← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§106.25-108.9

作为超越称赞的终极目的之幸福与尊崇

尤斯特拉提乌斯阐释了亚里士多德的论述:作为最善事物的幸福本身即是现实活动和最终目的,有别于德性等状态,因而超越了称赞而配受尊崇;他分析了援引欧多克索斯对快乐的辩护以及德性(称赞的对象)与行为成果(赞颂的对象)之区分,并说明了亚里士多德适度收拢论题以契合伦理学范围的意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.172

" Ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν· οὐδεὶς γὰρ τὴν εὐδαιμονίαν." Περὶ τῶν οὐσιῶν εἰπὼν ὅσαι ἄρισται ὡς οὐ δεῖ πρὸς ἐκείνας ἐπαίνοις χρῆσθαι ἀλλ’ εὐδαιμονισμοῖς καὶ μακαρισμοῖς, λέγει νυνὶ δέον εἶναι καὶ ἐπὶ τῶν ἀρίστων πραγμάτων παραφυλάττεσθαι τὸ αὐτό, ἃ καὶ ἀγαθὰ καλεῖ κατ’ ἐξαίρετον, ὁποῖον λέγει καὶ τὴν εὐδαιμονίαν. οὐδεὶς γὰρ τὴν εὐδαιμονίαν ἐπαινεῖ ὡς τὴν δικαιοσύνην. ἡ μὲν γὰρ ἕξις ψυχῆς ἐστι καὶ ἔχει ποῦ ἀναφέρεσθαι, τὴν κατ’ αὐτὴν δηλονότι ἐνέργειαν, ἡ δ’ εὐδαιμονία ἐνέργεια ὑπάρχουσα ἀποδέδοται, ὥστ’ οὐδ’ ἔχει ποῦ ἀναχθήσεται, εἰ δὲ μή, ἔσται ἐνεργείας ἐνέργεια1 καὶ τέλος ἕξει, ἀλλ’ οὐκ αὐτὴ ἔσται τέλος. καὶ εἰς ἄπειρον ὁ λόγος προβήσεται. διὰ τοῦτο καὶ μακαρίζεται ὡς θειότερόν τι καὶ βέλτιον τῶν κατ’ ἀρετὴν ἕξεων καὶ τελειωθείσῃ κατ’ ἀρετὴν ψυχῇ ἀεὶ κατ’ ἐνέργειαν ὑπάρχουσα ὡς ἀεὶ ἐλλαμπομένῃ παρὰ τῶν κρειττόνων δυνάμεων καὶ τὸ ἐνεργὸν ἐχούσῃ διαμένον καὶ ἀκατάπαυστον. τούτου δὲ πίστις αὐτὴ ἡ πεῖρα τοῦ πράγματος. ὡς γὰρ τὸ περὶ τὰ αἰσθητὰ ἐνεργὸν τῶν αἰσθήσεων οὐ λόγος ἀλλὰ πεῖρα παρίστησιν, οὕτω καὶ τὸ περὶ τὰ νοητὰ ἐνεργὸν τοῦ νοῦ τῇ κατ’ ἐνέργειαν αὐτοῦ πείρᾳ γίνεται γνώριμον, τοῖς μὴ πείρᾳ μαθοῦσι λόγῳ διδασκαλίας γνωρίζεσθαι μὴ δυνάμενον. ὡς γὰρ γλυκύτητα μέλιτος οὐδεὶς ἂν γνωριεῖ μὴ γευσάμενος μέλιτος, οὕτως οὐδὲ τῆς κατὰ νοῦν ἐνεργείας τις εἰς γνῶσιν ἐλεύσεται, μὴ ἐν πείρᾳ ταύτης γενόμενος.

“对于善事物亦是同样;因为没有人[称赞]幸福。” 在论及凡是最善的实体不应对其施以称赞而应施以祝祷与颂福之后,他现在指出,对于最善的诸事象也必须警惕并保持同一原则,他也将这些事象卓越地称为善事物,并称幸福亦是此类事物。因为没有人像称赞公正那样称赞幸福。因为公正乃是灵魂的一种状态,并且具有它所关涉的对象,显然即按照此状态而进行的现实活动;然而幸福已被界定为作为现实活动而存在,以至于它甚至没有可以关涉的对象;否则,就会存在现实活动的现实活动,并且幸福将具有一个目的,而自身不再是目的,且论证将进行至无穷。因此,幸福作为比依照德性的诸状态更为神圣、更好的东西而受颂福,并且对于依照德性得以完满的灵魂而言始终作为现实活动而存在,因为这一灵魂始终蒙受更高能力的照耀,并将其活动状态保持为恒久且不息的。而此点的明证乃是事情的经验本身。因为正如不是论证而是经验表明诸感觉关于感觉对象的活动状态,同样,理智关于可知对象的活动状态也通过属于其现实活动的经验而为人所知,对于未通过经验学习的人而言,是无法通过教导的言论为人所知的。因为正如未品尝过蜂蜜的人绝不会知道蜂蜜的甜味,同样,未曾进入理智现实活动之经验中的人,也绝不会获得对该活动的认识。

§1.173

"Δοκεῖ δὲ καὶ Εὔδοξος καλῶς συνηγορῆσαι." Φιλόσοφος ὁ Εὔδοξος· οὗτος τὴν ἡδονὴν ἐπαινῶν συνηγόρησε περὶ τῶν ἀριστείων αὐτῇ ὡς πάντων ἐπικρατούσῃ τῶν παρ’ ἀνθρώποις ἐπαινουμένων. ἀγαθὸν γὰρ αὐτὴν ὑποθέμενος, ἐπεὶ μὴ ἑώρα αὐτὴν ἐπαινουμένην, τοῦτο αὐτὸ δηλωτικὸν ἔκρινε τοῦ εἶναι τὴν ἡδονὴν τῶν μὴ ἐπαινετῶν καὶ οὐχ ὡς ψεκτὴν μὴ ἐπαινουμένην ἀλλ’ ὡς οὖσαν ὑπὲρ ἔπαινον. τοιοῦτον γὰρ εἶναι τὸν θεὸν καὶ τἀγαθὸν ἐκ παραλλήλων τὸ αὐτό. ἐπαινεῖ οὖν τὸν Εὔδοξον ὡς εὐφυῶς τὴν συνηγορίαν τῆς ἡδονῆς μεταχειρισάμενον.

“欧多克索似乎也辩护得很好。” 欧多克索是一位哲学家;他在称赞快乐时,为快乐争取最高奖赏作了辩护,理由是快乐支配着在人类中受称赞的一切事物。因为在将快乐设定为善之后,既然他没有看到快乐受称赞,他就判定这一事实本身便表明快乐属于不受称赞之物——不是作为应受谴责者而不受称赞,而是作为高于称赞而存在。因为他认为并列为同一事物的神与至善也是此类事物。因此〔亚里士多德〕称赞欧多克索巧妙地处理了对快乐的辩护。

§1.174

"Ὁ μὲν γὰρ ἔπαινος τῆς ἀρετῆς." Ταῦτα ὡς πρὸς τὸ εἶναι τὴν εὐδαιμονίαν ὑπὲρ τὰ ἐπαινούμενα καὶ ἐγκωμιαζόμενα. ἐπαινεῖται οὖν, φησίν, ἡ ἀρετή, ὅτι ταύτης ἕξεως οὔσης ἀγαθῆς, πρακτικοὶ τῶν καλῶν εἰσιν ἀπ’ αὐτῆς οἱ ἄνθρωποι. ἐγκωμιάζεται δὲ τὰ ἔργα ὁμοίως καὶ τὰ σωματικὰ καὶ τὰ ψυχικά, ὅσα ταύτης εἰσὶν ἀποτελέσματα. ἡ δ’ εὐδαιμονία καὶ ὑπὲρ τὴν ἀρετὴν καὶ ὑπὲρ τὰ ἐκ ταύτης ἀποτελέσματα· διὰ τοῦτο καὶ ὑπὲρ ἔπαινον. εἰσὶ δὲ ψυχικὰ μὲν ἔργα ὅσα ἐκ τῶν ψυχικῶν προβαίνει ἕξεων, 〈οἷον ἐκ τῶν ἀρετῶν ἢ τεχνῶν ἢ ἐπιστημῶν, σώματος δὲ ὅσα ἐκ τῶν σωματικῶν ἕξεων〉, οἷον ἰσχύος καὶ τῶν τοιούτων, λέγω δὴ εὐαισθησίας εὐδρομίας ὑγιεινότητος καὶ εἴ τι ἕτερον τῷ σώματι ἐπαινετὸν πρόσεστιν. τὰ γὰρ διὰ τοῦ σώματος κατορθούμενα ταῖς ἀγαθαῖς τῆς ψυχῆς ἕξεσι καὶ αὐτὰ ἐπιγράφεται,2 ὡς αὐτῆς χρωμένης ὀρθῶς τῷ σώματι καὶ † αὐτὰ κατορθούμενα. κακίας γὰρ ἐπικρατούσης ἐν τῇ ψυχῇ, εἰς πονηρὰ καὶ αὐτὰ συντελέσουσι, κακῶς ἐνεργούσης κατ’ αὐτὰ τῆς ἀρχῆς, τῆς χρωμένης τῷ σώματι.

“因为称赞是针对德性的。” 这些话是针对幸福高于受称赞与受赞颂之物而说的。因此他说,德性受称赞是因为它作为一种善的状态,人们因它而成为高尚行为的实行者。而作为其成果的行为——无论是身体的行为还是灵魂的行为——同样受到赞颂。然而幸福既高于德性,又高于从德性中产生的成果;因此幸福也高于称赞。灵魂的行为是指从灵魂的状态中产生出来的行为,〈例如从德性、技术或科学中产生出来的,而身体的行为则是从身体的状态中产生出来的〉,例如强壮以及此类状态,我指的是敏锐的感觉、善跑、健康以及凡其他属于身体的值得称赞的状态。因为即使是通过身体成就的事情,它们本身也被归功于灵魂的良好状态,因为灵魂正确地使用了身体,并且这些事情[借此]得以成就。因为当恶习在灵魂中占主导时,由于使用身体的支配原则按照它们而行事不良,它们本身也将有助于邪恶的目的。

§1.175

"Ἀλλὰ ταῦτα μὲν ἴσως οἰκειότερον ἐξακριβοῦν." Περὶ ἐπαίνων καὶ ἐγκωμίων εἰπὼν τίσιν ὑποκειμένοις ἁρμόζουσιν, ἐπεὶ μὴ καθ’ αὑτὸ τὸν περὶ τούτων λόγον παρείληφεν, ἀλλ’ ἵνα δείξῃ τὴν εὐδαιμονίαν ὑπὲρ ταῦτα οὖσαν, διὰ τοῦτο καὶ βραχὺ περὶ τούτων διεξελθὼν καὶ ὅσον ἱκανὸν πρὸς τὸ προκείμενον παραπέμπει τὸ πλεῖον τῆς περὶ τούτων ἐξακριβώσεως οἷς ἔργον περὶ τὰ τοιαῦτα πονεῖν καὶ ἐπανάγει τὸν λόγον ἐπὶ τὸ προκείμενον, δῆλον εἶναι λέγων ἐξ ὧν εἶπεν, ὅτι ἡ εὐδαιμονία τῶν τιμίων καὶ τελείων ἐστὶ καὶ διὰ τοῦτο τιμῆς ἀξία, ἀλλ’ οὐκ ἐπαίνων οὐδ’ ἐγκωμίων.

“但是精确探究这些事情,或许更适宜于[别的研究]。” 在说明了称赞与赞颂适用于何种主体之后,既然他并不是为了论题本身而采用关于这些事物的言论,而是为了表明幸福高于它们,因此在就这些问题简要地且针对当前论题充分地探讨之后,他将关于它们的大部分精确探究托付给那些以此类事情的辛劳为本分的人,并将言论引回到当前的论题上,指出从他所说的话中显而易见,幸福属于受尊崇的和完满的事物,因此配受尊崇,而不配受称赞或赞颂。

语法注2 条
  1. 1.172εἰ δὲ μή, ἔσται ἐνεργείας ἐνέργεια

    省略短语 εἰ δὲ μή 承接前文关于幸福没有可以关涉的对象(οὐδʼ ἔχει ποῦ ἀναχθήσεται)这一否定性论断,为惯用结构,意为“否则”(“如果不这样/如果它具有可关涉的对象”)。其后跟直陈式将来时(ἔσται, ἕξει)引出归谬结论:即现实活动还将有其现实活动,且幸福将不再自身即是目的。

  2. 1.174ταῖς ἀγαθαῖς τῆς ψυχῆς ἕξεσι καὶ αὐτὰ ἐπιγράφεται

    动词 ἐπιγράφεται(中被动态现在时)支配与格补足语 ταῖς ἀγαθαῖς τῆς ψυχῆς ἕξεσι,意为“被归功于/归于灵魂的良好状态”。主语为中性复数短语 τὰ διὰ τοῦ σώματος κατορθούμενα,并通过 καὶ αὐτά(“这些事物本身也”)进行强调呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:106.25-108.9