- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:113.1-114.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《尼各马可伦理学》第一卷(1102a32–1102b7),欧斯特拉提乌斯阐明了非理性灵魂中植物性与营养性能力的特征、它在胚胎与完满个体中的持续活动,并解释了为何睡眠中该能力的最大运作使得有德者与无德者的差异无法被辨识。
" Τοῦ ἀλόγου δὲ τὸ μὲν ἔοικε κοινῷ καὶ φυτικῷ." Περὶ ἀνθρωπίνης ἀρετῆς ἑξῆς εἰπεῖν ὑποσχόμενος καὶ ταύτης οὐ τῆς σωματικῆς ἀλλὰ τῆς ἐν ψυχῇ θεωρουμένης καὶ διελὼν τὴν ψυχὴν εἰς τὸ ἄλογον καὶ τὸ λόγον ἔχον, ὑποδιαιρεῖ αὖθις εἰς δύο τὸ ἄλογον, καὶ τὸ μὲν εἶναί φησι κοινὸν καὶ φυτικόν, κοινὸν μὲν ὅτι πᾶσιν ἔνεστι τοῖς ἀψύχοις, καὶ διὰ τοῦτο καὶ φυτικόν, ὅτι καὶ αὐτοῖς τοῖς φυτοῖς καὶ ὅτι τὸ ἴδιον μάλιστα τῶν φυτῶν τοῦτό ἐστι τὸ ἔχειν δύναμιν τοῦ τρέφεσθαι καὶ αὔξεσθαι. κἂν γὰρ τοῖς ζῴοις ὑπάρχῃ, τοῖς τε ἀλόγοις ὁμοῦ καὶ τοῖς λογικοῖς, ἀλλ’ οὐχ ᾗ ζῷα ἁπλῶς ἐκείνοις ἐστίν, ἀλλ’ ᾗ τοῖς φυτοῖς κεκοινώνηκε. ἀναγκαῖον γὰρ ταῖς κρείττοσι τῶν ψυχικῶν δυνάμεων προσυπεῖναι καὶ τὰς ἐλάττονας ἐν τοῖς τῶν ζῴων σώμασιν, ἐπιτηδειότητα παρεχούσας αὐτοῖς εἰς τὴν τῶν κρειττόνων παραδοχὴν μὴ δυναμένοις ἀμέσως τὰς κρείττονας δέχεσθαι,1 εἰ μὴ φύσει προϋπεῖεν αἱ χείρονες. αἴτιον δὲ λέγεται τοῦ τρέφεσθαι καὶ αὔξεσθαι, ὡς ἄμφω ταῦτα ἐνεργοῦν ἐν τοῖς σώμασι τῶν τε ζῴων καὶ τῶν φυτῶν, εἰ καὶ ἄλλως μὲν ἐν φυτοῖς, ἑτέρως δὲ ἐν τοῖς ζῴοις, ἅτε καὶ ἄλλων ὀργάνων ὄντων ἐνταῦθα κἀκεῖσε τῶν ὑπουργούντων τῇ ποιητικῇ δυνάμει τῆς θρέψεως καὶ αὐξήσεως, ὕλην ἐχούσῃ τὰς προσφυεῖς ἑκάστου τῶν τρεφομένων καὶ αὐξομένων τροφάς. εἰπὼν δὲ ἐν πᾶσι τοῖς τρεφομένοις τὴν τοιαύτην ὑπάρχειν δύναμιν προσέθηκε τὸ καὶ ἐν τοῖς ἐμβρύοις. ἔμβρυα δέ εἰσι τὰ κατὰ γαστρὸς εἰσέτι κυοφορούμενα. προσέθηκε δὲ τοῦτο διὰ τὸ δοκεῖν φυτικῶς ἔτι ἔχειν τὸ εἶναι τὰ ἔμβρυα, μηδεμίαν ἄλλην δύναμιν ἢ ταύτην ἐνεργοῦσαν ἐν αὐτοῖς κεκτημένα, ἐφ’ ὅσον εἰσὶν ὡς ἔμβρυα. τὴν αὐτὴν δὲ ταύτην εἶναι καὶ ἐν τοῖς τελείοις φησί, τελείοις δὲ τοῖς ὡς πρὸς τὰ ἔμβρυα, ἃ καὶ τὸν λόγον τῆς οὐσίας πέφυκεν ἤδη δέχεσθαι. ἐπεὶ καὶ γεννωμένοις εὐθὺς ἔστιν ἔτι πολὺ τὸ δυνάμει, οὗ καὶ προβάντος εἰς ἐνέργειαν, τότε κυρίως τέλεια λέγονται. ὧν οὐδὲ αὐτῶν τὸ φυτικὸν ἀπολείπεται,2 ἐξ ἀνάγκης πρὸς τὸ εἶναι ἁπλῶς αὐτοῖς συμβαλλόμενον. ἐπικρίνει δὲ τὸν λόγον τὸν λέγοντα εἶναι καὶ ἐν τοῖς τελείοις τὴν τοιαύτην δύναμιν φάσκων εὐλογώτερον γὰρ ἢ ἄλλην τινά. πῶς εὐλογώτερον; ὅτι αἱ μὲν ἄλλαι δυνάμεις οὐκ ἀεὶ ἐνεργοῦσιν ἐν αὐτοῖς (πολλάκις γὰρ καὶ ἐν ἐγρηγόρσεσι, μάλιστα δ’ ἐν τοῖς ὕπνοις ἐναργῶς σχολάζουσαι φαίνονται), ἡ δὲ φυτικὴ ἀδιακόπως τὸ οἰκεῖον δρᾷ, καὶ μάλιστα ἐν τοῖς ὕπνοις διὰ τὸ καὶ μάλιστα τότε τάς τε πέψεις τῶν τροφῶν καὶ τὰς ἀναδόσεις γίνεσθαι καὶ τὰς προσθέσεις ἐν πᾶσι τοῖς μορίοις τοῦ σώματος κατὰ τὸ ἑκάστῳ αὐτῶν οἰκεῖον ἀνάλογον.
“在非理性部分中,有一部分类似于共通的、植物性的部分”在承诺接下来要谈论人类的德性(且这不是身体的德性,而是在灵魂中被观照的德性),并将灵魂区分为非理性部分与具有逻各斯的部分之后,他又将非理性部分进一步细分为二,并说其中一部分是共通且植物性的。说它是“共通的”,是因为它内在存在于一切[有生命的]事物中;因此说它亦是“植物性的”,乃是因为它亦内在存在于植物自身中,且具有受滋养与生长的能力是植物最特有的属性。因为即使这能力属于动物(无论是非理性动物还是理性动物),它属于它们亦非单纯因其为动物,而是因其与植物有所相通。因为在动物的身体中,灵魂的较低能力亦必然预先附随于较优能力而存在,为那些若非低级能力自然预先存在便无法直接承受较优能力的身体提供承受较优能力的适合性。它被称为受滋养与生长的原因,是作为在动物与植物两者的身体中实现这两者的力量而言的,尽管在植物中与在动物中方式有所不同,鉴于在此处与彼处服侍滋养与生长的生产性能力的器官各不相同,〔该能力〕以被滋养和生长之各物适宜的养料为质料。在说明了“在一切受滋养之物中皆存在这样的能力”之后,他补充了“甚至在胚胎中”。胚胎是指那些仍在子宫中孕育的事物。他之所以补充这一点,乃是因为胚胎只要仍处于胚胎状态,其存在便似乎仍具有植物性的样态,在其自身中未拥有除此以外的任何活动能力。他又说,这同一能力亦存在于“完满者之中”;所谓完满者,是指相对于胚胎而言已具有完备状态者,它们本性上已适于接受本质的理性规定。因为即使对于刚出生的生物,亦仍有许多处于潜能状态,而当这潜能推进至现实活动时,才在严格意义上被称为完满者。即便在这些完满者自身中,植物性部分亦未尝或缺,而是必然地对它们的单纯存在有所助益。他裁定那主张在完满者中亦存在这种能力的说法,称道“因为这比任何其他[能力]都更为合乎情理”。如何说是更为合乎情理呢?因为其他能力在它们之中并非始终活动(事实上,常常即使在清醒时,尤其在睡眠中,它们显见处于停歇状态),而植物性能力则不间断地施行其固有的功用,且在睡眠中最为显著,因为正是在那时,食物的消化、输布以及按照身体各部分固有的比例进行的增补,才最充分地发生。
"Ταύτης μὲν οὖν κοινή τις ἀρετή." Τῆς δυνάμεως ταύτης, φησίν, ἡ ἀρετὴ κοινή τις τῶν ἐμψύχων ἁπάντων ἀλλ’ οὐκ ἀνθρωπική, ὡς ἐν πᾶσι τοῖς τοιούτοις ἐν τῷ κατὰ φύσιν ἔχειν τὴν ἑαυτῆς ποιουμένη κατόρθωσιν. αὕτη δέ ἐστι τὸ πέττειν τὴν τροφήν, τὸ ἀλλοιοῦν, τὸ ἀναδιδόναι, τὸ προστιθέναι τοῖς μέρεσι, τὸ προσφύειν ταύτην αὐτοῖς, τὸ ἐξομοιοῦν πρὸς αὐτά, καὶ ἁπλῶς τὸ τρέφειν καὶ αὔξειν καὶ ταῦτα εὖ, ἃ οὐκ ἀνθρώπου ᾗ ἄνθρωπος, ὅταν ἐν ἀνθρώπῳ θεωρῆται, ἀλλ’ ᾗ φυτοῖς κοινωνεῖ. ὅτι δὲ τοῦτο ἀληθές, δῆλόν φησιν ἐκ τοῦ ἐν ὕπνοις ἐνεργεῖν μάλιστα τὸ μόριον τοῦτο καὶ ταύτην τὴν δύναμιν τῆς ψυχῆς, τὸν δὲ ἀγαθὸν καὶ κακὸν ὡς ἄνθρωπον ἢ οὐδαμῶς ἢ ὡς ἐλάχιστα δῆλον εἶναι καθ’ ὕπνον. πιστοῦται δὲ διὰ δόξης κοινῆς, ἥ φησιν οὐδὲν διαφέρειν κατὰ τὸ ἥμισυ τῆς ἐνταῦθα ζωῆς τοὺς σπουδαίους τῶν φαύλων καὶ τοὺς εὐδαίμονας τῶν ἀθλίων, ὡς πάντων καθ’ ὕπνους ἀργούντων καὶ μηδένων ἐνεργούντων τὸ οἰκεῖον τῆς αὑτῶν ἕξεως.
“因此,这一部分的德性是某种共通之物”他说,这一能力的德性是一切有灵魂者所共通的某种东西,而非人类特有的德性,因为在一切此类生物中,它都是在其处于合乎自然的状态中实现自身的完满成就。这成就乃是消化食物、转化食物、输布食物、增补至各部分、使食物与各部分融合、同化于各部分,简言之即是滋养与生长,并且良好地进行这些活动;这些活动即使在人身上被观察到,亦非属于作为人的人自身,而是属于与植物相通的人。他说,这一点是真实的,这从灵魂的这一部分与能力在睡眠中活动最为剧烈,而善人与恶人作为人却在睡眠中全然不显或极少显现这一事实中便可明了。他借助普遍的意见来确立此点,该意见认为,在尘世生活的半数时间中,优秀者与卑劣者、幸福者与不幸者毫无区别,因为所有人在睡眠中皆处于停歇,无人施行其自身品质所特有的现实活动。
"Συμβαίνει δὲ τοῦτ’ εἰκότως." Ἁρμόδιον, φησί, τῷ ὕπνῳ συμβαίνει τὸ μὴ διαδήλους εἶναι ὑπνοῦντας τὸν ἀγαθὸν καὶ φαῦλον.3 τὸ μὲν γὰρ φαῦλον καὶ σπουδαῖον, ὃ ἐνταῦθα λαμβάνομεν, τῆς ψυχῆς ἐστιν, ἀργία δὲ αὐτῆς ὁ ὕπνος. πῶς οὖν δυνατὸν δῆλον γενέσθαι ἀργούσης αὐτῆς, εἴτε σπουδαία εἴτε φαύλη ἐστίν; ὡς γὰρ ἀπὸ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται, οὕτως ἀπὸ τῶν ἐνεργειῶν αἱ ἕξεις. ὡς οὖν ἐν καιρῷ ἀκαρπίας οὐκ ἄν τις δένδρου ἀρετὴν καρπογόνον ἐπιγνώσεται, οὕτως οὐδ’ ἐν καιρῷ ἀργίας ψυχὴν εἴτ’ ἀγαθὴ εἴτε φαύλη τὰς ἕξεις ἐστίν.
“而这种情况的发生是合乎情理的”他说,善人与卑劣者在沉睡中无法被区分,这是与睡眠相契合地发生的。因为我们在此处所取的卑劣与优秀乃是属于灵魂的,而睡眠则是灵魂的停歇。那么,当灵魂处于停歇时,它究竟是优秀还是卑劣,又怎能显明呢?因为正如由果实可知树木,由现实活动亦可知其品质。因此,正如在不结果实的季节,人们无法辨识树木结果的优良德性,在停歇的时期,人们亦无法辨识灵魂在品质上究竟是善还是恶。
- 1.186ἐπιτηδειότητα παρεχούσας αὐτοῖς εἰς τὴν τῶν κρειττόνων παραδοχὴν μὴ δυναμένοις ἀμέσως τὰς κρείττονας δέχεσθαι
现在分词 παρεχούσας 与从句的宾格主语 τὰς ἐλάττονας[δυνάμεις]一致。与格分词短语 μὴ δυναμένοις 修饰前面的与格代词 αὐτοῖς(指动物的身体),构成“为这些无法直接承受较优能力的身体提供承受较优能力的适宜性”之结构。
- 1.186ὧν οὐδὲ αὐτῶν τὸ φυτικὸν ἀπολείπεται
属格关系代词 ὧν 指向前文的先行词 κυρίως τέλεια[ζῷα],作为动词 ἀπολείπεται 的分离属格(οὐκ ἀπολείπεται ὧν,即“并不缺离于它们”)。αὐτῶν 则是对 ὧν 起强调作用的同位语属格。
- 1.188Ἁρμόδιον, φησί, τῷ ὕπνῳ συμβαίνει τὸ μὴ διαδήλους εἶναι ὑπνοῦντας τὸν ἀγαθὸν καὶ φαῦλον.
主句的主动词为 συμβαίνει,其实际主语为带冠词的不定式短语 τὸ μὴ διαδήλους εἶναι...;Ἁρμόδιον 作为表语形容词具有副词性修饰功能(“以切合睡眠的方式发生”)。不定式 εἶναι 的逻辑主语为宾格的 τὸν ἀγαθὸν καὶ φαῦλον,而分词 ὑπνοῦντας 与表语形容词 διαδήλους 采用复数宾格以统合两者。
