← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§12.5-12.30

作为目的的活动与产品之比较及技艺的高下

欧斯特拉提乌斯注解了亚里士多德在《尼各马可伦理学》1094a16中关于目的是活动还是产品并无分别的论述,指出虽然在单一技艺内部产品确实优于活动,但在不同技艺之间的比较中,以活动为目的的统摄性技艺(如马术)完全可以远优于以产品为目的的下属技艺(如马具制作)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

" Διαφέρει δ’ οὐδὲν τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη τῶν πράξεων ἢ παρὰ ταύτας ἔργα τινά." Ἐπειδὴ εἶπε διάφορα κατὰ γένος εἶναι τὰ τέλη τῶν τεχνῶν, ὡς τῶν μὲν εἶναι ἐνεργείας, τῶν δὲ παρὰ τὰς ἐνεργείας ἔργα τινά, καὶ ὅτι ἐν αἷς ἔργα εἰσίν, ἐν ταύταις τὰ ἔργα τῶν ἐνεργειῶν αἱρετώτερα, ἵνα μή τις οἰηθῇ ὅτι καὶ αἱ τέχναι κρείττους καὶ τελειότεραι αἱ ἔχουσαι ἔργα τῶν μὴ ἐχουσῶν, ὡς εἶναι καὶ τὰ τέλη ἐκείνων ὧν ἔργα τὰ τέλη αἱρετώτερα, καὶ κινδυνεύειν καὶ τῆς σκυτοτομικῆς, εἰ τύχοι, τὸ ἔργον τελειότερον εἶναι καὶ αἱρετώτερον τῆς εὐδαιμονίας,1 ἐνεργείας οὔσης καὶ οὐκ ἔργου, καὶ τὴν τέχνην ἧς τέλος τὸ ὑπόδημα ἔργον ὂν τῆς τέχνης ἧς ἡ εὐδαιμονία τέλος, ἐνέργεια ὡς εἴρηται καὶ οὐκ ἔργον ὑπάρχουσα, διὰ τοῦτο ταῦτα προστίθησι φάσκων δυνάμει πρὸς τὸν μετερχόμενον τὰ λεγόμενα, ὅτι † γε μὴ οἴου διαφοράν τινα εἶναι πρὸς τὸ τέλος καὶ τὸ τέλειον τῶν τεχνῶν καὶ τὸ αἱρετώτερον ἢ μὴ τῶν τελῶν, τῷ τῶν μὲν εἶναι ἐνεργείας τὰ τέλη τῶν κατὰ τὰς τέχνας πράξεων, τῶν δὲ ἔργα παρὰ τὰς ἐνεργείας τινά.2 παρ’ αὐτῇ μὲν γὰρ τῇ τέχνῃ ἧς τέλος ἔργον τι παρὰ τὴν ἐνέργειαν, αἱρετώτερον τὸ ἔργον, ὅτι γε καὶ δι’ αὐτὸ ἡ ἐνέργεια. οὐ μὴν δὲ καὶ πρὸς τὰς ἄλλας τὸ αὐτό. ἐνδέχεται γὰρ τέχνας τέλη ἐνεργείας ἐχούσας κρείττους εἶναι καὶ τελεωτέρας πολλῷ τῶν ἔργα ἐχουσῶν παρὰ τὰς ἐνεργείας τὰ τέλη, ὡς ἔστιν ἰδεῖν ἐπί τε τῆς χαλινοποιητικῆς καὶ τῶν λοιπῶν, ὅσαι ποιητικαὶ τῶν ἱππικῶν ὀργάνων εἰσί, καὶ αὐτῆς τῆς ἱππικῆς. τὸ μὲν γὰρ αὐτῆς τέλος τὸ ἱππάζεσθαι εὖ, ὅπερ ἐνεργεῖν ἐστι, τὰ δὲ ἐκείνων τέλη, τῆς μὲν χαλινός, τῆς δὲ σελίς, τῆς δὲ πλῆκτρον, τῆς δὲ 〈ἕτερον, ὧν〉 ἕκαστον ἔργον ἐστὶν παρὰ τὴν ἐνέργειαν. ἀλλ’ ἥ τε ἱππικὴ κρείττων ἁπασῶν ἐκείνων καὶ τὸ τέλος αὐτῆς αἱρετώτερον πάντων, ἃ τέλη ἐστὶ τῶν ὑπ’ αὐτὴν τεχνῶν, αἷς αὐτὴ διατάττει καὶ ὧν ἀρχιτεκτονική ἐστιν.

“然而,行动的目的究竟是活动本身,还是活动之外的某种产品,并无区别。” 既然他曾说过诸技艺的目的在属上有所不同,有些技艺的目的在于活动,而有些技艺的目的在于活动之外的某种产品,并且在那些有产品的技艺中,产品比活动更值得选择;为了不让人以为那些拥有产品的技艺比起不拥有产品的技艺甚至更为优越、更为完满,以致那些以产品为目的的技艺的目的也会更值得选择,并且可能导致(比方说)制鞋术的产品竟然比幸福更为完满且更值得选择(因为幸福是一种活动而非产品),而以鞋这种产品为目的的技艺也竟然[优于]以幸福(如前所述,它是一种活动而非产品)为目的的技艺;正因如此,他补充了这些话,实际上是对探究其言论的人说道:绝不要以为,就诸技艺的目的与完满性而言,以及就诸目的是否更值得选择而言,会仅仅因为依诸技艺而行的行动的目的在某些情况下是活动、而在另一些情况下是活动之外的某种产品,就存在任何差别。因为在以活动之外的某种产品为目的的技艺自身内部,产品确实更值得选择,恰恰因为活动也是为了产品而进行的。然而,在与其他诸技艺的关系中,情况却并非同样如此。因为以活动为目的的技艺完全可能比那些以活动之外的产品为目的的技艺远远更为优越、更为完满,正如人们在马勒制作术以及其余凡制造马具的技艺与马术自身的关系中所能看到的那样。因为马术自身的目的乃是善于骑乘,这是一种活动;而那些技艺的目的,一种是马勒,另一种是马鞍,另一种是马刺,另一种则是[别的器具,而其中的]每一种都是活动之外的产品。但是马术优于所有那些技艺,并且其目的比起作为隶属于它自身之下、受其发号施令并由其统摄的诸技艺之目的的一切事物都更值得选择。

语法注2 条
  1. 1.6ἵνα μή τις οἰηθῇ ὅτι καὶ αἱ τέχναι κρείττους καὶ τελειότεραι αἱ ἔχουσαι ἔργα τῶν μὴ ἐχουσῶν, ὡς εἶναι καὶ τὰ τέλη ἐκείνων ὧν ἔργα τὰ τέλη αἱρετώτερα, καὶ κινδυνεύειν καὶ τῆς σκυτοτομικῆς, εἰ τύχοι, τὸ ἔργον τελειότερον εἶναι καὶ αἱρετώτερον τῆς εὐδαιμονίας

    整句骨架呈现长距离的倒置分离结构:由 Ἐπειδὴ εἶπε...(原因从句)和 ἵνα μή τις οἰηθῇ...(目的从句)先行,主句为 διὰ τοῦτο ταῦτα προστίθησι。在 ἵνα μή 从句内部,动词 οἰηθῇ 引出 ὅτι 从句,其后并列了表示结果的两个不定式结构 ὡς εἶναι... 与 καὶ κινδυνεύειν...。后者的不定式主语为 τὸ ἔργον(制鞋术的产品),并带有表示比较的属格 τῆς εὐδαιμονίας。

  2. 1.6τῷ τῶν μὲν εἶναι ἐνεργείας τὰ τέλη τῶν κατὰ τὰς τέχνας πράξεων, τῶν δὲ ἔργα παρὰ τὰς ἐνεργείας τινά

    中性单数与格定冠词 τῷ 与不定词 εἶναι 构成冠词化不定式结构,作为表示原因或依据(或方面)的与格,修饰前文的 διαφοράν τινα εἶναι...,意为“因……而在某方面存在差别”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:12.5-12.30