← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§122.3-123.27

理智德性的教导与品性德性的习惯生成

厄斯特拉齐奥注解《尼各马可伦理学》第二卷开篇,阐释了理智德性何以需要教导、经验与时间,伦理德性何以依其习惯(ethos)而得名(ethos/品性),以及德性何以既非出于自然亦非违反自然。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

" Ἡ μὲν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας." Τοῦτό φησι, διότι καὶ φύσεως δεῖ, ἢ καὶ ὅτι συνουσίωται τῇ κατὰ τὴν σοφίαν,1 ἥ ἐστιν ἀρετὴ τοῦ θεωρητικοῦ νοῦ, καὶ τῇ κατὰ τὴν φρόνησιν, ἥ ἐστι τοῦ πρακτικοῦ ἀρετή, αἳ καὶ διὰ τῆς οἰκείας ζητήσεώς τε καὶ εὑρέσεως περιγίνονται.

“理智德性大部分产生于教导。” 他这样说,是因为亦需要自然本赋,或者亦因为其本质与智慧所关涉的德性(即理论理智的德性)以及明智所关涉的德性(即实践理智的德性)相结合,而这些德性亦是通过自身的探究与发现而获得的。

§2.2

"Διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου." Ἀντὶ τοῦ πλείονος χρόνου· καλῶς δὲ τοῦτο· ἡ γὰρ πεῖρα διδασκαλικὴ καὶ ἡ πολυπειρία, ἣ χρόνῳ περιγίνεται, ὡς καὶ Εὐριπίδης φησίν “ἀλλ’ ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον”. καὶ οἱ γεωμέτραι πλείονι χρόνῳ σοφώτεροι γίνονται. καὶ τὸ μὲν ἔθος ἔχει τι παραλλάττον (ταῖς γὰρ οἰκείαις ἐνεργείαις καὶ διὰ τούτων ἔχει τὴν ἕξιν περιγινομένην), ἡ δ’ ἐμπειρία ἀλλοτρίων ἐνεργειῶν ἐστι τήρησις, καὶ ἐκ τούτων παραλαμβάνων ὁ μανθάνων συλλογίζεται.

“因此它需要经验与时间。” 这是替代“更多的时间”。这很恰当;因为经验以及随时间而获得的丰富经验是具有教导性的,正如欧里庇得斯亦所说:“然而经验能讲出比年轻人更为智慧之语。”几何学家们亦是通过更多的时间而变得更为智慧。习惯具有某种差异(因为它是借由其固有的活动,并通过这些活动而获得所产生的状态),而经验则是对他人活动的观察,学习者从这些活动中吸取并进行推论。

§2.3

"Ὅθεν καὶ τοὔνομα ἔσχηκε." Ἐξ ἔθους φησὶ τὰς τῆς ἀλόγου ψυχῆς ἀρετὰς περιγίνεσθαι, οὗ παρέθετο δεικτικὸν τὸ διὰ τοῦτο καὶ ἠθικὰς αὐτὰς καλεῖσθαι. ἀπὸ γὰρ τοῦ ἔθους τὸ ἦθος ὠνόμασται καὶ αἱ ἠθικαὶ ἀρεταὶ ἐθικαὶ καλοῦνται. καὶ ἔστι τὸ μὲν ἔθος ἡ ἐνέργεια, τὸ δὲ ἦθος ἡ ποιότης ἡ διὰ τῆς ἐνεργείας ἐγγινομένη τῇ παθητικῇ ψυχῇ, τουτέστι τὸ τέλος καὶ τὸ ἔργον τοῦ ἔθους, ψυχῇ δὲ δηλονότι ταύτῃ τῇ ἀλόγῳ μέν, ὑποτάσσεσθαι δὲ λόγῳ δυναμένῃ. Εἰπὼν δὲ ἐξ ἔθους περιγίνεσθαι τὰς ἠθικὰς ἀρετὰς καὶ πιστωσάμενος τοῦτο καὶ τῷ ὀνόματι, τὸ ἐξ ἔθους αὐτὰς περιγίνεσθαι μαρτύριον ποιεῖται τοῦ μὴ φύσει αὐτὰς ἐγγίνεσθαι τοῖς ἔχουσιν, εἰ δὲ μήτε αἱ ἠθικαὶ ἀρεταὶ μήτε αἱ διανοητικαὶ φύσει (τὸ γὰρ διδασκαλίᾳ προδήλως οὐ φύσει), οὐδεμία ἂν ἀρετὴ φύσει ἐγγίνοιτο. εἰκότως δὲ περὶ ἀρετῶν μέλλων λόγον ποιεῖσθαι, πρῶτον δείκνυσιν ὅτι μὴ φύσει. εἰ γὰρ ἦσαν φύσει, οὐκέτ’ ἂν ἦν τοῦ ἠθικοῦ ἀλλὰ τοῦ φυσικοῦ περὶ αὐτῶν εἰπεῖν, ὥσπερ καὶ περὶ τοῦ πῶς ὁρῶμεν. οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν ἐγγίνεται. τοῦτο νῦν φύσει λέγει, οὗ ἡ τελειότης ἐκ φύσεως περιγίνεται, ἢ σύμφυτος οὖσα ὡς τῷ λίθῳ ἡ βαρύτης ἢ ὕστερον ἐπιγινομένη ὡς ὀδόντων βλάστησις ἢ γενείων. τὰ γὰρ πεφυκόσι μὲν ἡμῖν δέχεσθαι ἐπιγινόμενα, ἔξωθεν δέ τινος προσδεόμενα πρὸς τελείωσιν οὐ φύσει νῦν λέγει.2 οὐδὲ γὰρ κυρίως ἂν ταῦτα λέγοιτο φύσει, εἰ καὶ ποτε καὶ ἐπὶ τούτων χρώμεθα τῷ φύσει. οὐ γὰρ φύσει τὰς τέχνας ἔχομεν, καίτοι φύσει ὄντες αὐτῶν δεκτικοί. ὅτι δὲ μὴ φύσει τὸ ἐξ ἔθους, δῆλον ποιεῖ διὰ τοῦ μηδὲν τῶν φύσει ὄντων ἢ ἐχόντων τι ἄλλως ἐθισθῆναι δύνασθαι.

“由此它亦获得了这一名称。” 他说非理性灵魂的德性产生于习惯,他所列举的证据即是,为此它们亦被称为伦理德性;因为品性得名于习惯,而伦理德性亦被称为习惯之德。习惯乃是活动,而品性乃是通过活动在具受动性的灵魂中生成的性质,亦即习惯的目的与功用,这显然是指这一虽非理性、但能服从于逻各斯的灵魂。他在阐明伦理德性产生于习惯并以名称确证这一点之后,便将它们产生于习惯作为它们并非出于自然而在拥有者之中生成的明证;如果伦理德性与理智德性皆非出于自然(因为通过教导而成的显非出于自然),那么任何德性都不可能是出于自然生成的。在即将展开关于诸德性的论述之际,他首先表明它们并非出于自然,这是合乎情理的。因为如果它们是出于自然,那么谈论它们便不再属于伦理学家,而属于自然哲学家了,正如谈论我们如何观看一样。伦理德性无一是在我们之中出于自然生成的。他现在所谓“出于自然”,是指其完满性从自然中产生之物,它要么是天赋的(如重性之于石头),要么是其后随之生成的(如牙齿或胡须的萌生)。因为对于那些在我们本性适合承受时随之生成、但在走向完满时还需外在之物者,他现在并不称为“出于自然”。即便我们有时在这些情形下亦使用“出于自然”一词,它们在严格意义上亦不可被称为出于自然。因为我们并非出于自然拥有技艺,尽管我们在自然上是能够接受它们的。至于出于习惯者并非出于自然,他通过以下事实使其显明:凡出于自然存在、或出于自然具有某种属性之物,皆不可能以其他方式被习惯化。

§2.4

"Οὔτ’ ἄρα φύσει οὔτε παρὰ φύσιν." Δι’ ὧν παρέθετο ἔδειξεν ἄμφω, καὶ ὅτι μὴ φύσει καὶ ὅτι μὴ παρὰ φύσιν τὰ ἐξ ἔθους περιγινόμενα· οὔτε γὰρ τὰ φύσει ὑπάρχοντά τισι ἄλλως ἐθίζεται, τὰ δὲ ἤθη ἄλλοτε ἀλλοίως διὰ τὰ ἔθη, ὥστε οὔτε φύσει οὔτε παρὰ φύσιν τισὶν οἷά τε δι’ ἔθους ἐγγίνεσθαι.3 οὐδέποτε γὰρ ὁ λίθος ἐθισθείη ἄνω φέρεσθαι (παρὰ φύσιν γὰρ αὐτῷ τοῦτο), αἱ δὲ ἠθικαὶ ἀρεταὶ δι’ ἔθους ἐγγίνονται· οὐκ ἄρα παρὰ φύσιν ἡμῖν. ἰστέον ὅτι τῶν φυσικῶν πάντων αἱ δυνάμεις καὶ ἕξεις προηγοῦνται τῶν ἐνεργειῶν, ἐπὶ δὲ τῶν μὴ οὕτως ἐχόντων ἐκ τῶν ἐνεργειῶν αἱ ἕξεις περιγίνονται.

“因此,既非出于自然,亦非违反自然。” 通过他所援引的论据,他证明了这两点:即出于习惯产生之物既非出于自然,亦非违反自然。因为凡出于自然属于某物者,皆会以其他方式被习惯化;而品性则通过习惯在不同时刻被不同地塑造,以至于对于任何事物而言,出于自然之物或违反自然之物都绝不可能通过习惯而生成。因为石头绝不可能被习惯化为向上运动(因为这对它而言是违反自然的),而伦理德性是通过习惯生成的;因此它们对我们而言并非违反自然。须知,在一切自然事物中,潜能与状态皆先于活动;但在不以此种方式存在的事物中,状态则是从活动中产生的。

语法注3 条
  1. 2.1ἢ καὶ ὅτι συνουσίωται τῇ κατὰ τὴν σοφίαν

    注疏者对亚里士多德在理智德性上加上“大部分”(τὸ πλεῖον)这一限制给出了两种并列解释(由 διότι... ἢ καὶ ὅτι... 引导)。动词 συνουσίωται(“本质上结合于/分有本质”)以其后的两个与格短语(τῇ κατὰ τὴν σοφίαν 与 τῇ κατὰ τὴν φρόνησιν)为补足成分。阴性复数关系代词 αἵ 的先行词是智慧与明智,意指它们亦可通过自身的探究与发现(διὰ τῆς οἰκείας ζητήσεώς τε καὶ εὑρέσεως)而获得,因此理智德性并非全由教导而来。

  2. 2.3τὰ γὰρ πεφυκόσι μὲν ἡμῖν δέχεσθαι ἐπιγινόμενα, ἔξωθεν δέ τινος προσδεόμενα πρὸς τελείωσιν οὐ φύσει νῦν λέγει

    隐含主语为亚里士多德,主动词为 λέγει,直接宾语为中性复数分词短语 τὰ ... ἐπιγινόμενα, ... προσδεόμενα。与格短语 πεφυκόσι μὲν ἡμῖν δέχεσθαι 修饰 ἐπιγινόμενα,意为“随之生成于本性适合承受的我们之中”。全句骨架为:“对于那些随之生成于本性适合承受的我们之中、但走向完满仍需外在之物者,他现在并不称为‘出于自然’”。

  3. 2.4ὥστε οὔτε φύσει οὔτε παρὰ φύσιν τισὶν οἷά τε δι’ ἔθους ἐγγίνεσθαι

    短语 οἷά τε(省略 ἐστί)作非人称用法,表示“是可能的”,支配不定式 ἐγγίνεσθαι。与格 τισίν 表归属或接受者(“对于某些事物而言”)。前置的介词短语 οὔτε φύσει οὔτε παρὰ φύσιν 实质上作为不定式的名词性主语,构成结果从句:“以至于对于任何事物而言,出于自然之物或违反自然之物都绝不可能通过习惯而生成”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:122.3-123.27