← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§117.13-118.27

德性的生成发展与非理性部分同理性的和谐

厄斯特拉提奥斯依据从不完满向完满的生成进程,论述了灵魂德性从无自制经由自制到达节制与勇敢的发展阶段,并借助音乐隐喻解释了在德性圆满者身上非理性部分何以能与逻各斯完全同声共鸣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.194

" Ἔτι δὲ ἴσως εὐηκοώτερόν ἐστι." Ὥσπερ ἐπὶ τῶν ἄλλων τῶν φύσει ἢ τέχνῃ γινομένων οὐκ ἀθρόον αἱ γενέσεις ἀποτελοῦνται ἀλλ’ ἐκ τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια αἱ προκοπαὶ γίνονται, προδρόμων τινῶν πρότερον γινομένων εἰδῶν, καί πως ἐπιτηδειότερον καθιστώντων1 τὸ ὑποκείμενον πρὸς τὴν τοῦ τελείου εἴδους παραδοχὴν καὶ πρὸς ὃ ἐξ ἀρχῆς ἡ πρόθεσις ἦν, εἴτε τῇ φύσει εἴτε τῇ τέχνῃ, οὕτως καὶ ἐπὶ τῶν κατ’ ἄνθρωπον ἀρετῶν.2 ἐξ ἀρχῆς μὲν γὰρ ἄνθρωπος ἀποτικτόμενος ὡς ζῷον ἁπλῶς δοκεῖ γίνεσθαι, μήπω τοῦ λόγου ἐν αὐτῷ τὸ δραστικὸν ἔχοντος, διὸ καὶ τῶν ἀλόγων δυνάμεων ἐνέργειαι ἐξ ἀνάγκης προλαμβάνουσι τὴν τοῦ λόγου, πρὸ πάντων μὲν ἐνεργοῦντος τοῦ φυτικοῦ καὶ ἐντὸς τῆς μήτρας, μετ’ αὐτὸ δὲ τοῦ ζωτικοῦ, ὕστερον δ’ ἐπεγειρομένου τοῦ λόγου καὶ τὴν ἑαυτοῦ προβαλλομένου ἐνέργειαν. ταῦτα δὲ οὕτω διὰ τὴν γένεσιν γίνεται, τῆς φύσεως σπευδούσης ἐξ ἀρχῆς τὸ εἶναι συστήσασθαι καὶ τὰς χείρους δυνάμεις καὶ τὰς ἐξ αὐτῶν ἐνεργείας προϋποτιθείσης ταῖς κρείττοσιν ὡς θεμελίους, ὡς ἄλλως μὴ ὂν δυνατὸν τὴν τοῦ ἐκ πασῶν συνθέσεων γενέσθαι σύστασιν.3 ἐξ ἀνάγκης οὖν δεῖ τὸν λόγον ὕστερόν ποτε ἀνανήψαντα καὶ τῆς οἰκείας ἐνεργείας ἀντιλαβόμενον ἀπομάχεσθαι πρότερον πρὸς τὰ πάθη, ὥστε τὴν σφοδρὰν αὐτῶν ἀναχαιτίζειν ὁρμὴν προλαβοῦσαν ἤδη καὶ ἐφ’ ἱκανὸν τὰ ἑαυτῆς ἐνεργήσασαν. οὐκ ἔστιν οὖν αὐτὸν εὐθὺς κατορθῶσαι τὸ τέλειον, ἀλλὰ δεῖ καὶ χρόνου μακροῦ καὶ πόνου συχνοῦ, ὥστε κατακρατῆσαι τῆς ἀλογίας. διὰ τοῦτο βουληθεὶς ὁ ἄνθρωπος ἀντιπαλαῖσαι διὰ τοῦ λόγου τοῖς πάθεσι, πρότερον μὲν μαχόμενος πρὸς αὐτὰ κινδυνεύει ἐν μέρει κρατεῖν καὶ κρατεῖσθαι (διὸ καὶ ἀκρατὴς λέγεται, ὅτι οὔπω κρατεῖν δύναται πάντῃ), εἶτα σφοδρότερον ἐνιστάμενος καὶ πρὸς τὸ τέλειον ἐπειγόμενος ἐγκρατὴς τέως γίνεται, πολεμούμενος μὲν ἔτι, ἐγκρατὴς δὲ τῶν πολεμούντων γινόμενος, εἶτ’ ἐμμελῶς μὲν ἔχων περὶ τὴν νίκην καὶ μὴ ἀνεχόμενος τῆς ὀχλήσεως ἐπιτείνει τὸν ἀγῶνα, κυριεύειν παντελῶς ἐφιέμενος. καὶ οὕτως χρόνου τε αὐτῷ ἐπιδαψιλευομένου καὶ τοῦ πόνου ἐκτεινομένου ὑπὸ τῆς τοῦ ἀγαθοῦ καὶ τοῦ τελείου ὀρέξεως, τὸ σῶφρον αὐτῷ παραγίνεται. ὁ μὲν οὖν ἐγκρατὴς νικᾷ πολεμούμενος, ἤδη τοῦ ἀλόγου πειθαρχοῦντός πως τῷ λόγῳ, κἀν ταῖς μάχαις ὥσπερ δυσωπουμένου καὶ τὰ δεύτερα φέροντος, ἐπὶ δὲ τοῦ σώφρονος πλείων ἡ τοῦ χείρονος πρὸς τὸ κρεῖττον πειθάρχησις, ὥσπερ ἀπειπόντος ἤδη τοῦ χείρονος καὶ μηκέτι μηδ’ ἐπεγείρεσθαι τολμῶντος τῷ κρείττονι κἀκεῖ ἐνεργοῦντος, εἴπερ ἐνεργήσει ποτέ, ὅπου καὶ ὅτε ἐπιτάξει τὸ φύσει κύριον. καὶ ταῦτα μὲν ἐπὶ τοῦ σώφρονος κατὰ τοῦ ἐπιθυμητικοῦ κατορθοῦντα τὸν λόγον ἔχοντος. ἀναλόγως δὲ τοῦτο ἔστι καὶ ἐπὶ τοῦ ἀνδρείου εἰπεῖν. ἐξ ἀρχῆς κἂν τούτῳ κατὰ μικρὸν τοῦ θυμοῦ τῷ λόγῳ εἴκοντος, πονοῦντος δὲ τούτου καὶ κατὰ τοῦ πάθους ἐγειρομένου, τὸ τέλειον ἐπιγίνεται, ὥστε κατὰ τὴν ὀρθὴν τοῦ λόγου κρίσιν τῶν τε φόβων δεόντως κατατολμᾶν καὶ τοῦ θάρρους ἀντέχεσθαι,4 ὥστε [κατ’ ἴσον] συμμέτρως δειλίας καὶ θάρσους ἀντέχεσθαι. διὰ τοῦτο καὶ ἐπ’ ἀμφοῖν, τοῦ σώφρονος λέγω καὶ τοῦ ἀνδρείου, εὐηκοώτερόν ἐστι πρὸς τὸν λόγον τὸ ἄλογον, ὡς ἤδη ἐχόντων τὸ τέλος. διὸ καὶ Ἀριστοτέλης ἐπήγαγε πάντα γὰρ ὁμοφωνεῖ τῷ λόγῳ, διὰ τὸ μηκέτι μηδὲν τῶν παθῶν πρὸς τὸν λόγον ἀνθίστασθαι, μηδ’ ἔχειν τι τῇ ἐκείνου ὀρέξει διάφωνον, ἀλλ’ αὐτῷ συμπνέειν ἐν ἅπασι. τὸ δὲ ὁμοφωνεῖ εἴρηται ἀπὸ μεταφορᾶς τῶν μουσικῶν ὀργάνων, ἐν οἷς διάφοροι χορδαὶ μίαν ἀποτελοῦσιν ἀπήχησιν διὰ τὴν κατὰ λόγον συγγένειαν, ὡς ἐπὶ τοῦ διπλασίονος καὶ τοῦ τετραπλασίονος γίνεται, ἤγουν τοῦ διὰ πασῶν καὶ δὶς διὰ πασῶν.

“此外,它或许更加顺从。” 正如在因自然或技艺而生成的其他事物中,生成并非一蹴而就得以完结,而是经历着从不完满向完满的前进,某些先驱形式预先生成,并以某种方式使基质对完满形式的接受,以及对无论就自然而言抑或就技艺而言从一开始就企图达到的目标变得更为适宜;在关于人的德性上亦是如此。因为人在最初被生下时,显现为仅仅作为一个动物而生成,因为逻各斯在他身上尚未具备行动的能力;因此非理性能力的现实活动必然先于逻各斯的活动发生,植物性能力最先、甚至在母腹之内便起作用,在它之后是生命性能力,而逻各斯则是后来才觉醒并展现其自身的活动。这些事情由于生成的缘故而以这种方式发生,是因为自然本性从一开始就急于确立存在,并将较劣的能力以及由其产生的现实活动,如同基石一般预先奠定在较优能力之下,因为除此之外,不可能形成由一切合成物构成的组织。因此必然地,逻各斯在后来某个时刻苏醒过来并执持其固有的现实活动时,必须首先与情状作战,以遏制它们早已先期发生且已充分实施自身活动的猛烈冲动。因此,它〔逻各斯〕不可能立即成功达致完满,而是需要漫长的时间与持久的辛劳,以便彻底制服非理性。为此,当人意图通过逻各斯与情状搏斗时,起初与它们交战,面临着轮番得胜与被制服的危险(因此他亦被称为无自制者,因为他尚未能够完全得胜);随后更为猛烈地予以抵御并奔向完满,暂时成为自制者——虽然仍遭受征伐,但已成为克制征伐者的人;随后他在胜利之事上持守调适,不忍受此种干扰,从而加剧抗争,渴望全然掌权。于是,随着时间丰沛地赋予于他,且在对善与完满的欲求之下辛劳得以延续,节制便降临于他。自制者乃是在遭受征伐的同时得胜,因为非理性部分此时在某种程度上已顺从逻各斯,并且在交战中仿佛心怀敬畏而屈居次席;而在节制者身上,较劣者对较优者的顺从则更为充分,仿佛较劣者已经认输,甚至不再胆敢抗衡较优者,并且即使有所行动,亦仅在自然本性上居于统摄地位者所命令的地点与时刻行动。在节制者身上,这些情况乃是就其保有着成功对抗欲望部分的逻各斯而言的。然而对于勇敢者,亦可作类似的阐述:因为在此人身上,起初激情亦逐渐屈从于逻各斯,而随着此人辛劳并奋起对抗情状,完满的状态便随之生成,以致依从逻各斯的正确判断,适度地敢于对抗可怖之事并持守自信,从而合乎分寸地对待怯懦与自信。正因如此,在这二者身上——我指的是节制者与勇敢者——非理性部分由于他们已然拥有终极目标而更加顺从逻各斯。因此亚里士多德补充道,“因为一切都与逻各斯同声共鸣”,这是由于诸情状不再有任何对抗逻各斯,亦不再持有任何与其欲求不协之物,而是在一切事情上与它同气相求。“同声共鸣”乃是取自乐器的隐喻,在乐器中,不同的琴弦由于依从比例的亲缘性而产生同一种回响,正如在两倍比和四倍比的情形中所发生的那样,即八度音与双八度音。

语法注4 条
  1. 1.194καθιστώντων

    属格独立结构(προδρόμων τινῶν πρότερον γινομένων εἰδῶν, καί πως ἐπιτηδειότερον καθιστώντων τὸ ὑποκείμενον...)中的现在时主动分词复数属格。它与前面的 γινομένων 一同修饰并一致于名词 προδρόμων εἰδῶν,表示有别于从句主语(αἱ προκοπαί)的伴随情况。

  2. 1.194Ὥσπερ ἐπὶ τῶν ἄλλων ... οὕτως καὶ ἐπὶ τῶν κατ’ ἄνθρωπον ἀρετῶν.

    整个句子的骨干是由 Ὥσπερ ἐπὶ τῶν ἄλλων ... οὕτως καὶ ἐπὶ τῶν κατ’ ἄνθρωπον ἀρετῶν(正如在其他事物中……在人的德性上亦是如此)构成的相应句式。在 Ὥσπερ 从句内部,嵌入了 οὐκ ἀθρόον ... ἀλλά ...(并非一蹴而就……而是……)的对比以及 προδρόμων τινῶν ... καθιστώντων(某些先驱形式生成……使其变得适宜)的属格独立结构。

  3. 1.194ὡς ἄλλως μὴ ὂν δυνατὸν τὴν τοῦ ἐκ πασῶν συνθέσεων γενέσθαι σύστασιν

    由 ὡς 引导的无人称短语(ὂν δυνατόν)所构成的绝对宾格(或表原因的分词从句)。不定式短语 τὴν ... γενέσθαι σύστασιν(由一切合成物构成的组织得以成立)作 ὂν δυνατόν 的逻辑主语。

  4. 1.194ὥστε [κατ’ ἴσον] συμμέτρως δειλίας καὶ θάρσους ἀντέχεσθαι.

    动词 ἀντέχεσθαι(持守、参与)支配属格,因此 δειλίας καὶ θάρσους 作其宾语。这是紧接着 τῶν τε φόβων δεόντως κατατολμᾶν καὶ τοῦ θάρρους ἀντέχεσθαι 之后对结果从句(ὥστε...)的进一步重述;文本中的 [κατ’ ἴσον] 疑为 συμμέτρως 的重复异读而被置于括号中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:117.13-118.27