- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:102.3-103.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德1101a19–1101a28进行注释。针对梭伦的命题,阐明了活着的人在何种条件(善事物向未来的持续持存)下可被称为“作为人”是有福的,随后依据变故之轻重,概略界定了后代与朋友的命运对幸福之人所产生的影响程度。
" Εἰ δ’ οὕτω, μακαρίους ἐροῦμεν τῶν ζώντων." Συμπεραίνει τὰ εἰρημένα. ἐπεὶ γὰρ οὕτως ἔχει τὸ πρᾶγμα ὡς εἴπομεν, ῥηθεῖεν ἂν μακάριοι οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα, τουτέστιν οὐ μόνον μετὰ τελευτὴν ῥηθεῖεν ἂν μακάριοι, οἷς διὰ παντὸς βίου καὶ μέχρι τέλους αὐτοῦ ὑπῆρξε τὰ εἰρημένα ἀγαθά, ἀλλὰ καὶ πρὸ τοῦ τὸ τέλος ἐπιγενέσθαι αὐτοῖς πλὴν ὑποτιθεμένου καὶ τοῦ ὑπάρξαι αὐτοῖς ἀδιακόπως ταὐτὸ διὰ βίου παντός·1 οὐ γὰρ μόνον οἷς ὑπάρχει ἀλλὰ καὶ οἷς ὑπάρξει. δεῖ γὰρ τῷ παρόντι καὶ τὸ μέλλον συνδραμεῖν, ἵν’ οὕτως εἴη τὸ μακάριον ἀμετάθετον. μακαρίους δέ, φησίν, ἀνθρώπους, ἤτοι κατὰ τὸ ἁρμόζον ἀνθρωπίνῃ φύσει, οἷς ἡ ἐν βίῳ διαγωγὴ ἐν διηνεκεῖ ῥύσει καὶ μεταβολῇ παντοίᾳ ὑπάρχει, ἐπεὶ τῆς νοερᾶς καὶ θείας φύσεως ἄλλο εἶδος μακαριότητος, ἐν στάσει τὸ εἶναι ἐχούσης καὶ μηδεμίαν ὑπομενούσης μεταβολήν. δόξειε δ’ ἄν τὸ τί οὖν κωλύει λέγειν τὸν εὐδαίμονα καὶ τὰ ἑξῆς ἑπόμενα τούτῳ μᾶλλον εἰρῆσθαι διὰ τὴν Σόλωνος θέσιν, μὴ δεῖν λέγοντος μακαρίζειν πρὸ τελευτῆς τὸν εὖ ἔχοντα τῆς ζωῆς διὰ τὸ τοῦ μέλλοντος ἄδηλον. οὐδὲν γὰρ κωλύσει αὐτὸν μακαρίζεσθαι προστεθειμένου τοῦ εἴπερ ὑπάρξει αὐτῷ μέχρι τέλους τὰ ἀγαθά.
“如果情形如此,在活着的人中我们将称为有福的”他对前述内容作出总结。因为既然事情如我们所说的那样,那么凡所述之事属于并将来属于他们的人,便可以被称为有福的;也就是说,不仅在死后那些在其一生中直至其终点所述善事物都属于他们的人可以被称为有福的,而且甚至在终点降临于他们之前亦可如此,只要同样假定同一事物在其整个一生中不间断地属于他们;因为不仅说“〔它们〕所属于的人”,而且说“〔它们〕将来所属于的人”。因为未来必须与现在相契合,以便有福状态由此不可动摇。他说“作为人是有福的”,即依合于人性的方式,对于人而言,生命中的经历处于持续的流转与各色变化之中,而理智且神圣的本性则有另一种形式的福乐,其存在处于静止之中且不承受任何变化。看来,“那么有什么妨碍称其为幸福”以及随之而来的后文,更是因梭伦的论题而说的,梭伦因未来的不可知而主张不应当在终点之前称生活处于良好状态的人为有福。因为若是加上了“只要诸善事物直至终点都属于他”这一前提,就没有任何事物妨碍称他为有福。
"Τὰς δὲ τῶν ἀπογόνων τύχας." Ἐπεὶ καὶ τοῦτο ἐλέγετο πρότερον, ὅτι δεῖ τῷ εὐδαίμονι πρὸς τὸ μακαρίζεσθαι καὶ τῆς τῶν ἀπογόνων καὶ τῶν φίλων εὐζωίας, ἵνα ἐκ τῆς πρὸς ἐκείνους κοινωνίας μὴ ἐμποδίζοιτο αὐτῷ τὸ μακάριον ἐχόντων ἴσως ἐκείνων κακῶς, διὰ τοῦτο εἰπὼν μηδὲν κωλύειν αὐτὸν μακαρίζεσθαι καθ’ ἑαυτὸν καλῶς βιοῦντα καὶ ἱκανῶς κεχορηγημένον τοῖς ἔξωθεν καὶ ὥσπερ αὐτοῦ τοὺς πρὸς αὐτὸν ᾠκειωμένους ἀποχωρίσας, τούτου ἕνεκα ἐπιφέρει ταυτὶ λέγων, ὅτι περὶ μὲν τοῦ εὐδαίμονος καθ’ ἑαυτὸν λεγέσθω ἐπὶ τοσοῦτον. τί δ’ ἂν ἐροῦμεν περὶ τῶν ἀπογόνων καὶ ἁπλῶς περὶ τῶν φίλων αὐτοῦ; ἆρ’ αἱ τούτων τύχαι ἐφάψονταί που ἐκείνου ἢ οὐδαμῇ; τὸ μὲν οὖν λέγειν μηδ’ ὁτιοῦν συμβάλλεσθαι, λίαν ἄφιλον φαίνεται.2 ὥσπερ γὰρ εἰ ἐκεῖνος ἀνέχοιτο μὴ κοινοῦσθαι ἑαυτῷ τὰ τῶν ἀπογόνων καὶ φίλων, ὡς ἄφιλός τις καὶ ἀκοινώνητος κρίνοιτ’ ἄν, οὕτω καὶ ἡμεῖς ὡς τοιοῦτοι κατακριθείημεν, εἰ τοῦτο ἁρμόδιον εἶναι διοριζοίμεθα. ἀλλὰ καὶ ταῖς κοιναῖς δόξαις ἐναντιούμεθα, κοινὰ τὰ τῶν φίλων εἶναι λεγούσαις εἴτ’ ἀγαθὰ εἴτε πονηρά, ἄλλως τε καὶ κοινωνικοῦ ζῴου τοῦ ἀνθρώπου ὄντος διὰ τὸ φύσει ἥμερον καὶ φιλάλληλον, ὡς εἶναι παρὰ φύσιν τὸ ἀκοινώνητον· ὥστε τοῦτο μὲν οὐ θετέον. ἐπεὶ δὲ καὶ τῶν συμβαινόντων παντοῖαί εἰσιν αἱ διαφοραὶ κατὰ μέγεθος καὶ σμικρότητα, καὶ τῶν οἰκείων αὖθις τῶν μὲν μᾶλλον συνικνουμένων τῶν δ’ ἧττον διὰ τὸ ταῖς οἰκειώσεσι διαφορὰς θεωρεῖσθαι πολλάς, τὸ μὲν διαιρεῖν καθ’ ἕκαστον τά τε συμβαίνοντα καὶ τὰς οἰκειότητας μακρόν, ἵνα μὴ λέγωμεν ἀπέραντον. ἐξ ἀνάγκης ἄρα καθόλου καὶ τύπῳ λέγοντας ἱκανῶς ἔχειν δοκεῖ. τύπῳ δὲ τὸ καθόλου λέγομεν, ὅτι συγκέχυται καὶ ἀμυδρότερον ἢ τὰ καθ’ ἕκαστα τὴν γνῶσιν παρέχεται. ἐναργέστερα γὰρ ἀεὶ τὰ καθ’ ἕκαστα διὰ τὸ αἰσθήσει γνωρίζεσθαι.
“而后代的命运”既然此前亦曾说过,幸福之人为了被称为有福亦需要后代与朋友们的良好生活,以免因与他们的共同关系而在他们境况不佳时妨碍其自身的福乐,正因这一缘故,在说过只要他依自身优美地生活且外在事物得到充分资助就没有任何事物妨碍称他为有福,并仿佛将与他亲近之人从他自身剥离开之后,为此他接着提出这些话,说道:关于幸福者自身就说到这里;但关于其后代以及纯粹关于其朋友们,我们将说什么呢?他们的命运是否在某方面触及那个人,还是全然不触及?那么,说它们毫无影响,显得过于缺乏友爱。因为正如那个人若是忍受不让后代与朋友们的事情与自身共通,就会被判定为缺乏友爱且不求交往之人,同样,如果我们断定这是适宜的,我们亦会被谴责为这样的人。而且我们亦违背了普遍的意见,即主张朋友之物是共有的,无论是善还是恶,尤其是人因天生温和且彼此相爱而是具有社会性的动物,因而缺乏交往乃是违反本性的;所以这一主张决不可采纳。然而,既然所发生之事在重大与细小方面有着各种差异,而在亲近之人中又因亲密关系中可见的诸多差异,有人关系更紧密而有人较疏远,那么逐一区分所发生之事与亲密关系即便不说无穷无尽,亦是篇幅冗长的。因此,必然地,普遍且概略地论述似乎就足够了。我们称普遍之物为“概略”,是因为它混杂不清,且比个别事物更模糊地提供认识。因为个别事物由于通过感觉被认知,始终是更为清晰的。
"Εἰ δὴ καθάπερ καὶ τῶν περὶ αὑτὸν ἀποτυχημάτων." Ἐντεῦθεν μέτρα τῆς κοινωνίας τίθησι τῶν συμβαινόντων τοῖς ἀπογόνοις καὶ τοῖς φίλοις πρὸς τοὺς εὐδαίμονας, καθόλου καὶ τύπῳ τὰς διαφορὰς αὐτῶν ἐκτιθέμενος, ὡς ὑπέσχετο. καὶ πρῶτον τὴν κατὰ τὸ μεῖζον τῶν συμβαινόντων καὶ ἔλαττον. ὥσπερ γάρ, φησί, τῶν περὶ τὸν εὐδαίμονα συμβαινόντων ἀτυχημάτων τὰ μὲν βαρύτερα ῥοπήν τινα πρὸς ἀλλοίωσιν τῷ βίῳ παρέχεται, τὰ δ’ ὑπάρχοντα κοῦφα γίνεται μικρὰ καὶ οὐδενὸς ἄξια λόγου3 πρὸς τὴν τοῦ βίου ἐπὶ τὸ χεῖρον μετάπτωσιν, οὕτω καὶ τὰ περὶ τοὺς φίλους, ἤτοι τούς τε ἀπογόνους καὶ ἄλλως εἰς φιλίαν συναπτομένους. εἰ γὰρ φίλτατα τὰ οἰκεῖα ἔκγονα καλεῖται, τί ἄτοπον εἰ καὶ φίλα ἁπλῶς λέγεται καὶ τοῖς ἁπλῶς φιλουμένοις συνάπτεται; διὸ καὶ ἐπάγει τὸ ὁμοίως ἅπαντας, ὡς συναιρῶν ἅπαντας ἐν ταὐτῷ τῷ τῆς φιλίας ὀνόματι. καί φησι θεωρεῖσθαι τὴν αὐτὴν καὶ ἐν τούτοις διαφορὰν κατὰ τὰ συμβαίνοντα, ὡς τὰ μὲν μείζω τούτων καὶ βρίθοντα ἐφικνεῖσθαι πρὸς τὸν εὐδαίμονα, τὰ δὲ κοῦφα ἴσως μηδὲ λογίζεσθαι.
“那么,如果正如关于自身的挫折那样”由此,他设定了后代与朋友们所发生之事与幸福之人相交通的分寸,如他所承诺的那样普遍且概略地阐明其差异。首先是依据发生之事的大小而定的差异。他说,因为正如在围绕幸福之人所发生的不幸中,较沉重的不幸会为生活的改变带来某种倾向,而轻微的不幸则微小且对于生活向更坏的跌落而言不值一提,围绕朋友们——即后代以及以其他方式结成友爱之人——的事情亦是如此。因为若是自身的子孙被称为最亲爱之人,那么即便他们被纯粹称为亲爱之人并与纯粹被爱之人联系在一起,又有什么荒谬呢?因此他又加上了“同样包括所有这些人”,仿佛在同一个友爱的名称下总括了所有人。他说,在这些事情中根据所发生之事亦可见到同样的差异:其中重大而沉重之事会波及幸福之人,而轻微之事或许根本不被计入。
- 1.161πλὴν ὑποτιθεμένου καὶ τοῦ ὑπάρξαι αὐτοῖς ἀδιακόπως ταὐτὸ διὰ βίου παντός
连词性副词 πλὴν 后面接属格独立结构(ὑποτιθεμένου ... τοῦ ὑπάρξαι...)。带冠词的不定式短语 τοῦ ὑπάρξαι αὐτοῖς ἀδιακόπως ταὐτὸ διὰ βίου παντός 作为被动分词 ὑποτιθεμένου 的语义主语(属格),表示限制性条件:“只要假定……”。
- 1.162τὸ μὲν οὖν λέγειν μηδ’ ὁτιοῦν συμβάλλεσθαι, λίαν ἄφιλον φαίνεται.
整句的句法骨架为:带冠词的不定式短语 τὸ λέγειν 作主语,φαίνεται 为主动词,λίαν ἄφιλον 为谓语形容词。在不定式 λέγειν 内部嵌入了带宾格的不定式结构 μηδ’ ὁτιοῦν συμβάλλεσθαι 作为其宾语(内容)。
- 1.163τὰ δ’ ὑπάρχοντα κοῦφα γίνεται μικρὰ καὶ οὐδενὸς ἄξια λόγου
名词化的现在分词短语 τὰ ὑπάρχοντα κοῦφα(“作为轻微之物存在/发生的事物”)作主语,γίνεται 为动词,μικρὰ καὶ οὐδενὸς ἄξια λόγου 为谓语形容词短语,与前一分句 τὰ μὲν βαρύτερα ... παρέχεται 形成对照。
