- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:105.8-106.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《尼各马可伦理学》第一卷第12章1101b12–1101b21,通过德性与身体卓越性的例子论证称赞是基于某种性质以及对目的功能的关涉比照而成立的,进而阐明对于始终处于完全现实活动中的神明与最神圣之人,依状态到活动的关涉所作的称赞是不适宜的,唯有尊崇与赞福才与其相称。
" Φαίνεται δὲ πᾶν τὸ ἐπαινετὸν τῷ ποιόν τι." Μέλλων τὴν εὐδαιμονίαν τῶν ἐπαινετῶν μὲν διαστῆσαι, τοῖς τιμίοις δὲ συντάξαι, λέγει τί τὸ ἴδιον τῶν ἐπαινετῶν καὶ τί τῶν τιμίων, ἵνα ὧν τὸ ἴδιον εὑρήσει τῇ εὐδαιμονίᾳ προσὸν τούτοις ἀποδείξῃ κοινωνοῦσαν καὶ συνταττομένην αὐτήν.1 τοίνυν πᾶν, φησί, τὸ ἐπαινετὸν διὰ τοῦτο ἐπαινεῖται, ὅτι τε ποιότητός τινος ἀγαθοῦ μετέχει καὶ πρός τι ἀναφέρεται, ἤτοι ἔργον ὃ κατορθοῖ. καὶ παράδειγμα τίθησι τοῦ μετέχοντος τῆς ἀγαθῆς ποιότητος τὸν δίκαιον καὶ τὸν ἀνδρεῖον καὶ ὅλως τὸν δι’ ἀγαθὴν ποιότητα ἀγαθὸν καὶ τὴν ἀρετὴν αὐτήν. εἰπὼν δὲ ὅλως τὸν ἀγαθὸν ἐπήγαγε καὶ τὴν ἀρετὴν κατατάττων καὶ αὐτὴν ἐν τῇ τῶν ἐπαινουμένων ὁλότητι. ἐπεὶ καὶ πᾶν ἐπαινούμενον κατὰ τὴν ἁρμόζουσαν αὐτῷ ἀρετὴν τὸν ἔπαινον δέχεται, καὶ ἐπαινεῖσθαι ταῦτά φησι διὰ τὰς πράξεις καὶ τὰ ἔργα πρὸς ἃ ἀναφέρονται καὶ ἃ πεφύκασι κατορθοῦν. καὶ ταῦτα μὲν ψυχικά. ἐπεὶ δὲ καὶ σωματικά τινά εἰσιν ἐπαινούμενα, ἀπαριθμεῖται καὶ ταῦτα. τὸν γὰρ ἰσχυρὸν τῷ σώματι καὶ τὸν δρομικὸν καὶ τῶν τοιούτων ἕκαστον ὡς ἔχοντα ἕξιν ἀγαθὴν σώματος ἐπαινοῦμεν, διότι καὶ αὐτὸς ποιός ἐστί τις καὶ ἔχει πῶς, ἤγουν ἑτοίμως πρὸς τὸ ἀγαθόν τε καὶ σπουδαῖον, ὁ μὲν ἰσχυρὸς ὡς ἀντέχειν πεφυκέναι πρὸς τὰ βάρη καὶ τὰ ἐπίπονα, ὁ δὲ δρομικὸς πρὸς τὸ ταχεῖαν ποιεῖσθαι τὴν τῶν τοπικῶν διαστημάτων διέλευσιν. ταῦτα γὰρ ἄμφω ἀγαθά τε καὶ σπουδαῖα διὰ τὸ καιροῦ καλοῦντος τῇ τῶν ἀνθρώπων ζωῇ συμβάλλεσθαι.
“凡受称赞者似乎皆因具有某种性质[而受称赞]。” 他打算将幸福与受称赞之物区分开,并将其归入受尊崇之物中,因而说明何者是受称赞之物的固有属性,何者是受尊崇之物的固有属性,以便表明:凡是他发现其固有属性属于幸福的那些事物,幸福便与它们共享属性并与它们同列。因此他说,凡受称赞者皆因这几点而受称赞:既分有某种善的性质,又关涉于某物,即它所成就的功能。他举出分有善性质之物的例证,即公正者、勇敢者,以及总括而言因善性质而善的人,以及德性本身。在说了“总括而言善的人”之后,他又加上了德性,将德性本身也归入受称赞之物的总体之中。因为凡受称赞者皆按照适合于它的德性接受称赞,并且他说,称赞这些事物是由于它们所关涉并生来宜于成就的行为与功能。这些是属于灵魂的。但既然也有某些属于身体的事物受到称赞,他也列举了这些。因为身体强壮者、善跑者以及每一个此类的人,我们都称赞其具有身体的良好状态,因为他自身也具有某种性质,并处于某种状态,即时刻准备好朝向善与优异:强壮者生来宜于承受重物与劳苦,而善跑者则在于迅速跨越空间间隔。因为这两者都在时机需要时有助于人的生活,因而是善与优异的。
"Δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν περὶ τοὺς θεοὺς ἐπαίνων." Πρὸς βεβαίωσιν ἔτι τοῦ τὰ ἐπαινετὰ ἐπαινεῖσθαι τῷ ποιά τινα εἶναι καὶ πρός τινα ἀναφέρεσθαι, ἤγουν πρὸς ἔργα σπουδαῖα. καὶ τοὺς ἐπὶ τοὺς θεοὺς ἐπαίνους παράγει. οἱ γὰρ ἐπαινοῦντες αὐτούς, φησί, καταρριπτοῦσιν αὐτῶν τὸ ἀξίωμα, καὶ ἀντὶ τοῦ δοξάζειν γελοίους αὐτοὺς ἀποφαίνουσιν ἀναφέροντες αὐτοὺς πρὸς ἡμᾶς, ἤτοι ἐξισοῦντες ἡμῖν, καὶ ὅπερ εἰς ἡμᾶς δι’ ἀναφορᾶς γίνεται, τούτῳ καὶ πρὸς αὐτοὺς χρώμενοι. ἡμῶν μὲν γὰρ τὰς ἕξεις ἢ τὰς σωματικὰς ἢ τὰς ψυχικὰς ἐπὶ τὰς ἐξ αὐτῶν προβαινούσας πράξεις καὶ τὰς ἐνεργείας ἀναφέροντες ἐκ τούτων συνιστῶσι τοὺς πρὸς ἡμᾶς ἐπαίνους, ὅτι μηδ’ ἐνεργοῦμεν ἀεί. ἐπὶ δὲ τῆς θείας φύσεως οὐχ οὕτως ἐστίν, ὥστε πῇ μὲν ἐν ἕξει εἶναι μένουσαν ἀργόν, πῇ δ’ εἰς προχείρισιν τῆς ἕξεως ἔρχεσθαι, ἀλλ’ ἀδιάκοπος αὐτῆς ἡ ἐνέργεια. διὸ καὶ ἀνοίκειος πρὸς ταύτην ὁ ἔπαινος, δι’ ἀναφορᾶς ὡς εἴρηται γινόμενος τῆς ἀπὸ τῶν ἕξεων πρὸς τὰς ἐνεργείας, ἐν τῷ ἐνεργεῖν αὐτὰ οὐ λέγω δὴ τῆς θείας φύσεως τὸ εἶναι ἐχούσης ἀλλὰ κατὰ προχείρισιν ἐνεργούσης τῶν ἕξεων.2
“这从针对神明的称赞中也显而易见。” 为了进一步证实受称赞之物是因具有某种性质且关涉于某些事物(即优异的功能)而受称赞,他又引出了对神明的称赞。因为他说,称赞神明的人贬低了神明的尊严;他们没有荣耀神明,反而通过将神明与我们相比照(即等同于我们),并将通过关涉而发生在我们身上的同一做法也用于神明,从而使神明显得荒唐可笑。因为就我们而言,人们将我们身体的或灵魂的状态,与从这些状态中产生出来的行为和现实活动相比照,并以此构成对我们的称赞,因为我们并非总在进行现实活动。然而神圣本性却非如此,它并非有时停留在状态中而不活动,有时又进而运用这种状态,相反,它的现实活动是连续不断的。因此称赞对于神圣本性是不适宜的,因为如前所述,称赞产生于从状态到现实活动的关涉比照,产生于这些[状态]处于活动之中——我绝不是说神圣本性以此种活动为其存在,而是说假使它按照对状态的运用而活动的话。
"Εἰ δ’ ἐστὶν ὁ ἔπαινος τῶν τοιούτων." Εἰ ὁ ἔπαινος, φησί, τῶν τοιούτων ἐστίν, ἤτοι τῶν κατὰ ἀναφορὰν ἐπαινουμένων, οὐ δεῖ ἐπαινετὰ τὰ ἄριστα τίθεσθαι ἀλλὰ μεῖζόν τι καὶ βέλτιον λέγειν περὶ αὐτῶν, καὶ τὴν τούτου μαρτυρίαν ἐκ τοῦ φαινομένου παρίστησι. φαινόμεθα γὰρ μεῖζόν τι τῶν ἐπαίνων ταῖς θείαις προσφέροντες φύσεσι μακαρίζοντες αὐτοὺς καὶ εὐδαιμονίζοντες ὁμοίως καὶ τῶν ἀνδρῶν τοὺς θειοτάτους. οὗτοι δ’ εἰσὶν ὅσοι τῆς ὕλης πάντῃ κατὰ σχέσιν ἀναχωρήσαντες ἔξω τε σαρκὸς καὶ κόσμου γενόμενοι ζῶσιν ὑπὲρ ἅπαντα τὰ ὁρώμενα καὶ τὸν νοῦν ἔχουσι ταῖς θείαις συνόντα καὶ συγχορεύοντα καὶ συναγαλλώμενον φύσεσι καὶ κατ’ ἐνέργειαν ἀεὶ ζῶσιν, ἀδιακόπως ὑπὸ τοῦ πρώτου φωτὸς ἐλλαμπόμενοι· διὸ οὐδ’ ἀναφορὰ αὐτοῖς ἐστι πρὸς ἐνέργειαν ἀπὸ τῶν ἕξεων, ὥστ’ οὐδὲ ὁ ἔπαινος αὐτοῖς ἐφαρμόζει.
“如果称赞是针对此类事物的。” 他说,如果称赞是针对此类事物,即按照关涉比照而受称赞的事物,就不应将最善之物设为受称赞的,而应就它们述说某种更伟大、更好的东西,并且他从显明的事实中提出了此点的明证。因为显而易见,我们向神圣本性献上高于称赞之物,称它们为有福的并赞美其幸福,对凡人中最神圣者亦是如此。而这些人是所有在依附关系上完全脱离质料、超脱于肉躯与世界之外、生活于一切可见之物之上的人;他们的理智与神圣本性同在、共舞并同享欢欣,始终依现实活动而生活,连续不断地蒙受本初之光的照耀;因此在他们身上也不存在从状态到现实活动的关涉比照,以至于称赞对他们而言同样是不适宜的。
- 1.169ἵνα ὧν τὸ ἴδιον εὑρήσει τῇ εὐδαιμονίᾳ προσὸν τούτοις ἀποδείξῃ κοινωνοῦσαν καὶ συνταττομένην αὐτήν
这是一个相关结构,关系从句 ὧν τὸ ἴδιον εὑρήσει τῇ εὐδαιμονίᾳ προσόν 修饰主句的与格代词 τούτοις。关系代词 ὧν 包含先行词的属格,修饰 τὸ ἴδιον(“……的固有属性”)。在从句中,εὑρήσει 以 τὸ ἴδιον 为直接宾语,分词 προσόν 为补足语;主句动词 ἀποδείξῃ(“证明/表明”)支配宾语 αὐτήν(幸福),并由两个分词 κοινωνοῦσαν 和 συνταττομένην 充当宾语补足语。
- 1.170ἐν τῷ ἐνεργεῖν αὐτὰ οὐ λέγω δὴ τῆς θείας φύσεως τὸ εἶναι ἐχούσης ἀλλὰ κατὰ προχείρισιν ἐνεργούσης τῶν ἕξεων
句子的核心结构是介词不定式短语 ἐν τῷ ἐνεργεῖν αὐτά(“在这些[状态]活动时”),其后紧接着注疏者第一人称的插入性限定语 οὐ λέγω δή(“我绝非说……”),该句引导了两个对比性的独立属格结构:τῆς θείας φύσεως τὸ εἶναι ἐχούσης(“神圣本性以[此种活动]为其存在”)与 ἀλλὰ κατὰ προχείρισιν ἐνεργούσης τῶν ἕξεων(“而是按照对状态的运用而活动”)。注疏者以此阐明称赞仅适用于从状态到现实活动的行使过程,同时审慎地排除神圣本性具有此类依赖状态行使之活动的误解。
