- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:119.25-121.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德如何通过将欲求部分归入广义的理性而将理性划分为二,并相应地将德性划分为理智德性与伦理德性。他进一步借助日常赞誉的用语习惯,论证了这种分类与定义的合理性。
" Εἰ δὲ χρὴ καὶ τοῦτο φάναι λόγον ἔχειν." Ἐπειδὴ καὶ τὸ ἐν ἀνθρώπῳ ζωτικὸν καὶ ὀρεκτικόν, ὃ καὶ αἰσθητικὸν καὶ φανταστικόν ἐστι, μέσον τέτακται τοῦ φυτικοῦ καὶ τοῦ λογικοῦ, ὧν τὸ μὲν πάντη ἄλογον, ὡς μήτε λόγον ἔχειν οἰκεῖον μήτε λόγου εἶναι κατήκοον, τὸ δὲ φρονοῦν καὶ λογιζόμενον οἴκοθεν, ἔοικεν ἀμφιρρεπές τι εἶναι τὸ μέσον καὶ τοῖν ἄκροιν ἀμφοῖν οἰκειούμενον, τῷ μὲν τῷ μὴ φρονεῖν οἴκοθεν μηδὲ λόγον ἔχειν οἰκεῖον, τῷ δὲ τῷ πείθεσθαι τῷ φρονοῦντι καὶ τῷ οἰκεῖον ἔχοντι λόγον ὑπάγεσθαι, καὶ πῇ μὲν ἄλογον δοκεῖν, πῇ δὲ λογικόν. διὰ τοῦτο πρῶτον μὲν τῷ ἁπλῶς ἀλόγῳ αὐτὸ συνέταξε καὶ ὃ ἔχει πρὸς ἐκεῖνο διάφορον εἴρηκε, νῦν δὲ συντάττει τῷ λογικῷ καὶ πῶς αὐτῷ οἰκειοῦται, παρίστησι. φησὶ τοίνυν, εἰ, διότι ἐκ φύσεως αὐτῷ τὸ τοῦ λόγου κατήκοον, οὐκ ἄλογόν τις καὶ τοῦτο ἐρεῖ οὐδὲ τῷ παντελῶς ἀλόγῳ συντάξει, ἔσται διττὸν καὶ τὸ λογικόν, τὸ μὲν πρώτως καὶ δι’ ἑαυτό, ὡς ἐν ἑαυτῷ τὸν λόγον ἔχον, τὸ δὲ δευτέρως καὶ δι’ ἕτερον, ὡς ἑτέρωθεν τὸν λόγον δεχόμενον καὶ οὕτως ὡς εἴ τις ὑπήκοος πατρὸς οἰκείου φρονήσει γίνεται. ὁ γὰρ ἐν ἑκάστῳ λόγῳ πατρὸς ἐπέχων λόγον1 ὡς παιδὶ λειπομένῳ φρονήσεως ἐπιτάττειν πέφυκε τῷ ζωτικῷ καὶ ὀρεκτικῷ 〈καὶ αἰσθητικῷ〉 τῆς ψυχῆς. χρὴ οὖν καὶ τὸν λόγον νήφειν, ὡς μὴ τῇ πρὸς τὸ χεῖρον κατασύρεσθαι προσπαθείᾳ, καὶ τὸ ὑπ’ αὐτὸν καὶ ὑπήκοον οὕτως ἀσκεῖν καὶ παιδεύειν, ὡς μὴ πρὸς αὐτὸν ἀντιμάχεσθαι.
“但若必须说这部分亦具有逻各斯。” 由于人体内生命的且欲求的部分(它亦是感觉的与表象的)居于植物性部分与理性部分之间,这两极中之一者全无理性,既无固有的逻各斯,亦不听从逻各斯,而另一者则本身即能思辨与推论,因此这中间部分似乎是摇摆不定的,并与两极皆具亲缘关系:一方面因其自身不能思辨且不具固有的逻各斯,另一方面则因其服从于具思辨能力者并归顺于具固有逻各斯者,从而在某一意义上显现为非理性的,在另一意义上显现为理性的。为此,他起初将其与单纯非理性的部分列在一起,并阐明了它相对于后者的差异;如今他则将其与理性的部分列在一起,并表明它是如何与理性部分具有亲缘关系的。于是他说,若因顺从逻各斯在自然上属于它,而有人不说这部分亦是非理性的,亦不将其与全然非理性的部分列在一起,则理性的部分亦将是双重的:其一在原初意义上且凭借自身,因其内在具有逻各斯;其二在次要意义上且凭借他者,因其从他处领受逻各斯,就如同有人顺从于自己父亲的明智一样。因为每个人之中的逻各斯担当着父亲的地位,合乎自然地命令灵魂之生命的、欲求的[与感觉的]部分,如同一位父亲命令缺乏明智的孩子。因此,逻各斯自身必须保持警醒,以免因对较劣之物的盲从被拖拽而下,并且必须如此训练与教诲处于其下且服从于它的部分,使其不致起而反抗它。
"Διορίζεται δὲ καὶ ἡ ἀρετὴ κατὰ τὴν διαφορὰν ταύτην." Ἐπεὶ μὴ καθ’ αὑτὸ τὴν τῶν ψυχῶν ἢ ζωῶν διαίρεσιν ἐποιήσατο ἀλλὰ διὰ τὴν τῶν ἀρετῶν πρόθεσιν καὶ τὸν προσήκοντα λόγον ἀπήρτισε τῇ περὶ τῶν ἀρετῶν διδασκαλίᾳ, διαίρεσιν τῶν ἐν ἡμῖν ζωῶν ποιησάμενος καὶ τρεῖς εἶναι ταύτας ἀποδούς, λέγει νῦν καὶ περὶ τῶν ἀρετῶν, ἅτε μηδὲ μνημονεύσας αὐτῆς ἐν τῷ τὰς ἀρετὰς διαιρεῖν,2 περὶ δὲ τῶν δύο μόνων εἰπὼν καὶ οἰκείως αὐταῖς ποιησάμενος τὴν διαίρεσιν. διαιρεῖται οὖν, φησί, καὶ ἡ ἀρετὴ κατὰ τὴν τούτων τῶν δύο διαφοράν, ὡς εἶναι τὰς μὲν διανοητικάς, ὅσαι τοῦ λόγου καθ’ ἑαυτόν, αἵ εἰσι σοφία καὶ σύνεσις καὶ φρόνησις, τὰς δὲ ἠθικάς, οἷον ἐλευθεριότητα σωφροσύνην καὶ ὅσαι ἄλλαι κατορθοῦνται ὑπὸ τοῦ λόγου τὰς ὁρμὰς καὶ ὀρέξεις τῆς μέσης ζωῆς παιδαγωγοῦντός τε καὶ ῥυθμίζοντος· αἵτινες καὶ ἠθικαὶ ἀρεταὶ διὰ τὸ ἐκ συνηθείας καὶ ἀσκήσεως δέχεσθαι τὴν κατόρθωσιν.
“而德性亦按照这一差异被区分。” 由于他区分灵魂或生命并非为了其自身,而是为了提出关于诸德性的主旨,并且通过区分我们内有的诸生命并判定它们为三种,从而为关于诸德性的讲授完备了恰当的论述,他现在便进而论及诸德性;他在划分诸德性时甚至未提及它[植物性生命],而仅谈论其余两者,并与它们相应地做出了区分。于是他说,德性亦按照这两者的差异而被区分,以致有些是理智的(凡属于逻各斯自身的德性,即智慧、聪慧与明智),另一些是伦理的(例如慷慨、节制,以及由指导并规范中间生命的冲动与欲求的逻各斯所引向正道的所有其他德性)。这些德性被称为伦理德性,是因为它们从习惯与锻炼中获得其归正。
"Λέγοντες γὰρ περὶ τοῦ ἤθους οὐ λέγομεν ὅτι." Ὅτι ἠθικαὶ ἀρεταὶ αἱ εἰρημέναι εἰσίν, ἐκ τῆς κοινῆς περὶ αὐτῶν ὑπολήψεως δείκνυσιν. ὁπόταν γὰρ περὶ τῶν ἀνθρώπων τινὸς ἐξετάζωμεν, ὁποῖος τὸ ἦθός ἐστιν, ἐπαινοῦντες κατὰ τοῦτο αὐτὸν οὐ λέγομεν ὅτι σοφὸς ἢ συνετός ἐστιν, ἀλλ’ ὅτι πρᾶος ἢ σώφρων. διὰ τί; ὅτι σοφία μὲν καὶ σύνεσις ἐκ μαθήσεως περιγίνεται, πραότης δὲ καὶ σωφροσύνη ἐκ συνηθείας καὶ ἀσκήσεως. ἔστι δὲ ἡ μὲν πρώτη ἐν τῷ θυμικῷ τοῦ λόγου κατόρθωσις, τὰς ὁρμὰς αὐτοῦ ἑαυτῷ ὑποτάξαντος καὶ τοῖς ἐξ ἑαυτοῦ μέτροις ὑπείκειν πείσαντος, ἡ δὲ σωφροσύνη ἐν τῷ ἐπιθυμητικῷ, λαβόντι τάξιν καὶ αὐτῷ παρὰ τοῦ λόγου καὶ ῥύθμισιν τὴν προσήκουσαν.
“因为当谈及人品时,我们不说……。” 他从关于诸德性的共同观念出发,表明上述诸德性确是伦理德性。因为每当我们考查人群中的某个人在人品上是何种品质时,在就此赞扬他时,我们并不说他是智慧的或聪慧的,而是说他是温和的或节制的。何以故?因为智慧与聪慧产生于学习,而温和与节制产生于习惯与锻炼。前一种是在激情部分中由逻各斯所行的正道(因其将激情部分的冲动顺从于自身,并劝导其屈从于出自自身的分寸);节制则是在欲望部分之中,当欲望部分自身亦从逻各斯领受了秩序与恰当的规范之时。
"Ἐπαινοῦμεν δὲ καὶ τὸν σοφὸν κατὰ τὴν ἕξιν." Ὅτι δέ, φησί, καὶ ἡ σοφία ἀρετή, δῆλον ἐκ τοῦ ἐπαινεῖσθαι τὸν κατὰ τὴν ἕξιν σοφόν. τὰς γὰρ τῶν ἕξεων ἐπαινετὰς ἀρετὰς ὀνομάζομεν, ὡς εἶναι καὶ τοῦτο δῆλον, ὅτι ἡ σοφία καὶ ἡ φρόνησις καὶ ἡ σύνεσις ἀρεταὶ ἐκ τῆς περὶ αὐτῶν κοινῆς ὑπολήψεως, ὡς εἶναι καὶ περὶ ἑκάστης αὐτῶν οὑτωσὶ συλλογίσασθαι· ἡ σοφία ἕξις ἐπαινετή, ἡ ἐπαινετὴ ἕξις ἀρετή, 〈ἡ σοφία ἄρα ἀρετή〉. ὡσαύτως δὲ καὶ ἡ σύνεσις καὶ ἡ φρόνησις.
“而我们亦按照状态称赞智慧之人。” 他说,智慧亦是一种德性,这从智慧之人按照状态而受称赞中便显而易见。因为我们将各状态中值得称赞者称为德性,从而根据关于它们的共同观念,智慧、明智与聪慧是德性这一点亦是显然的;以至于人们亦可就其中每一项如此进行推论:“智慧是值得称赞的状态;值得称赞的状态是德性;[因此,智慧是德性]”。聪慧与明智亦是同样如此。
- 1.198ὁ γὰρ ἐν ἑκάστῳ λόγῳ πατρὸς ἐπέχων λόγον
根据上下文及与主要动词 πέφυκε 的主谓一致关系,此处与格 λόγῳ 应被理解为主格 λόγος 的传抄讹误,充当句子的主语(即“每个人之中的逻各斯”)。其后的 πατρὸς ἐπέχων λόγον 为固定习语结构,意为“居于父亲之地位/扮演父亲之角色”,动词 ἐπέχω 带宾格 λόγον 表示地位或角色。
- 1.199ἅτε μηδὲ μνημονεύσας αὐτῆς ἐν τῷ τὰς ἀρετὰς διαιρεῖν
由 ἅτε 引导的表原因的情状分词结构。阴性单数属格代词 αὐτῆς 的先行词为前文提及的三种生命之一,即“植物性生命/灵魂”(ἡ φυτικὴ ζωή / ψυχή)。注疏者在此指出,亚里士多德在划分德性时,将植物性能力完全排除在外,甚至未予提及。
