← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§111.20-112.36

通俗著作中的灵魂区分与理性和非理性部分

厄斯特拉提欧斯将亚里士多德的著作划分为讲学著作与通俗著作,阐明伦理学中所使用的灵魂二分法(具有逻各斯的部分与非理性部分)源自通俗著作中的讨论。他还探讨了这两个部分是在空间上彼此分离还是仅仅在定义上有所区别,并援引身体各部及几何量度(空间上分离)与圆周的凹凸(仅在定义上分离)作对比分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.184

"〈Λέγεται δὲ περὶ αὐτῆς〉 καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις." Τῶν Ἀριστοτελικῶν συγγραμμάτων τὰ μὲν πρὸς τοὺς κοινῶς ἀκροωμένους τῆς αὐτοῦ διδασκαλίας ἐκδέδοται ἐν ταῖς κοιναῖς διατριβαῖς ἀναγινωσκόμενα καὶ πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀμέσως διασαφούμενα, τὰ δὲ κατ’ ἰδίαν πρός τινας ἔξωθεν προσπεφώνηται, ἕκαστον αὐτῶν πρὸς ἕκαστον τῶν ζητούντων τοῖς ζητουμένοις πράγμασιν οἰκείως ἐκτεθειμένον.1 ἐκεῖνα μὲν οὖν ἀκροαματικὰ ὀνομάζεται, ἐπεὶ ὡς εἴρηται πρὸς τοὺς κοινῶς ἀκροωμένους γεγένηται, ταῦτα δὲ ἐξωτερικά, διότι τούτων ἕκαστον πρός τινα ζητήσαντα γέγραπται ἔξω τῆς κοινῆς ἀκροάσεως. ἐπεὶ τοίνυν ἐν τοῖς τοιούτοις διαφοράν τινα περὶ ψυχῆς εἴρηκε κατά τινας χρείας προκειμένας κατὰ καιρόν, παραπέμπει ἡμᾶς πρὸς ἐκεῖνα, χρήσιμα ὄντα πρὸς τὰ ἐνταῦθα ζητούμενα, καὶ προτρέπεται χρῆσθαι ἐκείνοις πρὸς τὰ ἐνταῦθα συμβαλλομένοις.

“〈关于灵魂,〉在通俗著作中〈亦有谈及〉”亚里士多德的著作中,有些是为那些普遍听从其讲授的人而刊布的,在共同的研讨中被宣读,并直接向他的弟子们解说;另一些则是私下致信给某些外人,每一篇都针对探求者的具体情况,以切合所探求事物的方式予以阐述。前者因此被称为“讲学著作”,因为正如所言,它们是为普遍听讲的人而作的;而后者则被称为“通俗著作”,因为这些著作的每一篇都是在共同听讲之外写给某个探求者的。既然他在这样的著作中,依照当时提出的某些需要,陈述了关于灵魂的某种区分,他便将我们引向那些著作,因为它们对于此处的探求课题是有用的,并劝勉我们利用那些有助于此处课题的内容。

§1.185

"Οἷον τὸ μὲν ἄλογον αὐτῆς εἶναι, τὸ δὲ λόγον ἔχον." Εἰπὼν ὅτι ἐν τοῖς ἐξωτερικοῖς λόγοις ἱκανῶς περὶ ψυχῆς εἴρηται, οὐχ ὅτι τελείως ἐν ἐκείνοις ἡ περὶ αὐτῆς παραδίδοται θεωρία, ἀλλ’ ὅτι τοσοῦτον ὅσον ἀρκεῖν τὰ ἐκεῖσε λεγόμενα πρὸς τὴν προκειμένην τῶν ἀρετῶν διδασκαλίαν, λέγει καὶ τίνα τὰ ἐν ἐκείνοις εἰρημένα ἐστίν. φησὶ γὰρ οἷον τὸ μὲν ἄλογον αὐτῆς εἶναι, τὸ δὲ λόγον ἔχον. καὶ ἔτι οὐδὲ τὸ ἄλογον τῆς ἀνθρωπίνης ψυχῆς ἁπλῶς ἄλογον ἀλλὰ λογικόν πως, κἀκεῖνο ὡς λόγῳ ἐπιπειθές, ὥστ’ οὔθ’ ἁπλῶς ἄλογον οὔθ’ ἁπλῶς λογικόν. τὸ μὲν γὰρ λόγον ἔχον καὶ διανοούμενον καθ’ ὕπαρξιν λογικόν, καὶ διὰ τοῦτο ἁπλῶς, τὸ δ’ ὡς λόγῳ ἐπιπειθὲς κατὰ μέθεξιν, καὶ διὰ τοῦτο πώς. οὐδὲ γὰρ ἂν οὐδ’ ἀρεταὶ κατωρθοῦντο ἐν τῷ ἀλόγῳ οἷον ἀνδρεία καὶ σωφροσύνη, προσθήσω δὲ καὶ δικαιοσύνη, εἰ μὴ λόγου θυμὸς καὶ ἐπιθυμία κατήκουεν. οὐ γὰρ οὕτως ἐν ἡμῖν ὡς ἐν τοῖς ἀλόγοις ζῴοις ταυτί· ἐν ἐκείνοις γὰρ οὐκ εἰσὶ ταῦτα τῷ λόγῳ πειθόμενα ἔξωθεν ὄντι καὶ μὴ συζυγοῦντι αὐτοῖς, ἐν ἡμῖν δὲ σὺν αὐτοῖς ὁ λόγος ἐστί, καὶ ἅμα καὶ ἐν ἑνί. διὰ τοῦτο καὶ ὡς παρόντι καὶ ὡς ἀμέσως ἐπιστατοῦντι πεφύκασι πείθεσθαι. τὸ μὲν οὖν λόγον ἔχον τῆς ἡμετέρας ψυχῆς λογικόν ἐστιν, ὅτι λόγος αὐτῷ καθ’ ὕπαρξιν, ὡς ἤδη εἴρηται, τὸ δὲ ἄλογον εἰρηθείη πὼς λογικὸν οὐχ ἁπλῶς τοῦτ’ ἀλλ’ ὅτι ἐνηχεῖσθαι τῷ λόγῳ πέφυκε, καὶ ὑπ’ ἐκείνου ὥσπερ ἐλλάμπεσθαι. τὸ μὲν οὖν οὕτως ἔχειν τὴν ἡμετέραν ψυχὴν ὅτε τῷ σώματι συζυγῇ, ἀναγκαῖόν ἐστιν εἰδέναι τὸν περὶ τῶν ἀρετῶν μαθησόμενον, εἴτε δὲ τόπῳ τὸ λόγον ἔχον καὶ τὸ ἄλογον διέστηκε, ὥσπερ τὰ τοῦ σώματος μόρια καὶ πάντα τὰ μεριστά, εἴτε τοῦτο μὲν οὐ, λόγῳ δὲ μόνον δύο ἐστὶν ἀχώριστα ἀλλήλων κατὰ τόπον ὑπάρχοντα, οὐδὲν χρησιμεύει ἐξετάζειν πρὸς τὸ παρόν. ὅτι δὲ τὰ τοῦ σώματος μόρια οὐ λόγῳ μόνον ἀλλὰ καὶ τόποις ἀλλήλων διέστηκεν, ἐναργὲς ὡς καὶ τῇ αἰσθήσει ληπτόν. τοῦτο δὲ καὶ ἅπαν τὸ μεριστόν· μεριστὰ τὰ μεγέθη φησίν, οἷον γραμμὴν καὶ ἐπιφάνειαν καὶ σῶμα. τούτων γὰρ ἕκαστον μέρη τε ἔχει καὶ εἰς αὐτὰ μερίζεσθαι πέφυκε, καὶ οὐκ ἔχει ταῦτα ὁμοῦ καὶ κατὰ ταὐτόν, ἀλλ’ ἕκαστον αὐτῶν κεῖταί πῃ ἄλλῃ καὶ ἄλλῃ. εἰ γὰρ μὴ τοῦτο ἦν, οὐδ’ ἂν ἦν ἐνέργεια διαστατὸν οὐδὲ μέγεθος ἀλλ’ ἢ σημεῖον,2 οὗ τῇ ῥύσει τὸ μέγεθος ἀρχὴν δέχεται. ὅτι δ’ εἰσί τινα τόπῳ μὲν μὴ διεστηκότα, λόγῳ δὲ διαφέροντα, ἐκ τῆς περιφερείας παρίστησιν. ἐν γὰρ τῇ αὐτῇ καθ’ αὑτὸ ἐνυπάρχουσιν τὸ κοῖλον καὶ τὸ κυρτόν, τῷ λόγῳ μόνον ἀλλήλων οὐχὶ δὲ καὶ τῷ τόπῳ διεστῶτα· οὐ γὰρ ἂν ἦν ἐν διαστατῷ κατὰ πλάτος ὑπάρχοντα.3 γραμμὴ γὰρ ἡ περιφέρεια ἥτις ἐστὶ μῆκος ἀπλατές.

“例如,其一部分是非理性的,而另一部分则具有逻各斯”在说明了通俗著作中已足够充分地谈论了关于灵魂的事之后——这并非说在那些著作中关于灵魂的观照是以完备的方式传授的,而是说在那里所说的内容达到了切合于眼前关于德性的教授所充分的程度——,他也指明了在那些著作中所说的是什么。因为他说:“例如,其一部分是非理性的,而另一部分则具有逻各斯”。此外,人类灵魂的非理性部分也绝非单纯是非理性的,而是在某种方式上合乎理性,且这是作为听从逻各斯者而言的,因而它既非单纯非理性,亦非单纯理性。因为具有逻各斯并进行推论的部分因其本在而合乎理性,并因此是单纯如此;而作为听从逻各斯者的部分则是因分有而如此,并因此是在某种方式上如此。因为若非激情和欲望听从逻各斯,勇敢和节制这样的德性(我还要加上公正)便绝不可能在非理性的部分中得以成就。因为在我们之中,这些事物并非像在无理性的动物之中那样存在;在动物之中,这些事物并不听从身处外部且未与它们结合在一起的逻各斯,但在我们之中,逻各斯与它们同在,同时且在一个主体之中。因此,它们本性上便服从作为亲临且直接执掌者的逻各斯。因此,我们灵魂中具有逻各斯的部分之所以是合乎理性的,乃是因为正如已经说过的那样,逻各斯因其本在而属于它;而非理性部分之所以可被称为在某种方式上合乎理性,并不是因其自身单纯如此,而是因为它本性上适于承受逻各斯的呼应,并宛如被它所照亮。那么,在我们的灵魂与身体结合时,灵魂具有这般状态,这是将要学习德性的人必须知道的;但至于具有逻各斯的部分与非理性的部分是在空间上彼此分离(正如身体的部分和一切可分之物一样),抑或并非如此,而只是在定义上为二且在空间上彼此不可分离地存在,这对于当下而言进行检验毫无益处。然而,身体的部分不仅在定义上、而且在空间上也彼此分离,这是显而易见的,正如凭感觉亦可把握的那样。对于一切可分之物亦是如此;他所说的可分之物是指量度,例如线、面和立体。因为这些事物中的每一者都具有部分,并且本性上适于被分割为这些部分,而且并非在一处且在同一位置具有这些部分,而是其中的每一部分都处于不同的位置。因为若非如此,现实中便既不存在有广延之物,亦不存在量度,而除了一点之外别无他物,量度正是藉由这一点的流变而获得其开端。另一方面,存在某些在空间上并未分离、但在定义上彼此有别的事物,他由圆周予以说明。因为凹与凸依其自身内在存在于同一圆周中,二者仅仅在定义上彼此分离,而在空间上并非如此;因为如果它们存在于按宽度具有广延的事物中,它们就不会这样存在。因为圆周乃是一条线,而线乃是无宽度的长度。

语法注3 条
  1. 1.184ἕκαστον αὐτῶν πρὸς ἕκαστον τῶν ζητούντων τοῖς ζητουμένοις πράγμασιν οἰκείως ἐκτεθειμένον

    中性主格单数分词 ἐκτεθειμένον 与其前的主语 ἕκαστον 一致,支配与格 τοῖς ζητουμένοις πράγμασιν(“以切合所探求事物的方式”)。介词短语 πρὸς ἕκαστον τῶν ζητούντων 则表示受众(“针对探求者的每一位”)。

  2. 1.185οὐδ’ ἂν ἦν ἐνέργεια διαστατὸν οὐδὲ μέγεθος ἀλλ’ ἢ σημεῖον

    习惯短语 ἀλλ' ἤ 意为“除……之外”。紧接在否定归结句 οὐδ’ ἂν ἦν... οὐδὲ... 之后,构成反事实条件句的结果:“现实中便不会存在任何广延之物或量度,而除了点之外别无他物”。ἐνέργεια 作副词性用法(“现实上、在现实态中”)。

  3. 1.185οὐ γὰρ ἂν ἦν ἐν διαστατῷ κατὰ πλάτος ὑπάρχοντα

    这是一个反事实假定结构,由分词 ὑπάρχοντα(中性复数,与 τὸ κοῖλον καὶ τὸ κυρτόν 一致)和未完成过去式 ἦν(第三人称单数,与中性复数主语一致)构成。其意为:如果它们存在于按宽度具有广延(二维面)的事物中,它们就不会在无空间分离的情况下属于同一样事物;以此论证圆周作为无宽度的线(一维)所具有的独特性质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:111.20-112.36