- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:103.26-105.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提奥斯注解了亚里士多德《尼各马可伦理学》第一卷(1101a31–1101b10)的内容:亚里士多德借助悲剧的类比得出结论,认为亲友的命运对死者的影响极其微弱,随后转向关于幸福究竟是受尊崇之物、受称赞之物还是能力的全新探究。
" Διαφέρει δὲ τῶν παθῶν ἕκαστον." Δευτέρα αὕτη διαφορὰ περὶ τῶν συμβαινόντων τοῖς ἀπογόνοις καὶ τοῖς φίλοις, καὶ ὡς ἄλλως μὲν ἐχόντων πρὸς τὸν εὐδαίμονα ἐν τῷ ζῆν αὐτὸν ἄλλως δὲ μετὰ τὴν αὐτοῦ τελευτήν. αὔξων τε τὸ διάφορον πολὺ μᾶλλον εἶναί φησι τοῦτο ἐν τῷ ζῆν ἢ παρελθεῖν τὸν εὐδαίμονα, ἢ ὅσον διαφέρει ἐν ταῖς τραγῳδίαις εἰσάγεσθαι δεινὰ καὶ παράνομα εἴτε πρότερον γεγονότα ὡς προϋπάρξαντα καὶ νῦν εἰσαγόμενα εἴτε ὡς νῦν πραττόμενα ὅτε καὶ εἰσάγεται. πολλὴ γὰρ διαφορὰ παρεληλυθυίας μιμεῖσθαι πράξεις ἐν τραγῳδίᾳ ἢ νῦν γενομένας ὅτε καὶ ἡ μίμησις αὐτῶν γίνεται. δεῖ οὖν ταύτην τὴν διαφορὰν περὶ τὸν εὐδαίμονα συλλογίσασθαι, εἰ παρόντος εἴτε παρελθόντος αὐτοῦ τὰ περὶ τοὺς ἀπογόνους καὶ τοὺς φίλους συμβαίνοντα.1
“然而所承受的每一件事都各有不同”这是关于后代与朋友们所发生之事的第二个差异,即幸福之人活着时与他死后对于他而言有着何等不同的关系。并且在突出这一差异时,他说,幸福之人是在活着还是已经离世,这一差异要远远大于在悲剧中引入可怕与不法之事的差异,无论是作为此前发生且预先存在之事在如今被引入,还是作为如今正在施行之事在被引入之时上演。因为在悲剧中模仿已过去的行径,与模仿正在该模仿发生之际施行的行径,是有很大差异的。因此,必须关于幸福之人推究这一差异,即关于后代和朋友们所发生之事,究竟是在他健在时还是在他离世后发生。
"Μᾶλλον δ’ ἴσως τὸ διαπορεῖσθαι περὶ τοὺς κεκμηκότας." Τὸ μᾶλλον δ’ ἴσως ἀντὶ τοῦ οἰκειότερον ἴσως. ἔστι δὲ ὁ λόγος τοιοῦτος, ὡς τῶν εἰρημένων ἀπορώτερόν ἐστιν, εἴ τινος ἀγαθοῦ ἢ ἐναντίου οἱ τετελευτηκότες δύνανται κοινωνεῖν. καὶ ἐπιφέρει λύων τὸ ἄπορον· ἔοικε γάρ, φησίν, ἐκ τούτων, ἤγουν τῶν ἐν τραγῳδίαις εἰσαγομένων. ὥσπερ γὰρ ἐπ’ ἐκείνων ἀσθενῶς πάνυ καὶ σκιωδῶς τῶν κεκμηκότων ἅπτεται τὰ ἐν μιμήσει περὶ ἐκείνων λεγόμενα ἢ πραττόμενα, οὕτω κἀνταῦθα ἐὰν καὶ δῶμεν διικνεῖσθαι πρὸς τοὺς γεγονότας εὐδαίμονας μετὰ τὴν τελευτὴν εἴτε ἀγαθὸν εἶναι εἴτ’ ἐναντίον, ἀσθενές εἶναί τι καὶ οὐδαμινὸν ἢ ἁπλῶς ἢ ἐκείνοις, ἁπλῶς μὲν εἰ τῇ αὐτοῦ φύσει τοιοῦτον εἴη, ἐκείνοις δὲ ὅτι κἂν μέγα ὑπάρχῃ τοῖς κεκμηκόσιν ἤδη, ἀσθενὲς καὶ μικρόν ἐστιν.2
“或许宁可就离世者提出疑难” “或许宁可”代替的是“或许更切当”。其论证如下:相比于前述之事,已死之人是否能分有某种善或其相反之物,是更为困难的疑难。他接着解答该疑难说:因为依他所言,这似乎可由这些事情得出,即由悲剧中所引入的事情得出。正如在那些事情中,在模仿中关于离世之人所言说或所行之事,极度微弱且如阴影般触及离世之人,同样在当下,即便我们承认无论是善还是其相反之事在死后都会波及那些曾为幸福之人,那也是某种微弱且无足轻重之物,或者是纯粹而言,或者是对他们而言;纯粹而言是指若其自身本性即是如此,对他们而言是指因为即使对已然离世者而言是重大的,它也是微弱而细小的。
"Εἰ δὲ μή, τοσοῦτόν γε καὶ τοιοῦτον." Κἂν εἴ τις, φησί, τῶν ἀπελθόντων ἐφάπτεσθαι τὰ τοῖς οἰκείοις ἐκείνων ἐρεῖ συμβαίνοντα, τοσοῦτον ἐφάψεται καὶ τοιοῦτον, ὥστε μήτε τοὺς μὴ ὄντας εὐδαίμονας τοιούτους ποιεῖν, ἂν ᾖ ἀγαθά, μήτε τοὺς εὐδαίμονας μεταβάλλειν ἐκ τοῦ μακαρίου εἰς τὸ ἄθλιον, ἂν ᾖ ἐναντία, μόνην ἀναφορὰν ἔχοντα πρὸς ἐκείνους ὡς εἰς ἐπιτηδείους ἐκείνων συμβαίνοντα.
“即便不是如此,至少亦是达到如此程度并具有如此性质”他说,即便有人主张发生在离世者的亲近之人身上的事情会触及离世者,其触及的程度与性质亦是如此:若为善事,既不至于使非幸福者成为幸福者,若为相反之事,亦不至于将幸福者从有福转变为悲惨,它们仅仅因作为发生在他们的亲属身上的事而与他们具有某种关联而已。
"Συμβάλλεσθαι μὲν οὖν τι φαίνονται." Ταῦτα ἐκ τῶν προλαβόντων δῆλον τῆς αὐτῆς ἐκείνοις διανοίας ἐχόμενα.
“因此,它们似乎确实有所贡献”显而易见,这些话依据前文而保持着与前文相同的意旨。
"Διωρισμένων δὲ τούτων." Ἐφ’ ἕτερον μεταβαίνει ζήτημα περὶ τῆς εὐδαιμονίας. ἐπεὶ γὰρ τῶν ἀγαθῶν τὰ μὲν θεῖά φαμεν τὰ δὲ ἀνθρώπινα, καὶ τὰ μὲν θεῖα τίμια λέγομεν ὡς ὑπάρχοντα καὶ ὑπὲρ ἔπαινον καὶ τιμῆς διὰ τὴν ὑπεροχὴν ἀξιούμενα, ἐπαινετὰ δὲ τὰ ἀνθρώπινα, ὡς τοῦ τιμᾶσθαι μὲν λειπόμενα, ἐπαίνων δὲ μόνων τυγχάνοντα, εἰσὶ δὲ καὶ ἕτερα ἀνθρώπινα μὲν καὶ ταῦτα, ἐπαμφοτερίζοντα δὲ ὡς καὶ κατορθοῦν δύνασθαι καὶ ἁμαρτάνειν, καὶ διὰ τοῦτο δυνάμεις λεγόμενα ὥς τινας τῶν τεχνῶν ὑπάρχει 〈εὑρεῖν〉οἷον ἰατρικὴν ἢ ῥητορικὴν 〈ἢ〉 κυβερνητικήν, ζητεῖ ἐν τίσι τούτων τὴν εὐδαιμονίαν τακτέον, εἴτ’ ἐν τοῖς τιμίοις εἴτ’ ἐν τοῖς ἐπαινετοῖς εἴτ’ ἐν ταῖς δυνάμεσι, καὶ τὸ μὲν εἶναι αὐτήν τινα τῶν δυνάμεων ἀπαγορεύει, ὅτι μηδ’ ἐπαμφοτερίζει. ἁμαρτάνειν γὰρ ᾗ εὐδαίμονα οὐκ ἐνδέχεται ποτε τὸν εὐδαίμονα.3 τὸ γοῦν δύναμιν εἶναι παραιτησάμενος ζητεῖ ἐφεξῆς, εἴτε τῶν ἐπαινετῶν ἐστιν εἴτε τῶν τιμίων. δείξει δ’ ἐφεξῆς ὅτι ὑπὲρ τὰ ἐπαινετὰ ἡ εὐδαιμονία ἐστὶ καὶ τοῖς θείοις τῶν ἀγαθῶν καὶ τιμίων συνάπτεται.
“在这些得以规定之后”他转入关于幸福的另一个探究。因为既然在善事物中,我们说有些是神圣的,有些是属人的;神圣的善我们称为受尊崇的,因为它们甚至超越赞美,且因其卓越而被认为配受尊荣;属人的善则是受称赞的,因为它们不及受尊崇,而仅获得赞美;此外还有另一些事物,这些亦是属人的,却兼具两面,既能成功亦能犯错,并因此被称为能力,正如人们可以发现某些技艺,如医术、修辞术或航海术那样;于是他探究幸福应当被归入这之中的哪一类,究竟是属于受尊崇之物、受称赞之物,还是属于能力。他否定了它是某种能力,因为它甚至不是兼具两面的。因为幸福之人决不可能作为幸福之人而犯错。因此,在排除了它是能力之后,他接着探究它是属于受称赞之物还是属于受尊崇之物。他随后将表明,幸福超越受称赞之物,并且与善且受尊崇之物中神圣之物相连。
- 1.164εἰ παρόντος εἴτε παρελθόντος αὐτοῦ τὰ περὶ τοὺς ἀπογόνους καὶ τοὺς φίλους συμβαίνοντα
句末在语境中省略了谓语动词 συμβαίνει(或 γίνεται)。παρόντος εἴτε παρελθόντος αὐτοῦ 为独立属格结构,表示两种析取的条件。εἰ 与 εἴτε 的不规则对应是将“无论在他健在时还是离世后”这一析取性状语从属嵌入由 εἰ 引导的间接从句中。
- 1.165ἐκείνοις δὲ ὅτι κἂν μέγα ὑπάρχῃ τοῖς κεκμηκόσιν ἤδη, ἀσθενὲς καὶ μικρόν ἐστιν
该 ὅτι 从句对应前文的 ἁπλῶς μὲν εἰ ...,用来补足解释 ἐκείνοις δέ(而对于他们而言)。κἂν 为 καὶ ἄν(或 καὶ ἐάν)的缩略,引导让步条件从句(“即使……也是重大的”);τοῖς κεκμηκόσιν 为与 ὑπάρχῃ 搭配的与格,ἤδη 作时间副词修饰分词,意为“对于已然离世者”。
- 1.168ἁμαρτάνειν γὰρ ᾗ εὐδαίμονα οὐκ ἐνδέχεται ποτε τὸν εὐδαίμονα
在传世文本 ἁμαρτάνειν ἢ εὐδαίμονα 中,其文义是否定幸福的两面性(ambivalence),即幸福之人(受格主语 τὸν εὐδαίμονα)决不可能犯错(ἁμαρτάνειν)或(犯错而导致)不再幸福。在句法上,ἢ 连接了两个不可能出现的后果。
