← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§116.4-117.12

身体麻痹的比喻与非理性部分对理性的顺从

欧斯特拉提乌斯注解了亚里士多德将灵魂中悖理冲动比作身体麻痹的段落(1102b18–b25),阐明非理性部分虽对抗理性抉择,却如月亮受日光照耀般分有逻各斯,并在自制者身上顺从逻各斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.191

" Ἀτεχνῶς γὰρ καθάπερ τὰ παραλελυμένα." Δηλοῖ διὰ τούτου ὅτι πολλὴν ὁμοιότητα ἔχουσι (τὸ γὰρ ἀτεχνῶς ἀντὶ τοῦ λίαν) αἱ παρὰ φύσιν παραφοραὶ τῶν μορίων τοῦ σώματος πρὸς τὰς παραλόγους ὁρμὰς τῶν δυνάμεων τῆς ψυχῆς. λέγει τοίνυν, ὅτι ὥσπερ παρέσεως γενομένης τῶν μορίων τοῦ σώματος ἐναντιοῦται τῇ κατὰ προαίρεσιν ὀρέξει ἡ πάρεσις, ὥστε προαιρουμένῳ τῷ ἀνθρώπῳ εἰς τὰ δεξιὰ κινῆσαι τὸ παρειμένον μόριον τοὐναντίον αὐτὸ εἰς τὰ ἀριστερὰ παρὰ τὴν προαίρεσιν φέρεται,1 οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἐπὶ τὰ βελτίω τοῦ λόγου τὰς ἀλόγους δυνάμεις κινεῖν βουλομένου ἐπὶ τὰ ἐναντία πολλάκις αὐταὶ παραφέρονται καὶ παρὰ τὴν τοῦ λόγου κίνησιν τῶν χειρόνων ἀντέχονται. καὶ τοῦτο δῆλον ἐπὶ τῶν ἀκρατῶν, ὡς εἶναι παρὰ φύσιν ἐν τῷ ἀνθρώπῳ καὶ αὐταῖς ταῖς ἀλόγοις δυνάμεσι τὴν παράλογον τῶν ἡδέων ἀπόλαυσιν. οὐ γὰρ ἂν οὔτε ὁ λόγος ἀνθίστατο πρὸς τὴν ἐπιθυμίαν τῷ ἀκρατεῖ, τὸ κυριώτατον ὂν τῆς ἀνθρώπου φύσεως, οὔτ’ αὐτὴ ἐκείνῳ μέχρι τινὸς ὑπεῖκεν ὀρθῶς παρακαλοῦντι πρὸς τὰ βελτίω, εἰ μὴ ἐπεφύκει καὶ πάντῃ πείθεσθαι. ἀλλ’ οὐχ ὁμοίως, φησί, τὰς παρέσεις καὶ παραφορὰς ἐν ταῖς ψυχαῖς γινώσκομεν καὶ τοῖς σώμασιν, ἀλλ’ ἐπὶ μὲν τοῦ σώματος αἰσθήσει ληπταί, ἐπὶ δὲ τῆς ψυχῆς τῇ κρίσει τοῦ λόγου καταληπταί.

“因为这简直正如麻痹的部分一样。” 他借此表明,身体各部分反乎自然本性的偏转,与灵魂各能力的悖理冲动具有极大相似性(因为“简直”是用来替代“极其”的)。因此他说,正如当身体各部分发生麻痹时,麻痹与依从抉择的欲求相对立,以致当人抉择将麻痹的部分向右移动时,它自身反乎抉择而朝向相反的左侧移动;在灵魂上亦是如此,当逻各斯意图将非理性能力引向较善的事物时,它们自身往往偏离向相反的事物,且反乎逻各斯的运动而执持较劣的事物。这一点在无自制者身上尤为明显,以致对愉悦事物的悖理享受在人身上、甚至对于这些非理性能力自身而言都是反乎自然本性的。因为,如果〔欲望〕并非在自然本性上完全顺从〔逻各斯〕,那么作为人类自然本性中最具统摄地位的逻各斯,在无自制者身上就不会抗拒欲望,欲望自身亦不会在一定程度上屈从于正确劝勉其趋向较善事物的逻各斯。但他又说,我们认识灵魂中的麻痹与偏离,并不等同于认识身体中的那些;身体上的是凭借感觉把握的,而灵魂中的则是凭借逻各斯的判断予以把握的。

§1.192

"Ἴσως δὲ οὐδὲν ἧττον καὶ ἐν τῇ ψυχῇ." Τὸ ἴσως νῦν ἀντὶ τοῦ πάντως·2 οὐ γὰρ ὡς ἀμφιβάλλων φησὶν ἀλλ’ ὡς βεβαίως ἀποφαινόμενος, καὶ πολλαχοῦ ἄν τις οὕτως αὐτὸν εὑρήσει τῇ λέξει χρώμενον. φησὶν οὖν ὅτι οὐδὲν ἧττον ὑποληπτέον καὶ ἐν τῇ ψυχῇ παρὰ τὸν λόγον εἶναι δύναμιν ἄλλην πρὸς αὐτὸν ἐναντιουμένην καὶ ἀντιβαίνουσαν, ὡς ἐν τῷ σώματι πάθη τινὰ ἐπιγίνονται ταῖς τῆς προαιρέσεως ὁρμαῖς ἀντιπίπτοντα. τὸ δὲ πῶς δ’ ἕτερον, οὐδὲν διαφέρει τοῦτο δηλοῖ, ὅτι ἕτερον μὲν τὸ ἐν τοῖς παρειμένοις σώμασιν ἀνθιστάμενον τῇ κατὰ προαίρεσιν κινήσει καὶ ἕτερον τὸ ἐν ταῖς ψυχαῖς πρὸς τὸν λόγον ἐναντιούμενον καὶ μὴ συγχωροῦν κατὰ λόγον τὰς πράξεις ἀπαρτίζεσθαι. τί δὲ ταῦτα πρὸς ἄλληλα διενήνοχεν οὐκ οἰκεῖον νῦν ἐξετάζειν καὶ λέγειν τί τὸ παρὰ φύσιν τοῦ παρὰ λόγου διήνεγκε.

“或许在灵魂中亦绝不稍逊。” 此处的“或许”乃是用来替代“必定”;因为他并非以存疑的态度发言,而是以坚决断定的态度发言,人在许多地方都能发现他是这样使用该词的。因此他说,绝不应更少地认为,在灵魂中除逻各斯之外还存在另一种与其相对立、相抗拒的能力,正如在身体中会生成某种与抉择的冲动相对立的情状。“至于它是如何不同的,则并无影响”这一表述表明:在麻痹的身体中抗拒依从抉择之运动的,与在灵魂中对抗逻各斯且不容许依从逻各斯完成行动的,乃是不同的事物。但这二者彼此之间有何差异,现在并非适宜的场合予以考察并说明反乎自然者与悖于理性者究竟有何不同。

§1.193

"Λόγου δὲ καὶ τοῦτο φαίνεται μετέχειν." Τὸ ἐν τῷ ἀνθρώπῳ, φησίν, ἄλογον λόγον μὲν οὐκ ἔχει οἰκεῖον, διὸ καὶ ἄλογον λέγεται, φαίνεται δὲ λόγου μετέχειν, ὡς ὑπὸ τῆς τὸν λόγον ἐχούσης δυνάμεως ἐλλαμπόμενον, ὡς εἴπομεν· εἴρηκε γὰρ καὶ προλαβών, ὡς ἔστι γε τοῦ λόγου κατήκοον, διὸ καὶ λογικόν πως κατὰ μετοχήν, οὐ καθ’ ὕπαρξιν, ὡς καὶ τὴν σελήνην φωστῆρά φασιν ὀνομάζεσθαι, ὅτι ἐκ τοῦ ἡλίου φωτιζομένη φωτιστικὴ γίνεται, οὗ μετέχει μεταδιδοῦσα. πόθεν δὲ φαίνεται, ὅτι λόγου μετέχει τοῦτο τὸ ἄλογον καὶ λόγου ἐστὶ κατήκοον, παρίστησι λέγων πειθαρχεῖ γοῦν τῷ λόγῳ τὸ τοῦ ἐγκρατοῦς.3 εἰ γὰρ μὴ ἐπεφύκει πως λογικεύεσθαι, οὐκ ἂν ἐν τῷ ἐγκρατεῖ τὸ ἐπιθυμητικὸν πρὸς ἀπόλαυσιν τῶν ἡδέων ἐρεθιζόμενον ἐπείθετο ἂν τῷ λόγῳ τῆς τοῦ ἡδέος ἀπείργοντι ἀπολαύσεως.

“但这似乎亦分有逻各斯。” 他说,人身上的非理性部分并不拥有固有的逻各斯(因此亦被称为非理性的),然而它似乎分有逻各斯,正如我们所说,乃是受那拥有逻各斯之能力的照耀。因为他之前亦曾说过,它至少是顺从逻各斯的,因此在某种程度上乃是因分有而非因其实存是理性的;正如人们说月亮亦被称为发光体,是因为它被太阳照亮而变得具有照明能力,将所分有者传递开来。至于这一非理性部分分有逻各斯且顺从逻各斯是从何处显明的,他通过说“至少自制者的那部分顺从逻各斯”予以阐明。因为,如果它在自然本性上并非以某种方式倾向于理性行事,那么在自制者身上,受到刺激而趋向享受愉悦的欲望部分,就不会顺从那阻止其享受愉悦的逻各斯了。

语法注3 条
  1. 1.191ὥστε προαιρουμένῳ τῷ ἀνθρώπῳ εἰς τὰ δεξιὰ κινῆσαι τὸ παρειμένον μόριον τοὐναντίον αὐτὸ εἰς τὰ ἀριστερὰ παρὰ τὴν προαίρεσιν φέρεται

    在由 ὥστε 引导的结果从句中,与格分词短语 προαιρουμένῳ τῷ ἀνθρώπῳ 充当相对于主语 αὐτό(麻痹部分)和主动词 φέρεται 的关涉与格,语义上表达让步性的伴随状况:“尽管人抉择将该部分向右移动”。

  2. 1.192Τὸ ἴσως νῦν ἀντὶ τοῦ πάντως

    副词 ἴσως 通常表示推测或或然性(“或许”),但注解者在此指出亚里士多德并非出于犹疑(ἀμφιβάλλων),而是确凿断言(βεβαίως ἀποφαινόμενος),因此将其理解为具有肯定确证意义的“必定/断然”(πάντως)。

  3. 1.193πειθαρχεῖ γοῦν τῷ λόγῳ τὸ τοῦ ἐγκρατοῦς

    中性单数冠词后接属格的习惯表达 τὸ τοῦ ἐγκρατοῦς,在此上下文中指代“自制者的[欲望/非理性]部分”(τὸ ἐπιθυμητικὸν / τὸ ἄλογον),直接呼应亚里士多德原文(1102b26),充当动词 πειθαρχεῖ 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:116.4-117.12