← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§114.24-116.3

睡眠中的善恶差异与顺从理性的非理性部分

厄斯特拉惕俄斯论释了清醒时的意象渗透至梦境从而在睡眠中亦能呈现微弱善恶差异的机理,并论证了睡眠属于具有感觉的动物而非植物。随后他确认将营养能力排除在人类德性的考察之外,并通过自制与无自制的现象,阐明欲望与激怒等非理性部分既对抗逻各斯又能在某种程度上服从并分有逻各斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.189

" Πλὴν εἴ πῃ κατὰ μικρὸν διικνοῦνται." Τῷ πλείστῳ μὲν μέρει, φησίν, ἀδηλία περὶ τοὺς ὕπνους ἐστί, πῇ ψυχὴ διαφέρει ψυχῆς σπουδαία φαύλης. γίνεται δὲ μικρά τις καὶ τότε διαφορὰ τῶν τε ἐπιεικῶν, ἤτοι σπουδαίων καὶ τοῦ εἰκότος ἀντεχομένων, καὶ τῶν τυχόντων καὶ ἀλόγως ζώντων. καὶ ἐν φαυλότητι δὲ διαφορά, ὅτι τινὰ τῶν ἐνεργημάτων τῶν ἐν ταῖς ἐγρηγόρσεσι διαπερῶσιν ὥσπερ καὶ εἰς τοὺς ὕπνους, τῆς φαντασίας ἐνεργούσης ἐν τῷ τὰς αἰσθήσεις ἀργεῖν καὶ τύπους φερούσης ὧν τις ἐγρηγορὼς ἐνήργησεν, ὡς εἶναι τοῖς σπουδαίοις καὶ τοῖς φαύλοις τὰ καθ’ ὕπνον φαντάσματα τῶν ἐν ταῖς ἐγρηγόρσεσι παθῶν ἢ ἐνεργειῶν ἀνάλογα. δόξειε δ’ ἂν Ἀριστοτέλης τῇ φυτικῇ τὸν ὕπνον ἐφαρμόζειν,1 ὅτι λέγων περὶ αὐτῆς αὐτὸν εἰς μέσον παρήγαγε καὶ αὐτοῦ παρόντος αὐτὴν ἐνεργεῖν μάλιστα. ἀλλ’ εἰ τοῦτο, ὕπνουν ἂν καὶ τὰ φυτὰ ὧν ἰδίᾳ μάλιστα ἡ θρεπτικὴ δύναμις· ἀλλὰ μὴν οὐχ ὑπνοῖ· οὐκ ἄρα τῆς δυνάμεως ταύτης ὁ ὕπνος ἐστίν. ἔτι ὁ ὕπνος ἐν ἀργίᾳ τῶν αἰσθήσεων· εἰ οὖν ὕπνουν τὰ φυτά, ἐδέχετο ἂν καὶ ἀργίαν τῶν αἰσθήσεων· εἰ δὲ τοῦτο, καὶ τὴν τούτων ἐνέργειαν. τὰ γὰρ ἐναντία περὶ τὸ αὐτὸ ὑποκείμενον, καὶ ἐν οἷς αἱ στερήσεις, ἐν τούτοις καὶ αἱ ἕξεις πεφύκασιν ἐπιγίνεσθαι. ὥστε καὶ ἦν ἄν ποτε αἰσθάνεσθαι τὰ φυτὰ ἐγρηγορότα· ἀλλὰ τοῦτο ἀδύνατον· οὐκ ἄρα ὑπνοῖ τὰ φυτά· ἀλλὰ ζῴων μὲν τὸ ὑπνοῦν. συμβαίνει δ’ ἐν τούτοις τὴν φυτικὴν ἐνέργειαν καθ’ ὕπνους μάλιστα γίνεσθαι τῆς φύσεως πρὸς τὰς οἰκείας ἐνεργείας τηνικαῦτα ἐχούσης ἄδειαν μὴ ἐμποδιζομένης τοῖς κατ’ αἴσθησιν ἐνεργήμασι.2

“除非在某种程度上稍有触及”他说,在绝大多数情况下,关于睡眠,优秀的灵魂与卑劣的灵魂在何种程度上有所不同是难以辨明的。然而即使在那时,在公道者(即优秀且坚持合宜者)与庸常且非理性生活者之间,亦会产生某种微小的差异。在卑劣之中亦存在差异,乃是因为清醒时的某些活动仿佛贯穿渗透至睡眠中;在感觉停歇时,表象发生作用,承载着人在清醒时所施行活动的印记,以致对于优秀者与卑劣者而言,睡眠中的意象与清醒时的受动或活动是相对应的。亚里士多德似乎将睡眠应用于植物性能力,因为在讨论植物性能力时他引入了睡眠,并说当睡眠临在时,这一能力活动最为剧烈。但如果真是这样,具有最固有营养能力的植物亦当睡眠;然而植物绝不睡眠;因此睡眠并不属于这一能力。再者,睡眠在于感觉的停歇;因此,如果植物睡眠,它亦会承受感觉的停歇;而如果如此,它亦会承受感觉的活动。因为相反者关乎同一主体,而在自然本性上承受缺乏的事物中,亦自然生成相应的积极状态。由此,植物有时在清醒时亦能够有所感觉;但这是不可能的;因此植物并不睡眠;睡眠乃是属于动物的。而在动物中,植物性活动最充分地发生在睡眠中,是因为此时自然本性对于其固有的活动获得了不受阻碍的自由,未被依从感觉的活动所阻碍。

§1.190

"Περὶ μὲν τούτων ἅλις. καὶ τὸ θρεπτικὸν ἐατέον." Περὶ μὲν οὖν τῆς φυτικῆς καὶ θρεπτικῆς δυνάμεως εἴρηται ἱκανῶς, καὶ οὐ δεῖ πλείω προστιθέναι περὶ αὐτῆς ἐν τῷ ἐξετάζειν ἐν τίνι ἡ κατὰ ἄνθρωπον ἀρετὴ ἐπιγίνεται. ἀλλοτρία γὰρ αὕτη τῆς ἀνθρωπικῆς ἀρετῆς, ἐπεὶ μηδέ τινος αὐτῇ μέτεστι γνώσεως· λογικὸν δὲ ζῷον ὁ ἄνθρωπος, καὶ ἀναγκαῖον τὴν κατ’ αὐτὸν ἀρετὴν διὰ λόγου καὶ γνώσεως περιγίνεσθαι. ἡ γὰρ ἑκάστου ἀρετὴ τελειωτικὴ τοῦ ὑποκειμένου ἐστί. καὶ πῶς ἂν εἴη τὸ πάντῃ ἄγνωστον πρὸς κατόρθωσιν ἀρετῆς τῷ λόγῳ συντελεῖν;3 διὰ τοῦτο καὶ ἀνάγκη τὸν ἄνθρωπον, εἰ μέλει αὐτῷ ἐφικέσθαι τῆς τελειότητος, σφοδρῶς πρὸς τὸ φυτικὸν ἀπομάχεσθαι, ἵνα μὴ ἀποδενδρωθῇ καὶ κρατηθῇ ὑπ’ αὐτοῦ ἐκ τοῦ ταῖς κατ’ αὐτὸ ἐνεργείαις ἐφήδεσθαι. φαίνεται δὲ καὶ ἄλλη τις φύσις οὖσα τῆς ψυχῆς ἄλογος, εἰ καὶ μὴ πάντῃ ὡς ἐκείνη ἀλλὰ πῇ καὶ λόγου μετέχουσα. ἄλλη δὲ εἶπε, δηλῶν ὡς ἑκάστη μὲν τῶν τριῶν ψυχὴ λέγεται, ἡ θρεπτικὴ ἡ αἰσθητικὴ ἡ λογική (ἔμψυχα γὰρ παρὰ πάντων καὶ τὰ φυτὰ λέγεται, οἷς μόνης τῆς θρεπτικῆς μέτεστιν, ὥς τινος οὔσης ψυχῆς καὶ αὐτῆς), διαφέρουσι δ’ ἀλλήλων τῷ λόγῳ. ὅτι δὲ μετέχει κατά τι λόγου ἐν τῷ ἀνθρώπῳ ἡ μετὰ τὴν φυτικὴν ἄλογος ψυχή, δῆλον ποιεῖται ἀπὸ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς. ἀκρατὴς μὲν γάρ ἐστιν, ὃς ἔχων τὴν ἐπιθυμίαν πρὸς ἀπόλαυσιν ἡδέος ἕλκουσαν μάχεται μὲν αὐτῇ, οὐκ εἰς τέλος δὲ τηρεῖ τὴν ἔνστασιν, ἀλλ’ ἐνδίδωσί ποτε καὶ ἡττᾶται (διὸ καὶ ἀκρατὴς λέγεται, ὡς μὴ κρατῶν εἰς τέλος τῆς ἐπιθυμίας), ἐγκρατὴς δέ, ὃς καὶ αὐτὸ τὸ ἐπιθυμητικὸν ἔχει πρὸς τὸν λόγον μαχόμενον, ἀντέχει δὲ γενναίως καὶ κρατεῖ τῷ λόγῳ καὶ κυριεύει τοῦ μαχομένου. ἐπαινεῖται οὖν ἐν ἑκατέρῳ τούτων τὸ λόγον ἔχον καὶ πρὸς τὸ ἄλογον μαχόμενον. διὰ τί ἐπαινεῖται; ὅτι, φησί, παρακαλεῖ ὀρθῶς τὸ λόγον ἔχον ἐπὶ τὰ βέλτιστα· τοῦτο δὲ ἀξιέπαινον. ὅτι δὲ καὶ ἀλογία ἐν τούτοις παρὰ τὸν λόγον ἐστίν, ἐκ τῆς ἐνεργείας παρίστησιν. οὐ γὰρ ἂν ἐμάχετο πρὸς τὸν λόγον οὐδ’ ἀντέτεινε πρὸς αὐτόν, εἰ μὴ ἄλογον ἦν τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν.

“关于这些已经足够;营养的部分亦须搁置”因此,关于植物性与营养性的能力已谈论得足够,在考察人类德性生成于何处时,无须再就其多加论述。因为这一能力与人类的德性完全无涉,鉴于它完全不分有一切认识;而人是理性的动物,属于人的德性必然是通过逻各斯与认识而获得的。因为每一事物的德性都是使其主体得以完满的。完全无知之物又怎能与逻各斯一道促成德性的成就呢?因此,人若在意达到完满,亦必然要竭力对抗植物性部分,以免因耽溺于依从植物性部分的活动而木质化并被其支配。然而,灵魂似乎还存在另一种非理性的自然本性,即便它并不像那一种那样全然非理性,而是在某种程度上分有逻各斯。他说“另一种”,表明虽然这三者(营养的、感觉的、理性的)各自都被称为灵魂(因为只分有营养能力的植物亦被所有人称为有灵魂的,仿佛这本身亦是某种灵魂),但在定义上却彼此不同。而在人身上,处于植物性之后的非理性灵魂在某种程度上分有逻各斯,这一点他是从自制者与无自制者中予以阐明的。因为无自制者是指这样的人:他虽有欲望将其拉向对愉悦之物的享受并与这欲望交战,却未能将抗争保持到底,而是在某个时刻屈服并被击败(由此亦被称为无自制者,因其未能对欲望控制到底);而自制者则是指这样的人:他虽亦有欲望部分自身与逻各斯交战,却英勇地坚守,凭借逻各斯取得控制并统治那交战的部分。因此,在两者之中,拥有逻各斯并与非理性部分交战的部分都受到称赞。为何受到称赞呢?因为他说,拥有逻各斯的部分正确地劝勉人们趋向至善的事物;而这是值得称赞的。至于在这些之中还存在违背逻各斯的非理性,他从其实际活动中予以阐明。因为如果欲望部分与激怒部分不是非理性的,它们就不会与逻各斯交战,亦不会抗拒逻各斯。

语法注3 条
  1. 1.189δόξειε δ’ ἂν Ἀριστοτέλης τῇ φυτικῇ τὸν ὕπνον ἐφαρμόζειν

    人称构式(δόξειεν ἄν 搭配主格主语 Ἀριστοτέλης 及不定式 ἐφαρμόζειν,“亚里士多德似乎将……应用于……”)。接下来的 ὅτι 从句中的不定式短语(καὶ αὐτοῦ παρόντος αὐτὴν ἐνεργεῖν μάλιστα)依附于分词 λέγων,承接其间接陈述的内容。

  2. 1.189τῆς φύσεως πρὸς τὰς οἰκείας ἐνεργείας τηνικαῦτα ἐχούσης ἄδειαν μὴ ἐμποδιζομένης τοῖς κατ’ αἴσθησιν ἐνεργήμασι

    属格独立构式。逻辑主语为 τῆς φύσεως,由现在分词 ἐχούσης 与被动分词 μὴ ἐμποδιζομένης 共同修饰。短语 ἄδειαν ἔχω πρὸς... 意为“对……拥有不受妨碍的自由/余暇”,与格短语 τοῖς κατ’ αἴσθησιν ἐνεργήμασι 则作为被动分词 ἐμποδιζομένης 的工具/原因与格。

  3. 1.190καὶ πῶς ἂν εἴη τὸ πάντῃ ἄγνωστον πρὸς κατόρθωσιν ἀρετῆς τῷ λόγῳ συντελεῖν;

    反诘修辞疑问句。由宾格主语 τὸ πάντῃ ἄγνωστον 与不定式 συντελεῖν 构成的宾格不定式结构充当表可能的无人称谓词 πῶς ἂν εἴη(“……怎么可能存在/成立?”)的主语。与格 τῷ λόγῳ 与复合动词 συντελεῖν 的前缀 σύν- 相呼应,表示联合/协作(“与逻各斯一道”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:114.24-116.3