- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:127.1-128.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯注解了《尼各马可伦理学》第2卷第3章(1104b11–1104b27),阐明德性关涉快乐与痛苦、惩罚作为通过相反之物的治疗、早期习惯化的重要性,以及德性并非绝对的无情念(apatheia),而是包含适当限定的中庸与适度。
" Διὸ δεῖ ἦχθαί πως." Οἱ γὰρ ἐθισθέντες χαίρειν καὶ λυπεῖσθαι ἐφ’ οἷς δεῖ οὐκέτ’ ἂν διὰ μὲν ἡδονὴν πράττοιεν τὰ φαῦλα, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπέχοιντο. εἴη δ’ ἂν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ὡς ὕλην ὑποκειμένην. ταῦτα γὰρ ὁρίζει ὁ ὀρθὸς λόγος. ἐπαινεῖ δὲ καὶ Πλάτωνα ὡς καλῶς ἀξιοῦντα εὐθὺς ἐκ νέων ἐθίζεσθαι οὕτως, ὡς χαίρειν μὲν ἐφ’ οἷς δεῖ, λυπεῖσθαι δὲ ἐπ’ αὐτοῖς τούτοις. διὸ θαυμάσειέ τις ἂν τῶν Πλατωνικῶν τοὺς τὴν ἀπάθειαν εἰσάγοντας ὡς δόγμα Πλατωνικὸν καὶ τῇ ἡδονῇ λοιδορουμένους. ἔτι δ’ εἰ ἀρεταί εἰσι περὶ πράξεις καὶ πάθη. ὅτι αἱ ἀρεταὶ περὶ ἡδονὰς καὶ λύπας εἰσὶ καὶ δεῖ τοὺς καλῶς παιδευομένους νέους ἀπ’ ἀρχῆς ἐθίζεσθαι, ὥστε ἥδεσθαί τε καὶ λυπεῖσθαι ἐφ’ οἷς δεῖ, δείκνυσι καὶ διὰ τοῦ τὰς ἀρετὰς ὁμολογεῖν τὰς ἠθικὰς περὶ πράξεις εἶναι καὶ πάθη,1 παντὶ δὲ πάθει καὶ πάσῃ πράξει ἕπεσθαι ἡδονὴν καὶ λύπην. τὸ μὲν οὖν περὶ πάθη καὶ πράξεις εἶναι τὴν ἠθικὴν ἀρετήν, δῆλον. πρακτικαὶ γὰρ αἱ ἠθικαὶ ἀρεταὶ καὶ ἐν ταῖς πράξεσιν αὐτῶν αἱ ἐνέργειαι· ταύτῃ γὰρ διαφέρουσι τῶν θεωρητικῶν. ὅτι δὲ περὶ τὸ ἥδεσθαι καὶ λυπεῖσθαι αὗται, καὶ οὕτω δείκνυσιν· αἱ κολάσεις ἰατρεῖαι τῶν ἁμαρτανομένων εἰσίν· αὗται δὲ διὰ τῶν ἐναντίων τοῖς ἁμαρτάνουσι γίνονται· κολάζονται δὲ οἱ ἁμαρτάνοντες διά τε λύπης καὶ διὰ τῆς τῶν ἡδέων ἀποχῆς. περὶ ταῦτα ἄρα αἱ ἁμαρτίαι, περὶ ἃ δὲ αἱ ἁμαρτίαι, περὶ ταῦτα καὶ αἱ ἀρεταί. αἱ δὲ τῶν ἐναντίων ἰατρεῖαι εἰς τὸ μέσον ἀγωγαί τινές εἰσι τῶν τε καθ’ ἃ νοσοῦσι καὶ τῶν ἰατρείας καὶ θεραπείας χάριν προσφερομένων.2 δῆλον δὲ τοῦτο ἐπὶ τῶν τῆς ἰατρείας βοηθημάτων. αὕτη γὰρ τοὺς μὲν πληρουμένους κενοῖ, πληροῖ δὲ τοὺς κενούς, καὶ τοὺς μὲν ὑπερηραιωμένους πυκνοῖ, τοὺς δ’ αὖ πεπυκνωμένους ἀραιοῖ, τούτων εἰς τὸ μεταξὺ βουλομένη τὴν ἕξιν ἄγειν. ὡσαύτως τοίνυν καὶ αἱ κολάσεις τῶν ἁμαρτανόντων ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον συνωθοῦσαι τὸν περὶ τὰς ἡδονὰς σφαλλόμενον μηνύουσι τὸ περὶ τὰς ἡδονὰς καὶ λύπας τῶν ἀρετῶν κατεργαστικόν. ἢ ἃς μὴ δεῖ. διώκουσι, φησί, τινες τὰς ἡδονὰς ὡς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ καὶ ἃς οὐ δεῖ καὶ οἷς οὐ δεῖ καὶ ἐν ᾧ τόπῳ μὴ δεῖ καὶ οὐχ ὡς δεῖ. ὡς οὐ δεῖ μέν· οὐ γὰρ δεῖ φιλοσόφῳ τρυφᾶν ἢ ἁπλῶς πεπαιδευμένῳ. ὅτε δὲ οὐ δεῖ, οἷον γηραιῷ καὶ παρήλικι γαμεῖν. ἃς δὲ οὐ δεῖ· οὐ γὰρ ἀπηγορευμένῃ χρῆσθαι τροφῇ, οἱονεὶ παρὰ πολεμίων λαβόντας. οἷς δὲ οὐ δεῖ, οἷον βασιλεῖ παρανομεῖν· οὐ γὰρ ταὐτὸν βασιλεῖ καὶ ἰδιώτῃ· ὁ μὲν γὰρ λανθάνουσαν ἔχει τὴν πρᾶξιν καὶ οὐ πρὸς ζῆλον κινοῦσάν τινας, ὁ δὲ τῷ ὑπερέχειν κακὸν πρόκειται τοῖς ὑπὸ χεῖρα ὑπόδειγμα. 〈καὶ ἐν ᾧ τόπῳ μὴ δεῖ〉, οἷον ἐν ἱερῷ † νομίμης ἀφροδισιάζειν. καὶ οὐχ ὡς δεῖ, ὡς εἴ τις παρανόμως καὶ παρὰ φύσιν βιάζοιτο τὴν ὁμόζυγον κοίτην. οὐκ εὖ δὲ ὅτι ἁπλῶς λέγουσι, τουτέστι τοῦ οὐχ ὡς δεῖ καὶ ὡς οὐ δεῖ καὶ χωρὶς ὧν ἐπάγει αὐτός.3 τῶν γὰρ ἡμαρτημένων παθῶν ἐστιν ἀπάθειά τις ἡ ἀρετή, ἀλλ’ οὐχ ἡ ἁπλῶς. ἰστέον δὲ ὅτι καὶ πρὸ τῶν Στωικῶν ἦν ἡ δόξα αὕτη, ἡ τὰς ἀρετὰς ἐν ἀπαθείᾳ τιθεῖσα. καὶ τοῦτο δῆλον πεποίηκε δείξας ἐν μὲν ἀμετρίᾳ ἡδονῶν καὶ λυπῶν τὴν κακίαν οὖσαν, ἐν δὲ τῷ μεμετρημένῳ τε καὶ ὡρισμένῳ τὴν ἀρετήν, αὐτὸ τοῦτο ἐπενεγκὼν καὶ εἰπὼν " Ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ τοιαύτη περὶ ἡδονὰς καὶ λύπας τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον, "Προσθεὶς τῇ ἀρετῇ τὸ ἡ τοιαύτη ὑπὲρ τοῦ δηλῶσαι τὴν ἠθικήν. οὐ γὰρ δὴ καὶ ἡ διανοητικὴ περὶ ταῦτα θεωρεῖται, τριῶν ὄντων τῶν εἰς τὰς φυγάς, δηλονότι τῶν χειρίστων. τούτοις γὰρ τὸ βέλτιστον ἀντίκειται. κανονίζομεν δὲ καὶ τὰς πράξεις. οἱ γὰρ πολλοὶ μᾶλλον τῇ ἡδονῇ αἱροῦνται κανονίζειν τὰς πράξεις καὶ παραμετρεῖν. οὕτω γὰρ ὅρον τῶν ἑκουσίως πραττομένων τὴν ἡδονὴν ποιοῦντες τὰ μὲν ἡδέα πράττουσι, τὰ δὲ λυπηρὰ ἀποστρέφονται. ἧττον δὲ τούτων οἱ ἀγαθοὶ ὅ τι πράξαιεν τῷ αἱροῦντι λόγῳ πειθόμενοι ἑτοιμότερον καὶ προθυμότερον πράττουσι,4 κἂν ἀηδῆ ὦσι ταῦτα ἃ δεῖ πράττειν.
“因此必须以某种方式受到引导。” 因为那些习惯于对所当喜者喜、对所当悲者悲的人,便不再会出于快乐而作恶,亦不再会出于痛苦而远离高尚。而伦理德性当是关涉作为潜在质料的快乐与痛苦的;因为正道规定了这些。他亦赞扬柏拉图,因其正确地主张自幼便应当立即受到如此习惯化,以致对所当喜者喜,对恰恰这些事物感到痛苦。因此,人们或许会对那些把无情念作为柏拉图学说引入并责难快乐的柏拉图主义者感到诧异。“此外,如果诸德性是关涉行动与情感的”。诸德性关涉快乐与痛苦,且受过良好教育的青年必须自始受到习惯化,以便对所当乐者乐、对所当悲者悲,这一点他亦通过以下事实予以证明:即公认伦理德性是关涉行动与情感的,且快乐与痛苦伴随着每一种情感与每一桩行动。伦理德性关涉情感与行动,这一点固然是显而易见的;因为伦理德性是实践性的,且其活动在于行动之中;正是在这一点上它们不同于理论诸德性。至于它们关涉体验快乐与痛苦,他亦如此证明:惩治是对所犯过失的医治;而这些医治是通过相反之物施加于犯过之人的;犯过之人受到惩治,既是通过痛苦,亦是通过对惬意事物的戒绝。因此,过失所围绕的正是这些,而在何处有过失,诸德性亦关涉何处。通过相反之物的医治,乃是将人们据以患病的状态以及为了治疗与调理而施予的事物引向中间的一种引导。这在医疗手段中是显而易见的;因为医术使满者泄,使虚者补,使过于稀疏者紧密,又使过于紧密者稀疏,意欲将状态引向这两者之间的中间状态。因此同样地,对犯过之人的惩治,将围绕快乐而失足者从相反之端推向相反之端,亦揭示了诸德性在关涉快乐与痛苦方面的塑造力。“或者是所不当的快乐”。他说,有些人追求快乐,是以不当的方式,在不当时机,追求不当的快乐,由不当为之者,在不当地点,且不是以正当的样态。首先以不当的方式,是因为哲学家或简言之受过教养的人不当奢靡。在不当时机,例如老朽且年事已高之人成婚。追求不当的快乐,例如不当食用禁忌之食,犹如从敌人处取得之物。由不当为之者,例如君王违法;因为君王与平民不可同日而语,平民之举隐蔽而不致引起效仿,而君王因其尊显而成为属下臣民的恶劣榜样。〈在不当地点,〉例如在圣所中与合法〔妻子〕行房。不是以正当的样态,例如有人违法且违逆自然地强暴同室寝榻。“由于不加限定地言说而说得不好”,也就是说,缺少了“不是以正当的样态”和“以不当的方式”,以及缺少了他本人所补充的那些限定。因为德性乃是对犯过之情感的某种无情念,而绝非无限定的无情念。应当知晓,将诸德性置于无情念之中的这种见解,甚至在斯多亚派之前就已存在了。他表明恶在于快乐与痛苦的无度,而德性在于合度与确界,并通过补充这一点并说道,使之变得明白: “因此预设了德性乃是关于快乐与痛苦践行最优之事的这样一种状态,而恶则相反,”他在德性上补充了“这样一种”,是为了指明伦理德性;因为理智德性并不是在这些事物中被观察到的。“既然在逃避方面有三者”,显然是指最恶劣者;因为最善者正与这些相对立。“我们亦规范行动”。因为大众更愿意用快乐来规范和度量自己的行动。因为通过这样把快乐确立为自愿行动的界尺,他们便践行惬意之事,而避开痛苦之事。但比他们更少〔用快乐规范行动〕的善人,无论做何事,都顺从具有说服力的正道,更甘愿且更热切地去践行,即便那些所当行之事并不惬意。
- 2.9διὰ τοῦ τὰς ἀρετὰς ὁμολογεῖν τὰς ἠθικὰς περὶ πράξεις εἶναι καὶ πάθη
由介词 διά 引导的带冠词不定式结构(διά τοῦ + 不定式 ὁμολογεῖν),不定式 ὁμολογεῖν 的施事主语为泛指的人们或具有无人称被动含义(“通过伦理德性被普遍承认关涉行动与情感这一事实”)。τὰς ἀρετὰς τὰς ἠθικὰς 是下属不定式 εἶναι 的宾格主语。
- 2.9τῶν τε καθ’ ἃ νοσοῦσι καὶ τῶν ἰατρείας καὶ θεραπείας χάριν προσφερομένων
依赖于 εἰς τὸ μέσον(向着中间)的双重属格短语,由 τε...καί 连接两个极端:患者据以患病的状态(τῶν καθ’ ἃ νοσοῦσι)以及为了医治而施用的药物/手段(τῶν προσφερομένων)。
- 2.9τουτέστι τοῦ οὐχ ὡς δεῖ καὶ ὡς οὐ δεῖ καὶ χωρὶς ὧν ἐπάγει αὐτός
对前文 οὐκ εὖ δὲ ὅτι ἁπλῶς λέγουσι 的阐释。冠词属格 τοῦ 将紧随其后的副词性短语实体化,在句法和语义上与后半句的 χωρὶς ὧν 并列,意指“即缺少了‘不当如何’等修饰语,且没有加上亚里士多德本人所增补的那些限定”。
- 2.10ἧττον δὲ τούτων οἱ ἀγαθοὶ ὅ τι πράξαιεν τῷ αἱροῦντι λόγῳ πειθόμενοι ἑτοιμότερον καὶ προθυμότερον πράττουσι
句首的 ἧττον δὲ τούτων(“比这些人[大众]更少”)与前文 μᾶλλον 呼应,承接《尼各马可伦理学》1105a2(οἱ μὲν μᾶλλον οἱ δ᾽ ἧττον),省略了“用快乐规范行动”之意。关系分句 ὅ τι πράξαιεν 带有无 ἄν 的希求法,表示泛指的假设(“无论做什么”),作主动词 πράττουσι 的宾语。
