- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:108.10-110.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提奥斯阐明亚里士多德为了理解幸福的定义而转向考察德性的必然性,论及政治探究的背景、古代立法者的任务,以及古代关于德性等级(政治德性与净化德性等)的划分。
" Ἔοικε δ’ οὕτως ἔχειν καὶ διὰ τὸ εἶναι ἀρχή." Δείκνυσι καὶ ἑτέρως τοῖς τιμίοις τὴν εὐδαιμονίαν συνταττομένην. ἀρχὴ γάρ ἐστιν ὡς τελικὴ αἰτία. διὰ γὰρ τὴν εὐδαιμονίαν τὰ λοιπὰ πάντα πράττομεν πάντες ἵν’ ἐκεῖνα κατορθοῦντες εἰς τὴν αὐτῆς προκόπτωμεν τελειότητα. τὴν ἀρχὴν δὲ καὶ τὸ αἴτιον τῶν ἀγαθῶν τίμιον καὶ θεῖον ὁμολογοῦμεν. τιμία ἄρα καὶ θεία ἡ εὐδαιμονία.
“而且由于作为始基,它似乎也是如此。” 他以另一种方式表明幸福被归入受尊崇之物中。因为它是作为目的因的始基。因为为了幸福,我们所有人都做其余一切事情,以便在成就这些事情的同时向它自身的完满迈进。而我们一致承认,善事物的始基与原因是受尊崇的和神圣的。因此,幸福是受尊崇的且神圣的。
"Ἐπεὶ δ’ ἐστὶν ἡ εὐδαιμονία." Ἔθος τῷ Ἀριστοτέλει ἐν ταῖς παραδιδομέναις ὑπ’ αὐτοῦ μεθόδοις, ταῖς εἰς πλείω βιβλία διαιρουμέναις, ἐν τοῖς τέλεσι τῶν προλαμβανόντων τὰ ἐφεξῆς προαναφωνεῖν περὶ τίνων διαλαβεῖν μέλλουσιν ὡς ἂν εἶεν συνεχῆ πρὸς ἄλληλα τὰ γραφόμενα. ἐπεὶ τοιγαροῦν ἐν τῷ πρώτῳ τούτῳ περὶ εὐδαιμονίας τὸν πάντα λόγον πεποίηκε, μέλλει δ’ ἐν τῷ δευτέρῳ περὶ ἀρετῆς διδάξαι ἡμᾶς καθόλου, προλαμβάνει λέγων τὸ μέλλον ἔσεσθαι. δείκνυσι δὲ ἀναγκαίαν ἐκ τῆς προλαβούσης τὴν ἑπομένην ὑπόθεσιν. ἐπεὶ γὰρ ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν τελείαν ἀποδέδοται, ἀναγκαῖον ἂν εἴη περὶ ἀρετῆς ἤδη ἐπισκέψασθαι. γένοιτο γὰρ ἂν ἐντεῦθεν βέλτιον θεωρῆσαι καὶ περὶ αὐτῆς τῆς εὐδαιμονίας. ἐπεὶ γὰρ ἡ ἀρετὴ εἰς συμπλήρωσιν τοῦ ὅρου τῆς εὐδαιμονίας παρείληπται,1 γένοιτ’ ἂν καὶ ὁ ὅρος τῆς εὐδαιμονίας σαφέστερος ἡμῖν μαθοῦσι περὶ ἀρετῆς. δεῖ γὰρ ἀεὶ τὰ ἐν τῷ ὅρῳ τινὸς παραλαμβανόμενα σαφέστερα εἶναι τοῦ ὁριστοῦ. δηλωτικὸς γὰρ ὁ ὅρος τῆς οὐσίας τοῦ πράγματος. πῶς οὖν δηλώσει αὐτὸ ἐξ ἀδηλοτέρων αὐτοῦ ἢ ὁμοίως ἀδήλων συγκείμενος;
“既然幸福是[……]”亚里士多德在他所传授的那些划分为多卷的系统探究中有一习惯,即在先行各卷的末尾预先宣布后续各卷将要论及何种主题,以便所写成的内容能够彼此相续。既然他在这一第一卷中已把论述幸福的全部言论说完,且将在第二卷中就德性对我们作整体的教导,他就通过陈述将要发生的事情而预先指明。并且他从先前的假定表明随后的论题乃是必然的。因为既然幸福被规定为灵魂依照完全德性的现实活动,那么现在考察德性就必定是必然的了。因为由此亦可更好地对幸福自身进行观照。因为既然德性被纳入以完满幸福的定义,那么在我们学习了关于德性的知识之后,幸福的定义对我们而言也将变得更加明晰。因为被纳入某物定义中的成分,必须始终比被定义物更加明晰。因为定义是事物本质的揭示者。那么,如果定义由比事物本身更不明晰、或同样不明晰的成分构成,它又如何能揭示事物本身呢?
"Δοκεῖ δὲ καὶ ὁ κατ’ ἀλήθειαν πολιτικός." Ἔτι τὸ αὐτὸ δείκνυσιν ἐκ τῆς σπουδῆς, ἣν ἐν ταῖς πόλεσιν οἱ κατ’ ἀλήθειαν ἔχουσι πολιτικοὶ μάλιστα πονοῦντες περὶ τὴν ἀρετήν, ἵν’ ἀγαθοὺς τοὺς πολίτας ποιήσωσι καὶ ὑπηκόους τοῖς νόμοις, οἳ ἐν ταῖς πόλεσι τέθεινται. καὶ δείκνυσι τοῦτο ἐκ παραδειγμάτων, ἀρίστους λαμβάνων πολιτικοὺς Μίνωα καὶ Λυκοῦργον, ὧν ὁ μὲν Κρητῶν νομοθέτης, ὁ Μίνως, ὁ δὲ Λυκοῦργος τῶν Λακεδαιμονίων, καὶ εἴ τινες τοιοῦτοι ὡς Σόλων Ἀθηναίων καὶ ἑτέρων ἕτεροι. Μωσέα γὰρ τούτοις συντάττειν ὀκνῶ,2 θεόθεν καθαρῶς λαβόντα τὸν νόμον καὶ νομοθετήσαντα καὶ δημαγωγήσαντα ὑπὲρ ἄνθρωπον. οὐ πολιτικοὶ οὖν κυρίως ἀλλὰ ψεύδονται τὴν κλῆσιν οἱ μὴ ἀγαθοὺς τοὺς κατ’ αὐτοὺς πολίτας ποιοῦντες καὶ τοῖς κειμένοις νόμοις ὑπείκοντας.
“而真正的政治家似乎也[……]”他进一步从城邦中真正的政治家所具有的热忱表明了同一点:他们最在德性上倾注辛劳,以便使公民们成为善良之人,并顺从城邦中制定的法律。他通过事例表明了这一点,将米诺斯与吕库古作为最优秀的政治家举出——其中一人即米诺斯是克里特人的立法者,另一人吕库古是拉刻代蒙人的立法者——以及诸如此类的人物,如梭伦是雅典人的立法者,其他人是其他民族的立法者。因为我迟疑于将摩西与这些人并列,他是完全从神那里领受法律,并且以超越人类的方式立法并引领民众的。因此,凡未使治下公民成为良善之人并服从已确立之法律者,并非严格意义上的政治家,而是假冒其名。
"Εἰ δὲ τῆς πολιτικῆς ἐστιν ἡ σκέψις αὕτη." Ὅτι μὲν ἡ περὶ ἀρετῆς σκέψις τῆς πολιτικῆς οἰκεία, ἔδειξεν ἤδη, ὡς εἶναι ἀκόλουθον τὸν πολιτικὴν παραδοῦναι προθέμενον μέθοδον ζητῆσαι περὶ ἀρετῆς. λέγει δὲ καὶ ὁποίαν δεῖ γενέσθαι τὴν περὶ ταύτης ἐξέτασιν, ἤγουν καθὼς ἐξ ἀρχῆς ὑπέσχετο, τὸ δὲ ἦν τὸ κατὰ τὴν ὑποκειμένην ὕλην, ἐξ ἐνδεχομένου συμπεραινόντων ἡμῶν ἐνδεχόμενον.
“如果这一考察属于政治学”关于德性的考察专属于政治学,他已经表明,以至于立意传授政治学方法的人探究德性乃是顺理成章的。并且他也指出了关于这一问题的检验必须是何种性质的,即如同他从一开始所承诺的那样,这是一种依照所基于之质料的检验,即我们由可能的前提出发推导得出可能的结论。
"Περὶ ἀρετῆς δὲ ἐπισκεπτέον." Πολλὰ γένη ἀρετῆς εἰσῆγον οἱ παλαιοί, πολιτικὴν καθαρτικὴν νοερὰν καὶ τὴν παραδειγματικὴν τὴν καὶ θεουργικήν. τούτων δ’ ἑκάστην διῄρουν εἰς τέτταρα τὰ πρῶτα, φρόνησιν ἀνδρείαν σωφροσύνην δικαιοσύνην, ἄλλως καὶ ἄλλως ἕκαστον ἀποδιδόντες αὐτῶν, οἰκείως δηλονότι τῶν γενῶν ἑκάστου. ἀλλὰ νῦν ἡμῖν τὰ δύο ταῦτα συνέγνωσται γένη μάλιστα, ἡ πολιτικὴ καὶ ἡ καθαρτική, ἡ μὲν τῆς ψυχῆς συμπραττούσης τῷ σώματι, ἡ δὲ χωριζομένης αὐτοῦ καὶ ἐχούσης ἀσυμπαθῶς πρὸς αὐτό, ὡς εἶναι τὴν μὲν μετριοπάθειαν, μόνον κολάζουσαν τὰς ὑπερβολὰς τῶν παθῶν καὶ μέχρι τοῦ ἀναγκαίου συντηροῦσαν τὴν κατὰ ταῦτα ἐνέργειαν, τὴν δὲ ἢ εἰς ἀπάθειαν ἄγουσαν ἐν τῷ ἔτι καθαίρεσθαι τὴν ψυχήν, ἢ καὶ ἤδη ἀπαγαγοῦσαν ὅτι ἤδη καὶ κεκάθαρται καὶ ἀπροσπαθὴς πρὸς τὸ σῶμα γεγένηται. ἀνθρωπίνην τοίνυν ἀρετήν φησι τὴν πολιτικήν, ὡς οὔσης τῆς καθαρτικῆς καὶ τῶν λοιπῶν ὑπὲρ ἄνθρωπον ὅσον κατὰ τὸ συναμφότερον, ἐπεὶ καὶ φύσει ὁ ἄνθρωπος ἥμερον καὶ συναγελαστικὸν καὶ κοινωνικόν. ὅτι δὲ καὶ τὴν πρὸς τὸ οἰκεῖον σῶμα κοινωνίαν ἀρνήσεται, ὑπὲρ ἀνθρωπείαν τοῦτο καθέστηκε σύνθεσιν,3 πᾶσαν ὑλικὴν ἀπηρνημένος ἐνέργειαν καὶ ἀνεπιστρόφῳ τῶν χειρόνων ψυχῇ καὶ νῷ καθαρῷ πρὸς τὰ κρείττω ἀναφερόμενος καὶ πρὸς τὴν θείαν ἀναπλούμενος ἔλλαμψιν.
“而我们必须就德性进行考察”古人曾引入许多种类的德性:政治的德性、净化的德性、理智的德性,以及范型的亦即降神术的德性。他们把其中的每一种划分为最初的四种,即明智、勇敢、节制、公正,并以不同的方式定义它们之中的每一种,显然是切合于各属的本性。然而如今在我们之中,这两种属最为普遍公认:政治的属与净化的属;前者发生于灵魂与身体协作之时,后者发生于灵魂脱离身体并不与它共受情感之时。其结果是,前者乃是适度之情,仅惩戒过度的情感,并将依照这些情感的现实活动保持在必要限度之内;而后者要么在灵魂尚在净化中时将其引向不动心,要么由于灵魂已被净化且对身体变得无执,从而已然将其引向了不动心。因此他把政治的德性称为“人类的德性”,因为就心身复合体而言,净化的德性及其余德性乃是超越人类的;因为在天性上,人是温和的、合群的与社交的。至于断然拒绝与自身身体交往的状态,这已被确立为超越人类的复合本性:他断绝了一切质料性的现实活动,以不回首低劣之物的灵魂与纯净的理智朝向更高之物上升,并向神圣的光照敞开。
- 1.177ἐπεὶ γὰρ ἡ ἀρετὴ εἰς συμπλήρωσιν τοῦ ὅρου τῆς εὐδαιμονίας παρείληπται
介词短语 εἰς συμπλήρωσιν 带有目的格名词(补充、完满),表示完成时被动动词 παρείληπται(被采用)的目的,指德性作为构成成分被纳入到幸福的定义之中。
- 1.178Μωσέα γὰρ τούτοις συντάττειν ὀκνῶ
动词 ὀκνῶ(我迟疑)支配不定式 συντάττειν(同列、并置),宾格 Μωσέα 为该不定式的直接宾语,与格 τούτοις 为搭配对象(与这些人)。随后的分词 λαβόντα、νομοθετήσαντα 与 δημαγωγήσαντα 均为阳性单数宾格,修饰 Μωσέα。
- 1.180ὅτι δὲ καὶ τὴν πρὸς τὸ οἰκεῖον σῶμα κοινωνίαν ἀρνήσεται, ὑπὲρ ἀνθρωπείαν τοῦτο καθέστηκε σύνθεσιν
由 ὅτι 引导的从句提出某种事实状态,由主句的主语指示代词 τοῦτο 承接。紧随其后的阳性单数主格分词短语 πᾶσαν ὑλικὴν ἀπηρνημένος ἐνέργειαν... 在语法上依照意向一致(ad sensum),指向达到这一超越状态的主体(人)。
