- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:110.5-111.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德将人类德性界定为灵魂而非身体之德性的论述,以及政治家必须如同医治眼睛和身体的医生了解身体一样了解灵魂的观点。同时他指出,政治家对灵魂的探讨并非无条件的全面研究,而应仅限于满足探究德性所需的限度。
" Ἀρετὴν δὲ λέγομεν ἀνθρωπίνην οὐ τὴν τοῦ σώματος." Ἐπεὶ ἔστι τις καὶ ἀρετὴ σώματος, ἔστι δὲ καὶ ψυχῆς (ὑγεία γὰρ καὶ κάλλος καὶ εὐαισθησία καὶ ῥώμη σώματος ἀρεταί, ὥσπερ δικαιοσύνη σωφροσύνη φρόνησις ἀνδρεία ψυχῆς), περὶ δὲ τῶν ψυχικῶν ὁ λόγος ἐνταῦθα ἀρετῶν, ἃς κατορθοῖ ὡς ὀργάνῳ χρώμενος τῷ σώματι, διὰ τοῦτο δέον φησὶν εἶναι τὸν πολιτικὸν εἰδέναι πως τὰ περὶ ψυχῆς. ὅτι δὲ περὶ ψυχικῆς ἀρετῆς ὁ λόγος αὐτῷ ἐντεῦθεν δῆλον ποιεῖται καὶ ἐκ τοῦ τὴν εὐδαιμονίαν ψυχῆς εἰρῆσθαι ἐνέργειαν. τῷ δὲ εἰδέναι τὸ πως ἐπιφέρει, διότι οὐχ ἁπλῶς ἐνταῦθα παραδίδωσι περὶ ψυχῆς, ἀλλ’ ὅσον χρεία πρὸς τὰ προκείμενα. ὅτι δὲ δεῖ τὸν πολιτικὸν εἰδέναι περὶ ψυχῆς, ἀπὸ τῆς περὶ τὸ σῶμα ἰατρικῆς1 συνίστησι λέγων ὥσπερ καὶ τὸν ὀφθαλμὸν θεραπεύσοντας καὶ πᾶν σῶμα.2 εἰ γὰρ οἱ τὰ σώματα θεραπεύοντες ἀνάγκην ἔχουσιν εἰδέναι τὰς φύσεις ἑκάστου τῶν μορίων τοῦ σώματος καὶ τοῦ ὅλου αὐτοῦ, ὡς ἂν τὰ κατὰ φύσιν εἰδότες αὐτοῖς προσόντα εἰδεῖεν καὶ ὅσον τοῦ κατὰ φύσιν ἐκτέτραπται πρὸς τὰ παρὰ φύσιν γενόμενα, καὶ οὕτως αὐτὰ πρὸς τὸ κατὰ φύσιν, ἤτοι τὴν ὑγείαν, ἀνακαλοῖντο, ἀναγκαῖον καὶ τοὺς τῇ ψυχῇ περιποιεῖσθαι βουλομένους τὸ κατὰ φύσιν εἰδέναι περὶ αὐτῆς. τοὺς δὲ ὀφθαλμοὺς ἐνταῦθα παρέλαβεν ἴσως διὰ τὸ ποικίλον τῆς τούτων συνθέσεως. σύνοδος γὰρ ἐν τούτοις μορίων πολλῶν εἰς ἀπάρτισιν χιτώνων ὑγρῶν φλεβῶν νεύρων καὶ ἑτέρων τινῶν, ὡς εἶναι αὐτοῖς καὶ τὴν θεραπείαν πολυσχιδῆ καὶ δυσχερῆ διὰ τὴν τῶν μερῶν τούτων εὐπάθειαν. ἀλλ’ οὐκ ὤκνησαν οἱ περὶ ταῦτα δεινοὶ οὔτε πρὸς τὴν γνῶσιν τῆς πολυσυνθέτου οὐσίας αὐτῶν οὔτε πρὸς τὴν τῆς θεραπείας παράδοσιν. ἢ οὖν διὰ τοῦτο ἢ διὰ τὸ καὶ τῇ πολιτικῇ περὶ τῶν νοητῶν ὀφθαλμῶν τῆς ψυχῆς τὴν σπουδὴν εἶναι μάλιστα, νοῦ καὶ διανοίας, ὡς ἂν μὴ συγχέοιντο καὶ ἀμβλυώττωσι τοῖς ἀλόγοις ἐπισκοτούμενοι πάθεσι, μηδ’ ἐπιπροσθοῖντο τῷ πάχει τοῦ σώματος εἰς τὴν τῆς ἀληθείας καὶ τοῦ ἀγαθοῦ κατανόησιν, καὶ τοσούτῳ, φησί, μᾶλλον ὑπὲρ τὸν ἰατρὸν ὀφείλει εἰδέναι περὶ ψυχῆς, ὅσῳ καὶ βελτίων ἡ πολιτικὴ τῆς ἰατρικῆς. ἄτοπον γὰρ τὸν μὲν ἰατρὸν εἰδέναι τὸ ὑποκείμενον, περὶ ὃ καταγίνεται, τὸν δὲ πολιτικὸν ἀγνοεῖν τὸ οἰκεῖον, ὃ καὶ αὐτὸς θεραπεύειν βούλεται.
“而我们所说的人类的德性,并非身体的德性”既然既存在某种身体的德性,也存在某种灵魂的德性(因为健康、美、敏锐的感觉和强健乃是身体的德性,正如公正、节制、明智、勇敢是灵魂的德性一样),而此处的言论乃是关于灵魂的诸德性,即[人]把身体作为工具使用而成就的德性,因此他说政治家有必要在某种方式上了解关于灵魂的事情。至于他的言论是关于灵魂的德性,他既从这一点,也从幸福被说成是灵魂的现实活动,使之变得显明。在“了解”之上他添加了“在某种方式上”,因为他在此并非无条件地传授关于灵魂的学说,而仅在切合摆在面前的主题所需的限度内进行。至于政治家必须了解关于灵魂的事,他由关于身体的医学出发来确立这一点,说“正如那些将要医治眼睛以及全身的人一样”。因为如果医治身体的人必然需要了解身体各个部分及其整体的本性——以便他们认识了身体依照本性所具有的状态之后,亦能知晓它们在多大程度上偏离依照本性的状态而转向反乎本性生成的状态,并由此将它们召回依照本性的状态,亦即健康——,那么渴望为灵魂获取依照本性之状态的人,也必然需要了解关于灵魂的事。他在此时采用眼睛作为例子,或许是由于其构成的多样复杂性。因为在眼睛之中聚集了许多部分,以成就眼膜、体液、血管、神经以及某些其他成分,以至于由于这些部分的易感性,对它们的治疗也是极为繁复且艰难的。但精于这些事物的人,无论对于认识它们高度复合的本质,还是对于传授其治疗法,都未曾退缩。那么,要么是由于这个原因,要么是由于政治学最大的热忱乃是关涉灵魂的理智之眼,即理智与推论——以便它们不致被非理性的情感所遮蔽而发生混乱并变得昏花,亦不致在理解真理与善方面被身体的厚重所阻隔——;他说,政治家应当比医生更了解关于灵魂的事,其程度恰如政治学胜过医学的程度。因为如果医生认识自己所从事的作为基础的对象,而政治家却对自己固有且自己亦渴望医治的对象一无所知,那将是荒谬的。
"Τῶν δ’ ἰατρῶν οἱ χαρίεντες." Εἰσὶ μὲν καὶ τῶν ἰατρῶν οἱ πολλοὶ καταφρονοῦντες τῆς τοῦ σώματος γνώσεως, ἀλλ’ οἱ τυχόντες οὗτοι καὶ φαύλως ἔχοντες, οἱ δὲ τὸ χαρίεν καὶ ὥσπερ τερπνόν τι καὶ κατορθωτικὸν ἐν ἰατρικῇ ἔχοντες οὐχ οὕτως· πολλὰς δὲ μᾶλλον πραγματείας καὶ μεθόδους συνιστῶσιν ἢ ὑφ’ ἑτέρων συστάσας μετίασι περὶ τὴν γνῶσιν τοῦ σώματος. αἰσχρὸν οὖν ἂν εἴη τὸν πολιτικὸν ἄνδρα φέρειν τούτων τὰ δεύτερα3 μὴ κεκτημένον ἐν ἑαυτῷ τινα περὶ ψυχῆς εἴδησιν, περὶ ἣν τὴν οἰκείαν ποιεῖσθαι κατόρθωσιν ἐπαγγέλλεται, καίτοι ἀρχιτεκτονικὸν ὄντα πάσης τέχνης τῆς ἐν ταῖς πόλεσι.
“而在医生中那些高雅之士”虽然在医生中亦有多数人轻视对身体的认识,但这些人不过是凡夫俗子且水平低下,而那些在医学中拥有高雅之物、拥有某种令人愉悦且富有成效之本领的人则并非如此;他们反倒构建了许多关于认识身体的论著和体系化方法,或是研习由他人所构建的方法。因此,政治家若在自身之中未掌握关于灵魂的某种知识(而他正宣称要对灵魂实行固有的成就)而居于这些医生之下甘居第二,这必定是可耻的,尽管他对城邦中的一切技艺皆具有统领地位。
"Θεωρητέον δὴ καὶ τῷ πολιτικῷ περὶ ψυχῆς." Ὅτι μὲν δεῖ εἰδέναι περὶ ψυχῆς τὸν πολιτικὸν ἤδη εἴρηκεν· ἐπάγει δὲ νῦν καὶ μέχρι πόσου δέον αὐτῷ θεωρῆσαι περὶ αὐτῆς. ἐπεὶ γὰρ οὐ καθ’ αὑτὸ ἀλλὰ τῶν ἀρετῶν ἕνεκεν, ἐπὶ τοσοῦτον, φησί, δεῖ θεωρῆσαι περὶ ψυχῆς τὸν περὶ τῶν ἀρετῶν κατὰ τὴν πολιτικὴν ἐξετάζοντα, ἐφ’ ὅσον ἀρκεῖ πρὸς τὰ ζητούμενα, ἤτοι τὰς ἀρετάς. εἰ γάρ τις τὴν πρὸς ταῦτα χρείαν ὑπερβὰς ἐπὶ πλεῖον ἐξακριβοῦν περὶ ψυχῆς βουληθῇ, δυσχερεστέραν τοῦ περὶ ἀρετῶν λόγου τὴν περὶ αὐτῆς εὑρήσει ἐξέτασιν διά τε τὸ κρύφιον αὐτῆς καὶ κατ’ οὐσίαν ἀσώματον καὶ διὰ τὸ εἶναι πλεῖστα ζητούμενα περὶ αὐτῆς.
“因此政治家也必须就灵魂进行观照”政治家必须了解关于灵魂的事,他已经说过了;而他现在进一步引出,政治家对灵魂的观照必须进行到何种限度。因为既然观照并非为了其自身而是为了诸德性,他说,按照政治学对诸德性进行检验的人,对灵魂的观照只需达到切合于所探求之物(即诸德性)所充分的程度即可。因为如果有人超越了切合于这些目标的需要,而渴望就灵魂作更深一步的精确探讨,他将会发现对灵魂的检验比关于德性的言论更加艰难,这既是因为灵魂的隐秘性及其本质上的非身体性,也是因为关于灵魂所探求的课题极其繁多。
- 1.181καὶ τοσούτῳ, φησί, μᾶλλον ὑπὲρ τὸν ἰατρὸν ὀφείλει εἰδέναι περὶ ψυχῆς, ὅσῳ καὶ βελτίων ἡ πολιτικὴ τῆς ἰατρικῆς
这是由关联结构 τοσούτῳ μᾶλλον... ὅσῳ(如同……一般,在同等程度上更加……)构成的比较句。动词 ὀφείλει(应当)的主语由上下文补足为“政治家”(ὁ πολιτικός)。介词短语 ὑπὲρ τὸν ἰατρὸν(超过医生 / 比医生更)进一步增强了比较副词 μᾶλλον 的含义。
- 1.181ὥσπερ καὶ τὸν ὀφθαλμὸν θεραπεύσοντας καὶ πᾶν σῶμα
此处引述自亚里士多德的原句(1102a18–20 δεῖ τὸν πολιτικὸν εἰδέναι πως τὰ περὶ ψυχῆς, ὥσπερ καὶ ὀφθαλμοὺς θεραπεύσοντα καὶ πᾶν σῶμα)。在附属于 συνίστησι λέγων 的引语中,宾格分词 θεραπεύσοντας(将要治疗的人)保留了原句中非人称动词 δεῖ 所支配的不定词 εἰδέναι 的逻辑主语(宾格主语)结构。此外单数形式的 τὸν ὀφθαλμὸν 具有概括代表的性质。
- 1.182φέρειν τούτων τὰ δεύτερα
惯用短语 φέρω τὰ δεύτερα 意为“居于第二位”、“甘拜下风”或“落后于”,后接比较属格 τούτων,表示“落后于这些医生”。该句是潜在式判断句 αἰσχρὸν ἂν εἴη(必定是可耻的)的主语,由带宾格的不定词短语(τὸν πολιτικὸν ἄνδρα φέρειν...)承担。
