← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§118.28-119.24

非理性部分的二分与欲求部分对理性的分有

欧斯特拉提乌斯注解亚里士多德将灵魂的非理性部分划分为植物性与欲求性,并通过告诫、训诫等事例阐明后者如何以“顺从、顾及”的意义分有逻各斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.195

" Φαίνεται δὴ καὶ τὸ ἄλογον διττόν." Ἤδη μὲν καὶ προλαβὼν εἶπε περὶ τῶν δύο εἰδῶν τοῦ ἀλόγου τῆς ψυχῆς, τοῦ τε φυτικοῦ καὶ ζωτικοῦ. ἐπαναλαμβάνει δὲ πάλιν ἐπὶ μικρὸν περὶ αὐτῶν, βουλόμενος προσθεῖναι περὶ τοῦ λογικοῦ. φησὶ γοῦν ὥσπερ τὰ εἰρημένα συμπεραινόμενος, ὅτι φαίνεται διττὸν ὂν τὸ ἄλογον, ὡς τοῦ μὲν ὄντος φυτικοῦ, τοῦ δὲ ἐπιθυμητικοῦ καὶ ὅλως ὀρεκτικοῦ.1 ἐπήγαγε δὲ τῷ ἐπιθυμητικῷ τὸ καὶ ὅλως ὀρεκτικὸν διὰ τὸ μὴ μόνον τὴν ἐπιθυμίαν ἀλλὰ καὶ τὸν θυμὸν ὀρεκτικὴν εἶναι δύναμιν. τὸ μὲν οὖν φυτικόν, φησί, κατ’ οὐδένα τρόπον κοινωνεῖ τῷ λόγῳ, οὔτε τῷ ἔχειν λόγον οἰκεῖον οὔτε τῷ ἀλλοτρίου λόγου εἶναι κατήκοον, τὸ δὲ ὀρεκτικὸν μετέχει πως λόγου, ἢ λόγῳ πειθαρχοῦν, καὶ δείκνυσιν ὅτι λόγου τις μετοχὴ καὶ τούτῳ ἐστί, λέγω δὴ τὸ ἀλλοτρίῳ λόγῳ πείθεσθαι, ἀπὸ παραδείγματος λέγων " Οὕτω δὴ καὶ τοῦ πατρὸς καὶ τῶν φίλων." Διττόν φησι εἶναι τὸ ἔχειν λόγον,2 τὸ μὲν ὥσπερ τοῦ πατρὸς καὶ τῶν φίλων ἔχειν λόγον λέγομεν, ἤτοι ἐπιστροφὴν καὶ ὑπακοήν, τὸ δὲ ὥσπερ τῶν μαθηματικῶν, ἤτοι γνῶσιν ἢ αἰτίαν τοῦ τόδε τῷδε ὑπάρχειν, οἷον τῷ τριγώνῳ τὸ ἰσόπλευρον ἢ τὸ ἔχειν δύο ὀρθάς. τὸ δὴ πρότερον ἁρμόζει λέγεσθαι ἐπὶ τοῦ ὀρεκτοῦ τῆς ψυχῆς.

“显然,非理性部分也是双重的。” 他此前确实已经谈及灵魂非理性部分的两个种类,即植物性部分与生命性部分;但他又简要地重新提及它们,意图补充关于理性部分的内容。无论如何,他仿佛在总括已言之事那样说道,非理性部分显现为是双重的,一方面是植物性的,另一方面是欲望性的且总体上是欲求性的。他在欲望性部分上补充了“且总体上是欲求性的”,是因为不仅欲望,而且激情也是一种欲求能力。他说,植物性部分绝不以任何方式分有逻各斯,既不因具有固有的逻各斯,亦不因顺从他人的逻各斯;而欲求性部分则以某种方式分有逻各斯,或者顺从于逻各斯;并且他通过举例表明,这一部分也具有对逻各斯的某种分有,即顺从他人的逻各斯,他说道: “正是依这种方式,亦〔顾及〕父亲与朋友们。” 他说,“拥有逻各斯”是双重的:一种正如我们说顾及[持有关于……的逻各斯]父亲和朋友们,即关照与顺从;另一种正如关于数学事物那样,即对此物属于彼物的认识或原因,例如等边性或拥有两直角属于三角形。前者理所当然适宜于用来说明灵魂的欲求部分。

§1.197

"Ὅτι δὲ πείθεταί πως ὑπὸ λόγου τὸ ἄλογον." Τὸ μετέχειν λόγου τὸ ὀρεκτὸν ἔδειξεν ἤδη ἐκ τοῦ εἶναι λόγου κατήκοον, δείκνυσι δὲ τὸ αὐτὸ καὶ τὴν νουθέτησιν λαμβάνων καὶ ἐπιτίμησιν καὶ παράκλησιν. ὁρῶμεν γὰρ ὅτι πολλοὶ θυμῷ ἢ ἐπιθυμίᾳ κρατούμενοι καὶ πρός τινα ὁρμῶντες παράλογα κωλύονται τῆς ὁρμῆς νουθεσίᾳ ἢ ἐπιτιμήσει, 〈διδασκάλου〉 τυχὸν ἢ γονέων, ἢ παρακλήσει συγγενῶν καὶ φίλων, οὓς αἰδοίους ἑαυτοῖς καὶ λόγου ἀξίους οἱ διὰ λόγων τῶν φαύλων εἰργόμενοι κρίνοντες φαίνονται.3 τὸ δὲ πῶς εἶπε διὰ τὸ διάφορον τῶν τρόπων, οἷς τὰς παραλόγους ὁρμὰς ἀναχαιτίζουσιν οἱ ἄνθρωποι· ὃ καὶ δηλῶν ἐπήνεγκε νουθέτησιν καὶ ἐπιτίμησιν καὶ παράκλησιν. ταῦτα γὰρ διάφοροί εἰσι τρόποι πρὸς τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω ἐπιστροφὴν συμβαλλόμενοι. νουθέτησις μὲν γάρ ἐστι διδασκαλική τις παραίνεσις ψυχῶν διορθουμένη ἐμπάθειαν, ἐπιτίμησις δὲ ἐξουσιαστική τις ἐμβρίμησις ἐκφοβοῦσα τὸν παραλόγως ὀρεγόμενον πρὸς ἐκκοπὴν τῆς ὁρμῆς, παράκλησις δὲ λόγος ἀγαπητικῶς προφερόμενος καὶ μαλακῶς ἐπανάγων ἀπὸ τῆς τῶν ἀλόγων παθῶν κατακυριεύσεως.

“而非理性部分在某种程度上被逻各斯所劝服。” 他此前已通过欲求部分听从逻各斯,表明了它分有逻各斯;但他通过引入告诫、训诫与规劝,亦表明了这一点。因为我们看到,许多人受制于激情或欲望而冲向某些不合理之事时,由于告诫或训诫(或出于导师,或出于父母),或者由于亲友的规劝,而使其冲动受到阻拦;那些通过言词从恶劣之事中被阻拦的人,显然判定这些人对于自己而言是受尊敬的且值得顾及的。而他说“在某种程度上”,是因为人们遏制不合理之冲动的方式有所不同;为了表明这一点,他亦补充了告诫、训诫与规劝。因为这些乃是促成从较劣转向较优的不同方式。告诫乃是一种纠正灵魂受情状态的教诲式劝导;训诫则是一种威权性的严斥,震慑不合理地欲求者以断绝其冲动;规劝则是怀着仁爱讲出的话语,温和地引导其脱离非理性情状的统御。

语法注3 条
  1. 1.195ὡς τοῦ μὲν ὄντος φυτικοῦ, τοῦ δὲ ἐπιθυμητικοῦ καὶ ὅλως ὀρεκτικοῦ

    由 ὡς 引导的独立属格结构,承接前文的 συμπεραινόμενος(仿佛总括那样)并说明亚里士多德论断的内容(“即一方面是植物性的,另一方面是欲望性且总体上是欲求性的”)。

  2. 1.196Διττόν φησι εἶναι τὸ ἔχειν λόγον

    阐释“拥有逻各斯(ἔχειν λόγον)”的双重涵义:一是惯用表达“顾及、听从”(对父母和朋友的顺从与重视),二是理论意义上的“具有定义、理性说明或证明”(如在数学对象中)。

  3. 1.197οὓς αἰδοίους ἑαυτοῖς καὶ λόγου ἀξίους οἱ διὰ λόγων τῶν φαύλων εἰργόμενοι κρίνοντες φαίνονται

    该关系从句的骨架为:主语是分词短语 οἱ διὰ λόγων τῶν φαύλων εἰργόμενοι(“通过言词从恶劣之事中被阻拦的人”),动词为 φαίνονται 配充当表语的分词 κρίνοντες(“显然判定……”)。关系代词 οὓς 为宾语(指代前文的师长、父母、亲友),αἰδοίους ἑαυτοῖς καὶ λόγου ἀξίους 为其宾语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:118.28-119.24