν τῇ κτήσει τῶν κατὰ τὰς ἀρετὰς ἕξεων καὶ πρὸς μὲν τὸ πράττειν τὰ κατ’ ἀρετὴν οὐδὲν ἐκ τοῦ καὶ τὴν αἰτίαν εἰδέναι καὶ τὴν ἀπόδειξιν αὐτῶν ἔχειν. οὐ μὴν παντάπασι τοῖς καλῶς εἰθισμένοις ἀσύμβολος ἡ γνῶσις αὐτῶν. λογικοῦ γὰρ τὸ τῶν πραττομένων ὑπ’ αὐτοῦ τὰς αἰτίας εἰδέναι καὶ ἀποδιδόναι δύνασθαι. Κοινότερον τέχνας τὰς ἕξεις ἐκάλεσεν, εἰπὼν πρὸς μὲν τὸ τὰς ἄλλας τέχνας ἔχειν οὐ συναριθμεῖται. οὐ γὰρ δὴ καὶ τὰς ἀρετὰς ἡγεῖται τέχνας, ὃ ἡ τοῦ ἄλλας δίδωσιν ἐννοεῖν λέξις. τὸ γὰρ ἄλλος ἐπὶ τῶν ὁμογενῶν λέγεται. ἀλλὰ καὶ ὁ οὕτω πράττων. τὸ γὰρ εἰδέναι τοὺς μὴ ἐθιζομένους καλῶς μηδὲ τὰς κατ’ ἀρετὴν ἐνεργείας ἐνεργοῦντας οὐδ’ ἐγγὺς γίνεσθαι τοῦ ἀγαθοὺς γενέσθαι. σφόδρα δὲ τοῦτο προτρεπτικῶς εἰπών, ἑξῆς καθήψατο τῶν ἐν τοῖς λόγοις περὶ τούτων γυμναζομένων, ἀμελούντων δὲ τῶν ἔργων, ὡς ἐν τούτῳ τοῦ φιλοσοφεῖν κειμένου, τῷ εἰδέναι τίνα μέν ἐστι καλά, τίνα δὲ αἰσχρά, καὶ τίνα μὲν αἱρετά, τίνα δὲ φευκτά, καὶ ἐν τίνι τῇ δικαιοσύνῃ τὸ εἶναι, ἐν τίνι δὲ τῶν ἄλλων ἀρετῶν ἑκάστη. οὐ γὰρ εἰ ταῖς ἐπιστήμαις ὑπάρξει τὸ ἕξεσιν αὐταῖς εἶναι ἀμετακινήτοις ὑπὸ λόγου, ἀλλὰ καὶ ταῖς ἀρεταῖς τοῦτο ὑπάρχει, ἤδη καὶ αἱ ἀρεταὶ ἐπιστῆμαι.2 οὐ γὰρ ὁ ὁρισμὸς ἐκεῖνος τῆς ἐπιστήμης ἴδιος, ἐπεὶ καὶ 〈αἱ〉 κακίαι τοῦτο ἔχουσι καὶ τὰ δυσαπότριπτα πάθη τῆς ψυχῆς, ὡς μανίαι καὶ τὰ τοιαῦτα, καὶ τοῦ σώματος, ὡς φθόαι. αἱ γὰρ ἕξεις ἀμετακίνητοι ὑπὸ λόγου οὖσαι οὐκ ἤδη ἐπιστῆμαι. ἴδιον γὰρ ἐπιστήμης τὸ ἕξιν εἶναι ἀποδείξεως γνωστικήν. τοιαύτη δὲ οὖσα καὶ βέβαιός ἐστι, καὶ οὐκέτι τῶν ἀρετῶν ἡ δι’ ἀποδείξεως γνῶσις αἰτία. ἐναργεστάτῳ δὲ ὑποδείγματι τῶν καμνόντων ἐχρήσατο τῇ προκειμένῃ ὑποθέσει.
“而这是指依照自身之中的文法技艺。” 这就是说,源于属于自身且在自身之中的品质。“但依循诸德性而生成者”。他说,依循技艺的事物与诸德性的情况并不相同。因为在依循技艺而生成的事物中,良好且合乎技艺地生成,乃是诸作品在自身之中所具有的,且是否依循技艺生成,乃是根据这些作品来判定的。〈因此,只要这些作品具有某种性质便足够了。但在依循德性而生成的事物中,判定并非根据作品而来。〉因为即便所生成的事物是公正的,亦未必意味着它是公正地生成的;相反,为了使作品是公正的,行事者本身亦需要[处于某种状态]:首先,他是否明知而为且非出于偶然;其次,是对这些事物具有某种态度,即出于选择而为,且并非为了某种外在之物而选择,乃是因其自身而选择;除这些之外,还必须坚定且不可动摇地选择它们,也就是说毫不懊悔。在这些条件中,无论是选择还是坚定不可变,对于诸技艺都无所贡献,亦不能通过这些来判定某物是否依循技艺生成;相反,对于技艺而言,行事者自身知晓且非出于偶然或他人指点便足够了。他说知晓对于德性贡献甚微或全无贡献,是因为性格习惯在获得依循诸德性的品质方面具有最大的力量,而对于践行依循德性之事而言,得知其原因并拥有其论证则全无助力。然而,对于受过良好习惯化的人而言,对它们的认识绝非全然无用;因为知晓由自己所行之事的原因并能予以说明,乃是理性存在的特征。在说“对于拥有其他技艺而言并不计算在内”时,他是在更宽泛的意义上把诸品质称为技艺;因为他绝非把诸德性亦视为技艺,而“其他”这一词语会让人产生这种想法;因为“其他”乃是对同类事物而言的。“而且这样行事的人亦是如此”。因为对于那些未受良好习惯化、亦未实施依循德性的活动的人而言,知晓甚至不能使他们接近于成为善人。他在极具劝勉性地讲了这番话之后,紧接着便抨击了那些只在言辞中就这些事情进行操练、却忽视实践的人,仿佛哲学就在于此:在于知晓什么是高尚、什么是丑陋,什么是应选择的、什么是应逃避的,以及正义的本质在于何处,其他各德性又在于何处。因为,即便具有由理性不可动摇的品质属于诸科学,且这亦属于诸德性,诸德性并不因此就是诸科学。因为那个定义并非科学所固有,因为恶亦具有这一点,以及灵魂难以磨灭的病患(如疯狂之类)和身体的病患(如肺痨)亦具有这一点。因为诸品质即使是由理性不可动摇的,亦不因此就是科学;因为科学的固有特质乃是能够认识论证的品质。唯其如此,它才是坚固的,而通过论证的认识不再是诸德性的原因。他在眼前的论题上,运用了患者的极为生动的例证。
- 2.12δεῖ πρὸς τὸ τὰ ἔργα εἶναι δίκαια καὶ τοῦ πράττοντος
非人称动词 δεῖ 支配表目的的介词短语 πρὸς τὸ... 并要求属格 τοῦ πράττοντος(“为了使作品是公正的,行事者[的状态]亦被需要”)。随后的从句(εἰ εἰδότως ποιεῖ)与属格分词(οὕτω πως ἔχοντος, αἱρουμένου)规定了行事者自身必须具备的内在条件。
- 2.12οὐ γὰρ εἰ ταῖς ἐπιστήμαις ὑπάρξει τὸ ἕξεσιν αὐταῖς εἶναι ἀμετακινήτοις ὑπὸ λόγου, ἀλλὰ καὶ ταῖς ἀρεταῖς τοῦτο ὑπάρχει, ἤδη καὶ αἱ ἀρεταὶ ἐπιστῆμαι
反驳性句式 οὐ γὰρ εἰ... ἤδη καί...(“并不因为……就立刻……”)。条件从句的主语是冠词加不定式短语 τὸ ἕξεσιν αὐταῖς εἶναι ἀμετακινήτοις ὑπὸ λόγου(“由理性不可动摇的诸品质”);作者借此论证,即使科学与德性共同具有这一属性,亦不能得出德性就是科学的结论。
