← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§123.28-125.7

从潜能与活动的次序看德性的非自然性

厄斯特拉齐奥斯注疏了德性并非出于自然的论证,指出自然的潜能先于活动,而德性与技艺则是随后通过活动获得的;进而探讨了教导、经验与时间在理智德性中的作用,以及经验在自然探究中的意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5

" Ἔτι ὅσα μὲν φύσει ἡμῖν περιγίνεται." Ὅτι μὴ φύσει αἱ ἀρεταί, καὶ οὕτως δείκνυσι· τῶν φύσει ἡμῖν ὑπαρχόντων τὰς δυνάμεις πρώτας λαμβάνομεν τῶν ἐνεργειῶν1 (τὸ γὰρ κομιζόμεθα νῦν εἶπεν ἀντὶ τοῦ λαμβάνειν καὶ ἔχειν), εἶθ’ οὕτω τὰς ἀπ’ αὐτῶν ἐνεργείας ἀποδιδόαμεν· δυνάμεις δὲ νῦν τὰς ἕξεις φησίν, οὐ τὰς ἐπιτηδειότητας. ἐπὶ γὰρ πάντων τῶν φύσει ἡμῖν ἐγγινομένων προυπάρχουσιν αἱ ἐπιτηδειότητες. οὐ γὰρ ἐκ τοῦ πολλάκις ἰδεῖν τὴν ὁρατικὴν δύναμιν κτώμεθα, ἀλλ’ ἔχοντες αὐτὴν πρότερον οὕτω ταῖς ἀπ’ αὐτῆς ἐνεργείαις ἐχρησάμεθα· οὐδεὶς γὰρ εἶδε πρὸ τοῦ τὴν διορατικὴν δύναμιν καὶ ἕξιν ἔχειν, οὐδὲ κατ’ ἄλλην τινὰ αἴσθησιν οὐκ ἔχων πρότερον τὴν δύναμιν. τὰς δὲ κατὰ τὰς ἀρετὰς ἕξεις ὑστέρας καὶ διὰ τῶν κατ’ αὐτὰς ἐνεργειῶν κτώμεθα ὥσπερ καὶ τὰς τέχνας· οὐκ ἄρα αἱ ἀρεταὶ φύσει. καθόλου γὰρ ὅσα οὐ φύσει ποιοῦμεν ἀλλ’ ἀπό τινος μαθήσεως καὶ διδασκαλίας, ταῦτα ποιοῦντες μανθάνομεν. ἐθιζόμενοι γὰρ ὑπ’ ἄλλων τὴν ἕξιν κτώμεθα, ὡς ἀπὸ τοῦ οἰκοδομεῖν τὴν οἰκοδομικὴν τέχνην καὶ ἀπὸ τοῦ τὰ δίκαια ποιεῖν τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς ὁμοίως· ὥστε οὐ φύσει αἱ ἀρεταί. τὰς δὲ νοητικάς, ὧν ἐστι καὶ ἡ σοφία τοῦ θεωρητικοῦ μέρους, καὶ τὰς πρακτικάς, ὧν ἐστιν ἡ σωφροσύνη, ἐπὶ τέλει τοῦ πρώτου δείκνυσιν ἀρετὰς ἀπὸ τοῦ ἐπαινετὰς αὐτὰς εἶναι. πᾶσα γὰρ ἐπαινετὴ ἕξις ἀρετή ἐστι. καὶ τὰς μὲν διανοητικάς φησι τὸ πλεῖον ἐκ διδασκαλίας ἐγγίνεσθαι καὶ αὔξεσθαι, ἀντιδιαστέλλων τὴν διδασκαλίαν τῷ ἔθει, δι’ οὗ φησι τὰς ἠθικὰς ἐγγίνεσθαι. καὶ γὰρ ἐκεῖναι δι’ ἔθους μόνου. τὸ πλεῖστον δὲ εἶπε τὰς διανοητικὰς ἐκ διδασκαλίας, ἤτοι ἐπειδὴ δεῖ καὶ φύσεως τῷ ἐσομένῳ σοφῷ καὶ φρονίμῳ (ὡς ἀνόνητος γὰρ ἡ διδασκαλία τοῖς μὴ πεφυκόσιν), ἢ ὅτι συναύξεται τὰ κατὰ τὰς ἀρετὰς ταύτας οὐκ ἐκ διδασκαλίας μόνης ἀλλὰ καὶ ἐξ οἰκείας ζητήσεως καὶ εὑρέσεως. ἐμπειρίας δὲ εἶπεν αὐτὰς δεῖσθαι καὶ χρόνου. οὐ γὰρ οἷόν τε ἐν ὀλίγῳ χρόνῳ ἔμπειρον πολλῶν γενέσθαι· χρόνου γὰρ καὶ ἐμπειρίας δέονται αἱ διανοητικαί, μάλιστα ἡ φρόνησις. οὐδὲ γὰρ ἡ ἑνός τινος πεῖρα διὰ μιᾶς ἐντεύξεως γίνεται, ὥστε ἀκόλουθον τῇ πείρᾳ προσέθηκε τὸ χρόνου. οὐ γὰρ τούτῳ τῶν ἠθικῶν αὗται διαφέρουσιν ἀλλὰ τῷ προειρημένῳ, τῷ τὸ πλεῖστον ἐκ διδασκαλίας ἔχειν καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν, ἐπεὶ χρόνου γε καὶ αἱ ἠθικαὶ δέονται, εἰ καὶ μὴ τοσούτου ὅσου αἱ ἐκ διδασκαλίας καὶ ἐμπειρίας ἀναλαμβανόμεναι. οὐχ ὅτι δὲ ἡ ἐμπειρία αὐτάρκης πρὸς ἐπιστήμην λέγεται, ἀλλ’ ὅτι δεῖ ταῖς διὰ μαθήσεως ἀρεταῖς καὶ πείρας·2 ἡ γὰρ ἀρχὴ τῆς γνώσεως ἐξ ἐμπειρίας. καὶ διὰ τοῦτο προστέθεικε τῷ πλεῖστον τὸ ἐκ διδασκαλίας ταύτην δύνασθαι γίνεσθαι. δύναται καὶ τὴν τῶν φύσει γινομένων γνῶσιν ἐμπειρίαν λέγειν, οἷον κινήσεως ἀστέρων, μεταβολῶν τῶν ἐν τοῖς μετεώροις, περὶ ἃ ἡ φυσικὴ πραγματεία. οἱ γὰρ ἐν πείρᾳ γινόμενοι τούτων ἐφαρμόζοντάς τε τούτοις καὶ οἰκείους τοὺς περὶ αὐτῶν ποιοῦνται λόγους, ὡς εἶπέ που περὶ Δημοκρίτου αὐτός, ὅτι ὥσπερ ἐνοικήσας τῇ φύσει, ἀλλ’ οὐχ ὡς οἱ Πυθαγόρειοι διὰ τὴν περὶ τὰ μαθήματα σπουδήν. ἀπορίᾳ δὲ τῶν φυσικῶν οὐσιῶν τοὺς περὶ αὐτῶν ἐποιοῦντο λόγους, οὐκ ἐκείνοις οἰκειοῦντες τοὺς λόγους, ἀλλ’ ἐκεῖνα ταῖς ἰδίαις ὑποθέσεσιν ἐναρμόζοντες. καὶ τὸ μὲν βούλημα, τὸ ἐθίζειν δηλονότι δι’ ὧν αἱ ἀρεταὶ τοῖς πολίταις τῷ χρόνῳ τίκτονται, εἰ τοιούτων ἕξεων εἴη τὰ ἔθη γεννητικά.

“此外,凡在自然中生成于我们之中的事物。” 诸德性并非出于自然,他亦通过如下方式加以表明:在出于自然属于我们的事物中,我们在活动之前便获得了潜能(因为他现在说“我们取得”,意指获得并拥有),然后才展现出自潜能而来的活动;他现在所谓“潜能”是指诸状态,而非适受性。因为在一切出于自然在我们之中生成的事物中,适受性都是预先存在的。我们并不是由于屡屡看见才获得视觉潜能的,而是预先拥有它,然后才使用来自它的活动;因为没有人在拥有视觉潜能与状态之前便能看见,在任何其他感觉方面,亦无人在预先不拥有潜能时便能感觉。相反,关乎德性的状态则是我们在后、且通过关乎它们的活动而获得的,正如诸技艺一样;因此诸德性并非出于自然。因为一般而言,凡非出于自然、而是出于某种学习与教导我们所做的事物,我们都是在行动中学习它们的。因为通过被他人习惯化,我们获得了这种状态,正如通过建造房屋获得建筑术,通过行公正之事获得正义,以及其他诸德性亦是如此;因此诸德性并非出于自然。至于理智的德性(理论部分的智慧亦属此类)与实践的德性(节制属于此类),他在第一卷末尾基于它们是值得赞赏的,表明了它们是德性。因为一切值得赞赏的状态皆是德性。他说理智德性大部分产生并增长于教导,将教导与习惯相对比,他称伦理德性正是通过习惯生成的。因为后者确实仅仅通过习惯而生成。他说理智德性绝大部分产生于教导,要么是因为对于将要成为智慧者与明智者的人而言,自然本赋亦是必需的(因为对于非自然适受者而言教导是徒劳的),要么是因为关乎这些德性的事物不仅单单从教导中获得增长,亦由于自身的探究与发现而共同增长。他说它们需要经验与时间。因为不可能在短时间内便在诸多事物上变得经验丰富;理智德性,特别是明智,确实需要时间与经验。因为哪怕是对单一事物的经验亦非通过一次接触便可生成,因此他将“时间”作为经验的随附之物加以补充。理智德性与伦理德性的区别并不在于此,而在于前述之处,即在于在绝大部分程度上其生成与增长皆源于教导,因为伦理德性固然亦需要时间,即使并不需要像那些从教导与经验中吸取的德性那样多的时间。但这并不是说经验对于科学知识而言是自足的,而是说通过学习而得的诸德性亦需要经验;因为认识的开端源于经验。正因如此,他在“绝大部分”之外还补充了知识能够从教导中产生这一点。亦可将对出于自然生成之物的认识称为经验,例如星辰的运动、大气现象中的变化,自然学的考察正是关涉这些现象的。因为经验于这些事物的人,能构建出与之相符且相适宜的关于它们的言说,正如他自己在某处谈及德谟克利特时所言,德谟克利特仿佛居住在自然之中,而并不像毕达哥拉斯派那样出于对数理学科的专心致力。毕达哥拉斯派正是由于对自然实体的贫乏无知才形成关于它们的言说,他们并未将言说适宜于那些实体,而是将那些实体生搬硬套进他们自己的假说中。而这一意图,显然是指通过那些使诸德性随着时间在公民之中孕育出来的事物来进行习惯化,如果习惯乃是此类状态的产生者的话。

语法注2 条
  1. 2.5τὰς δυνάμεις πρώτας λαμβάνομεν τῶν ἐνεργειῶν

    τῶν ἐνεργειῶν 是形容词 πρώτας 所要求的比较属格,意为“在活动之前(早于活动)获得潜能”。

  2. 2.5οὐχ ὅτι δὲ ἡ ἐμπειρία αὐτάρκης πρὸς ἐπιστήμην λέγεται, ἀλλ’ ὅτι δεῖ ταῖς διὰ μαθήσεως ἀρεταῖς καὶ πείρας

    由否定分句 οὐχ ὅτι... 与肯定分句 ἀλλ’ ὅτι... 构成的对照结构,用以澄清主张的真实含义,表明“并非是说经验对于知识是自足的,而是说……亦是必需的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:123.28-125.7