← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§125.8-126.35

德性的习惯形成与正道及快苦情感

本节注解阐述了亚里士多德关于德性非出于自然而是经由活动习惯化而生成的论证,引入了作为伦理行动标准的“正道”,并指出伦理学讨论只能达到概略与纲要的精确度。随后以节制和勇敢为例,分析了伦理德性如何以情感、快乐与痛苦为质料或随附物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6

" Ὅσοι δὲ μὴ εὖ αὐτὸ ποιοῦσιν, "τῶν νομοθετῶν δηλονότι μὴ διὰ τῶν ἐπαινετῶν ἐνεργειῶν ἄγουσι τοὺς πολίτας, ἀστοχοῦσι τοῦ πράγματος. ἔτι ἐκ τῶν αὐτῶν. οὕτως ἔχει τὰ τῆς ἐπιχειρήσεως· ὃ ἐκ τῶν αὐτῶν πως γινομένων καὶ γίνεται καὶ φθείρεται, οὐ φύσει· αἱ δ’ ἀρεταὶ οὐ,1 ἐκ γὰρ τῶν αὐτῶν πως γινομένων καὶ γίνονται καὶ φθείρονται, τουτέστιν οὐ γίνονται οὐδὲ συνίστανται τὴν ἀρχήν. οὕτω γὰρ τῷ φθείρεσθαι νῦν ἐπὶ τῶν ἤδη οὐσῶν ἀρετῶν ἐχρήσατο. καὶ διὰ τῶν αὐτῶν, δηλονότι τῶν ποιῶν ἐνεργειῶν τῶν ἐξ ἐθῶν τὸ εὖ ἢ τὸ κακῶς ἐχουσῶν. εἰ γὰρ μὴ οὕτως εἶχε. καλῶς· εἰ γὰρ μὴ ἡ τῶν ἠθῶν διαφορὰ τοίους ἢ τοίους ἐποίει. οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. συνελόντι τὸ πᾶν οὕτως ἂν ἔχοι ἡ ἐπιχείρησις· εἰ ὁμοίως ταῖς τέχναις αἱ ἀρεταὶ ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν γίνονται καὶ φθείρονται, αἱ δὲ τέχναι διὰ τῶν ἐνεργειῶν γινόμεναι οὐ φύσει, οὐδ’ ἂν αἱ ἀρεταὶ φύσει ἐγγίνοιντο διὰ τῶν ἐνεργειῶν γινόμεναι. εἰ οὖν μὴ φύσει ἀλλὰ ἐξ ἔθους, δεῖ δηλονότι τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι, καὶ πρᾶοι γίνονται δηλονότι ἐθιζόμενοι καὶ πράττοντες τὰ δι’ ὧν τοιοῦτοι γίνονται, ὡς ἐπάγει. ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία. ὅτι προηγουμένως ἡ παροῦσα πραγματεία ἕνεκεν τῆς τῶν ἀρετῶν ἐστι πράξεως, κατὰ δεύτερον δὲ λόγον καὶ περὶ τῆς θεωρίας αὐτῶν τῶν ἀρετῶν.

“凡没有把这做好的,”显然,立法者中凡不通过值得赞赏的活动引导公民的人,都未能达成其目的。“此外,出于相同的事物”。论证的要点如下:凡出于以某种方式发生的相同的事物而既生成又毁灭的,皆非出于自然;而诸德性则并非[出于自然],因为它们出于以某种方式发生的相同的事物既生成又毁灭,也就是说,它们根本就既不生成也不成立。因为他现在使用“毁灭”一词,是针对已经存在的德性而言的。“并且通过相同的事物”,显然是指通过具有某种性质的活动,即从习惯中获得其好或坏的活动。“若非如此”。说得很好;因为若不是习惯的差异造成这般或那般的人[便会如此]。“对于诸德性而言确实亦是如此”。总括而言,论证当如下进行:若诸德性与诸技艺相似,既出于相同的事物且通过相同的事物而生成与毁灭,而诸技艺由于是通过活动生成的因而不是出于自然,那么诸德性由于是通过活动生成的,亦不可能是出于自然而生成的。因此,若非出于自然而是出于习惯,显然就必须展现出具有某种性质的活动,并且正如他接着指出的那样,人们显然是通过被习惯化以及践行借以成为温和者的那些活动,才成为温和者的。“既然当前的考察”。这是说当前的考察主要为了德性的践行,而次要地亦关涉对德性本身的观照。

§2.7

"Τὸ μὲν οὖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν κοινόν." Κοινόν φησι δὴ ταῖς πράξεσί τε καὶ ἐνεργείαις, δι’ ὧν ἐθίζεσθαι δεῖ, ὑπάρχειν τὸ πράττεσθαι αὐτὰς κατὰ τὸν ὀρθὸν λόγον. ῥηθήσεται δ’ ὕστερον περὶ αὐτοῦ, ἐν τῷ ἕκτῳ, ὅπου περὶ φρονήσεως λέγει. ὁ γὰρ ὀρθὸς λόγος ἀπὸ φρονήσεως ὢν ὁρίζει τε τὰς πράξεις τὰς κατὰ τὰς ἠθικὰς ἀρετὰς καὶ τὸ μέτρον αὐταῖς ἐπιτίθησιν. ὑποθέμενος δὲ τοῦτο καὶ μέλλων ἑξῆς δεικνύναι, ὅτι περὶ τὰ πάθη εἰσὶν αἱ πράξεις δι’ ὧν ἐθίζεσθαι δεῖ (αἱ γὰρ ἀρεταὶ περὶ ταῦτα), καὶ ὅτι δεῖ ταύτας τοῦ ἐν τούτοις μέσου στοχάζεσθαι, ἀναμιμνήσκει ἡμᾶς τοῦ πολλάκις εἰρημένου αὐτῷ ἐν τῷ πρώτῳ, ὅτι δεῖ τὴν τοῦ λεγομένου ἀκρίβειαν πρὸς τὰς ὑποκειμένας ὕλας ἐξετάζειν, διόπερ ἐπεὶ αἱ πράξεις, αἵ τε κατὰ τὰς ἀρετὰς καὶ τὰ ἤθη δι’ ὧν αἱ ἐνέργειαι, οὐδὲν ὡρισμένον ἔχουσι (καὶ γὰρ παρὰ τοὺς χρόνους καὶ παρὰ τὰς περιστάσεις καὶ τύχας καὶ παρὰ τὰ πρόσωπα καὶ παρὰ τὰς προαιρέσεις καὶ παρὰ τοὺς τόπους καὶ παρὰ τὰς ἡλικίας μεταπίπτει καὶ ἄλλοτε ἀλλοῖα γίνεται ὥσπερ καὶ τὰ ὑγιεινά· οὐδὲ γὰρ ἐπὶ τούτων ἔστιν εἰπεῖν ἀκριβῶς πόσος περίπατος ὑγιεινὸς ἢ πόσα σιτία), καὶ τὸν περὶ αὐτῶν λόγον τύπῳ τινὶ καὶ περιγραφῇ λέγεσθαι,2 ἐπεὶ μηδ’ ἔχει τὴν ἀκριβολογίαν. οὔτε γὰρ τὰ συμφέροντα, περὶ ἃ αἱ πράξεις αἱ κατὰ τὸν βίον, δι’ ὧν ἐθιζόμεθα, οὔθ’ ὅλως τὰ αἱρετὰ ἑστηκός τι καὶ βέβαιον ἔχει. δοκεῖ τε γὰρ μήτε πᾶσι τὰ αὐτὰ συμφέρειν μήτε τοῖς αὐτοῖς 〈ἀεὶ〉 τὰ αὐτά. ὁμοίως δὲ μηδὲ αἱρετὰ εἶναι πᾶσι τὰ αὐτά, καὶ τῶν ἄλλων ἔχει ἀρετῶν, ἠθικῶν δηλονότι· περὶ γὰρ τούτων νῦν ἐστιν ὁ λόγος αὐτῷ· αὗται γάρ εἰσι διὰ τῶν ἠθῶν γινόμεναι.

“因此,依从正道而行动是普遍的,”他说,依从正道去行动,乃是人们借以受到习惯化的那些行动与活动所共同具有的特征。关于这一点,后文在论及明智的第六卷中将予以阐述。因为源于明智的正道,既规定了依循伦理德性的行动,亦为其确立了尺度。在预设了这一点,并紧接着将要表明借以受到习惯化的行动是关乎情感的(因为诸德性关涉这些情感),且表明这些行动必须瞄准其中的中庸之后,他使我们想起他在第一卷中屡次指出的原则,即必须对照所针对的质料来考察所言之事的精确性。因此,既然诸行动——无论是依从诸德性的行动还是借以产生活动的习惯——都不具有任何固定不变之物(因为它们随着时间、境况与机缘,随着人物、抉择、地点与年龄而转移,并如同健康事物一样随时变动不居;对于健康事物亦不能精确说明多少步行或多少食物是健康的),那么关于它们的言说亦因其无法具备精确性而必须以纲要和概略的方式加以表述。因为有益的事物(我们借以受到习惯化的生活行动所围绕的事物)以及广义的可抉择之物,皆不具有任何固立与确凿之物。因为看起来既不是相同的事物对所有人都适宜,亦不是相同的事物对同一些人始终有益。同样,亦不是相同的事物对所有人而言都值得抉择,对于其余诸德性,即伦理德性而言亦是如此;因为他现在的言说正是关于这些德性的;这正是通过习惯而生成的那些德性。

§2.8

"Ὁ δὲ πάσας φεύγων." Δηλονότι τὰς περὶ ἁφήν, οὐ γὰρ καὶ τῶν σωφρόνων, ὡς δειχθήσεται μετ’ ὀλίγα. ἐκ τοῦ πολλὴν τροφήν, ἀλλ’ οὐχ ὑπερβάλλουσαν. τούτῳ δὲ ἐχρήσατο πρὸς τὸ χωρίσαι τῆς ὑγείας αὐτήν. μάλιστα δυνάμεθα. μετὰ γὰρ τὰς ἕξεις ῥᾷστα τὰς ἐνεργείας ποιούμεθα, ἢ οὕτω ταῖς ἐνεργείαις κεχρήμεθα μᾶλλον. ἢ μὴ λυπούμενός γε. πάνυ ἀνθρωπίνως τὸ ἢ μὴ λυπούμενός γε προσέθηκεν· ἴσως γὰρ ἐπ’ ἐνίων ἐνεργειῶν τοῦ ἀνδρείου αὔταρκες τὸ μὴ λυπεῖσθαι, οἷον ἂν τιτρώσκηται προμαχόμενος καὶ κατὰ τὴν ἀνδρείαν ἐνεργῇ. περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. διὰ τί περὶ ἡδονὰς καὶ λύπας εἶναι τὰς ἀρετὰς ἔδειξεν; ἐπεὶ γὰρ διὰ μὲν τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα, εἴη ἂν ἡ ἀρετὴ περὶ ταῦτα. τῶν γὰρ ἁμαρτανομένων ἐστὶν ἐπανορθωτική· περὶ δὲ ἃ αἱ ἁμαρτίαι, περὶ ταῦτα καὶ ἰατρεῖαι καὶ θεραπεῖαι. λαβὼν δὲ τὸ εἶναι περὶ πάθη τὰς ἠθικὰς ἀρετὰς νῦν αὐτὸ οὕτως ἔχον δείκνυσιν. ὁμοίως δὲ τῇ σωφροσύνῃ καὶ αἱ ἄλλαι ἀρεταὶ περὶ ἡδονάς εἰσι καὶ λύπας· τῇ μὲν γὰρ σωφροσύνῃ καὶ ὡς ὕλη ὑποβέβληται τὰ πάθη ταῦτα καὶ περὶ ταῦτα αἱ ἐνέργειαι αὐτῇ· ταῖς δ’ ἄλλαις ἀρεταῖς τὰ μὲν ὑποκείμενα, περὶ ἃ αἱ ἐνέργειαι αὐταῖς, ἄλλα τινά, τῷ δὲ ταῖς περὶ ἐκεῖνα γινομέναις τε καὶ πράξεσιν ἕπεσθαι τὰ πάθη ταῦτα, τούτῳ3 καὶ αὗται περὶ ἡδονάς εἰσι καὶ λύπας.

“而那躲避一切[快乐]的人,”显然是指关涉触觉的一切快乐,因为他并不是连节制者的快乐也一并避开,正如不久后将表明的那样。“出于大量的食物”,但并非出于过度的食物。他使用这个说法是为了将它〔体力〕与健康区分开来。“最能够”。因为在获得状态之后,我们最容易展现出活动,或者说通过这种方式我们更能运用活动。“或者至少不感到痛苦”。他极合乎人情地补充了“或者至少不感到痛苦”;因为在勇敢者的某些活动中,不感到痛苦或许就足够了,例如他在前方战斗受创时依然依从勇敢而活动那样。“因为伦理德性关涉快乐与痛苦”。他为何表明诸德性关涉快乐与痛苦呢?因为既然我们出于快乐而作恶,出于痛苦而远离高尚,德性便应当是关涉这些的。因为德性是过失的纠正者;而在何处存在过失,医治与调理亦关涉何处。在假定了伦理德性关涉情感之后,他现在表明事实确是如此。与节制相似,其余诸德性亦关涉快乐与痛苦:因为对于节制而言,这些情感作为质料被奠定于其下,且其活动围绕这些情感展开;而对于其余诸德性,其活动所围绕的对象固然是其他事物,但由于这些情感伴随着围绕那些对象而产生的行动,因此在这一层面上它们亦关涉快乐与痛苦。

语法注3 条
  1. 2.6αἱ δ’ ἀρεταὶ οὐ

    承前文条件句的后件“非出于自然(οὐ φύσει)”,此处当补足为“而诸德性则并非[出于自然]”。紧随其后的原因从句说明诸德性符合前述条件(既出于相同事物而生成又归于毁灭),从而证实该否定结论。

  2. 2.7διόπερ ἐπεὶ αἱ πράξεις, αἵ τε κατὰ τὰς ἀρετὰς καὶ τὰ ἤθη δι’ ὧν αἱ ἐνέργειαι, οὐδὲν ὡρισμένον ἔχουσι ... καὶ τὸν περὶ αὐτῶν λόγον τύπῳ τινὶ καὶ περιγραφῇ λέγεσθαι

    此长句的句法骨架在于承接由 ἀναμιμνήσκει ἡμᾶς ... ὅτι δεῖ ... 所引出的间接引语结构。在由 ἐπεὶ αἱ πράξεις ... οὐδὲν ὡρισμένον ἔχουσι 构成的因果从句之后,δεῖ 的支配力延伸至对格加不定词结构 καὶ τὸν περὶ αὐτῶν λόγον ... λέγεσθαι(“关于它们的言说亦必须被表述”)。

  3. 2.8τῷ δὲ ταῖς περὶ ἐκεῖνα γινομέναις τε καὶ πράξεσιν ἕπεσθαι τὰ πάθη ταῦτα, τούτῳ

    带中性与格定冠词的不定词短语(τῷ ... ἕπεσθαι)表示原因,并与主句中的指示代词与格 τούτῳ 形成呼应,构成“由于这些情感伴随着……行动,正是由于这一点”的因果强调结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:125.8-126.35