- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:99.17-100.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯注解了亚里士多德在Bekker 92b23–92b28中的论证,即如果定义既不表明事物的存在也不表明其必然性,它就将沦为与名称具有相同意义的言述;注解者在此补充了省略成分并讨论了语源学言述。
" Οὔτε γὰρ ὅτι δυνατὸν εἶναι τὸ λεγόμενον προσδηλοῦσιν οἱ ὅροι, οὔτε ὅτι ἐκεῖνο οὗ φασιν εἶναι ὁρισμοί·1" Οὐδέτερον γάρ, φησί, τῶν δύο τούτων οἱ ὁρισμοὶ ἀποδιδόμενοι συνεμφαίνουσιν, οὔτε τὸ δύνασθαι εἶναι τὸ πρᾶγμα ἐφ’ ᾧ ἀποδίδονται, οὔτε ὅτι ἐκεῖνο τὸ πρᾶγμά ἐστι καὶ οὐχ ἕτερόν τι, οὗ τὸν ἀποδιδόμενον ὁρισμὸν εἶναι λέγουσι. τὸ δὲ δυνατὸν εἶναι ἢ ὁμωνύμως ἀντὶ τοῦ ἀναγκαῖον εἴρηκεν, ἢ ὡς ῥᾷον ὂν δύνασθαι εἶναί τι ἢ ἐξ ἀνάγκης εἶναι, ἵν’ εἴη οὕτω νοούμενον ‘εἰ γὰρ οὐδ’ ὅτι δυνατὸν ὅλως εἶναι συνεμφαίνεται τῷ ὅρῳ, πολλοῦ δεῖ ὅτι ἐξ ἀνάγκης ἐστίν’.
“因为诸定义既未附加表明所说之物可能存在,也未附加表明它就是他们所说是其定义的那事物;”他说,因为被给出的定义并不共同显明这两者中的任何一个:既不显明被给出定义的事物可能存在,也不显明该事物就是他们所说给出的定义属于它的那事物而非其他事物。而他说“可能存在”,或者是在同名异义的意义上用以代替“必然存在”,或者是由于某物能够存在要比必然存在更为容易,以便这样来理解:“因为如果连它完全可能存在都未在定义中共同显明,那么它必然存在就更谈不上了”。
"Ἀλλ’ ἀεὶ ἔξεστι λέγειν τὸ διὰ τί." Τοσοῦτον, φησίν, οὐ δηλοῦσί τι τῶν εἰρημένων οἱ ὅροι, ὡς ἐξεῖναι λέγειν ἀεὶ μετὰ τὴν τοῦ ὅρου ἀπόδοσιν ‘διὰ τί τοῦτ’ ἐστὶ καὶ οὐκ ἄλλο τὸ ὑπὸ τοῦ ὁρισμοῦ δηλούμενον; ἢ διὰ τί ὅλως ἐστίν’; ἅπερ οὐκ ἂν ἐφεῖτο ἐρωτᾶν, εἰ ὁ ὁρισμὸς ἐκεῖνα ἐδήλου.
“而总是可以问‘为什么’。” 他说,诸定义竟如此完全不表明前述的任何一点,以至于在给出定义之后,人们总可以说:“为什么由定义所表明的这东西是这个而非另一个?抑或它为何根本存在?”如果定义表明了那些事情,提出这些发问原本就是不被允许的。
"Εἰ ἄρα ὁ ὁριζόμενος δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει τοὔνομα, εἰ μὴ ἔστιν οὐδαμῶς τοῦ τί ἐστιν, εἴη ἂν ὁρισμὸς λόγος ὀνόματι τὸ αὐτὸ σημαίνων, ὅπερ ἄτοπον." Λοιπόν, φησίν, ἐπεὶ ὁ ὁρισμὸς δυοῖν θάτερον δεικνύειν ὀφείλει, ἢ τί ἐστὶ τὸ πρᾶγμα ἢ τί σημαίνει τοὔνομα, μηδαμῶς δὲ δείκνυσι τὸ τί ἐστι τὸ πρᾶγμα, ὡς εἴρηται, μηνύει ἄρα τί σημαίνει τοὔνομα· ὥστε οὐδὲν ἄλλο ἔσται ὁ ὁρισμὸς ἢ λόγος τὸ αὐτὸ δηλῶν τῷ ὀνόματι. ἀλλὰ τοῦτο ἄτοπον, ὡς δειχθήσεται. τῷ δὲ εἰ μὴ ἔστιν οὐδαμῶς τοῦ τί ἐστι δεῖ συνεξακούειν τὸ δηλωτικὸς ἢ δεικτικός.2
“因此,如果下定义者要么证明何为本质,要么证明名称意味着什么,而[定义]如果完全不是关于何为本质的,那么定义就将是与名称意味着同一事物的言述,而这是荒谬的。” 他说,因此,既然定义应当在二者中证明其一——要么是事物何为本质,要么是名称意味着什么——但正如前述,它决不证明事物何为本质,那么它表明的就是名称意味着什么;从而定义将完全只是与名称表明同一事物的言述。但正如将被证明的那样,这是荒谬的。在“如果完全不是关于何为本质的”这一表述中,必须一同补充理解“表明的”或“证明的”。
"Πρῶτον μὲν γὰρ καὶ μὴ οὐσιῶν ἂν εἴη καὶ τῶν μὴ ὄντων· σημαίνειν γὰρ ἔστι καὶ τὰ μὴ ὄντα." Πολλῶν ἑπομένων ἀτόπων τῷ λέγοντι λόγῳ μηδέν τι πλέον τὸν ὁρισμὸν δηλοῦν τοῦ ὀνόματος, πρῶτον ἔσται τοῦτο, ὅτι γένοιτ’ ἂν καὶ τὰ μὴ ὄντα ὁρίζεσθαι, ἐπεὶ καὶ ὀνομάζειν ἔστι. μὴ ὄντα γὰρ τὸν τραγέλαφον ὀνομάζομεν καὶ τὸν ἱπποκένταυρον, ὧν σημαίνει μὲν τὰ ὀνόματα, οὐ μέντοι γε καὶ εἰσὶ τὰ ὑπ’ αὐτῶν σημαινόμενα, ἀλλ’ ὀνόματά ἐστι πραγμάτων 〈μὴ〉 ὑφεστώτων ψιλά. ὥστε εἰ ταὐτὰ σημαίνουσιν οἱ ὁρισμοὶ τοῖς ὀνόμασιν, ἐπεὶ αὐτὰ ὀνομάζομεν, καὶ ὁρισμοὺς αὐτῶν ἀποδώσομεν, ἢ καὶ ἐν τῷ ὀνομάζειν αὐτὰ ὁριζόμεθα, εἰ ταὐτὸν δηλοῖ ὁ ὁρισμὸς καὶ τὸ ὄνομα· καὶ τὰ πρότερα ἕψεται ἄτοπα, τὸ εἶναι τὸ τί ἐστι καὶ γινώσκεσθαι χωρὶς τοῦ εἶναι ἁπλῶς, καὶ τὰ λοιπά. τὸ δὲ μὴ οὐσιῶν καὶ τῶν μὴ ὄντων ἐκ παραλλήλου τὸ αὐτό· λαμβάνεται γὰρ ἐνίοτε ἡ οὐσία καὶ ἐπὶ τοῦ ὄντος ἁπλῶς. τὸ δὲ σημαίνειν γάρ ἐστι καὶ τὰ μὴ ὄντα, ἤγουν ἔστι γὰρ καὶ τοῖς μὴ οὖσι μὲν ἀναπλαττομένοις δὲ κατὰ φαντασίαν καὶ ἐπίνοιαν ὀνόματα τιθέναι σημαντικά, ὁρισμοὺς δὲ τούτων οὐκ ἔστιν ἀποδιδόναι. εἶεν δ’ ἂν ὁρισμοὶ καὶ οἱ λόγοι οἱ τὰς τῶν κειμένων ὀνομάτων δηλοῦντες ἐτυμότητας· εἰσὶ γὰρ καὶ οὗτοι λόγοι τὰ αὐτὰ σημαίνοντες τοῖς ὀνόμασιν, οἷον εἴ τις εἴπῃ ὅτι ἄνθρωπός ἐστιν ὁ διαρθρῶν τὴν ὄπα, καὶ ἵππος ἐστὶν ὁ τοῖς ποσὶν ἱέμενος ἢ ἱπτάμενος. ἀλλ’ εἰ καὶ ταὐτὸν οὗτοι σημαίνουσι τοῖς ὀνόμασι, ὅμως οὔκ εἰσιν ἁπλῶς ὁρισμοί, ὅτι μὴ δηλοῦσι τὴν οὐσίαν ἐκείνων οἷς ἐτέθησαν τὰ ὀνόματα.
“因为首先,它既可能属于非实体,也可能属于非存在;因为即使是非存在也是可以被意指的。” 在主张定义丝毫不比名称多表明任何东西的论点所伴随的诸多荒谬中,首先将是这一点:既然命名非存在也是可能的,那么定义非存在也就会发生。因为我们对并不存在的鹿羚和人马兽进行命名,它们的名字确实有所意指,但由它们所意指的事物却并不存在,而〔这些名字〕只是未曾实存的事物的虚名。因此,如果定义与名称意指相同的事物,既然我们命名它们,我们也就将给出它们的定义,或者如果定义与名称表明同一事物,我们在命名它们的同时甚至就已经在定义它们了;并且先前指出的那些荒谬就会随之而来,即何为本质在脱离单纯的存在的情况下存在并被认知,诸如此类。而“非实体以及非存在”是并列地指称同一事物;因为“实体”有时也用于单纯的“存在”。至于“因为即使是非存在也是可以被意指的”,意思是说,对于那些并不存在、而是在想象与思想中虚构出来的事物,固然可以设定具有意义的名称,但要给出它们的定义却是不可能的。此外,表明既定名称之词源的那些言述也将成为定义;因为这些也是与名称意指同一事物的言述,正如有人若说人是“分节发出声音者”,马是“以足疾驰或飞奔者”。但是,即便这些与名称意指同一事物,然而它们却并非单纯而言的定义,因为它们并未表明那些被赋予名称之物的实体。
- 1.113οὔτε ὅτι ἐκεῖνο οὗ φασιν εἶναι ὁρισμοί
在引文(lemma)的这个分句中,句法结构高度紧缩。正如注解者的释义(“οὔτε ὅτι ἐκεῖνο τὸ πρᾶγμά ἐστι καὶ οὐχ ἕτερόν τι, οὗ τὸν ἀποδιδόμενον ὁρισμὸν εἶναι λέγουσι”)所示,ἐκεῖνο 之后省略了动词 ἐστί,关系代词 οὗ 作为属格补足语依附于不定式 εἶναι(“作为其定义”),主格复数表语 ὁρισμοί 简略地表达了“[这些定义]是其定义”。
- 1.115τῷ δὲ εἰ μὴ ἔστιν οὐδαμῶς τοῦ τί ἐστι δεῖ συνεξακούειν τὸ δηλωτικὸς ἢ δεικτικός
在亚里士多德原文(引文)“εἰ μὴ ἔστιν οὐδαμῶς τοῦ τί ἐστι”中,属格短语 τοῦ τί ἐστι(“关于何为本质的”)单独作为系词 ἔστιν 的表语。埃乌斯特拉提乌斯明确指出此处必须在句法上补出(συνεξακούειν)形容词 δηλωτικός(“表明的”)或 δεικτικός(“证明的”)。所有语言均遵循注解者的这一句法判断,译作“[表明/证明]何为本质的”。
