- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:98.10-99.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥注解了亚里士多德在Bekker 92b17–92b20中关于定义并不证明事物的存在、以及现行的定义方式(如圆的定义)未能给出事物存在及其必然归属之原因的论述,并阐明了“如今诸定义的样态”这一措辞的意图以及“山铜”一词的涵义。
" Τί οὖν δείξει ὁ ὁριζόμενος τί ἐστιν; ἢ τὸ τρίγωνον· εἰδὼς ἄρα τις ὁρισμῷ τί ἐστιν, εἰ ἔστιν οὐκ εἴσεται. ἀλλ’ ἀδύνατον." Ἐπεί, φησί, δέδεικται τὸ ὅτι ἐστὶν ἀποδείξει δεικνύμενον, δῆλον ὡς οὐχ ὁρισμῷ. ὁ οὖν ὁρισμὸς δεικνὺς τὸ τρίγωνον τί λοιπὸν δείξει ἢ τί ἐστι; τοῦτο δὲ πάντως χωρὶς τοῦ ὅτι ἐστὶ δείξει· ἐκεῖνο γὰρ ἀποδείξει δείκνυται. ὥστε εἴσεται ὁρισμῷ τί ἐστιν, ἀγνοῶν εἰ ὅλως ἐστίν· ἀλλὰ τοῦτο ἀδύνατον δέδεικται· τὸ μὴ ὂν γὰρ εἴσεται τί ἐστιν. εἰ γὰρ καὶ ὂν ἴσως, ἀλλ’ αὐτῷ μὴ ὄν, ὅτι εἰ ἔστιν ἠγνόηται.1
“那么,下定义的人将证明何为本质呢?抑或[证明]三角形?因此,有人通过定义知晓何为本质,却不会知晓它是否存在。但这是不可能的。” 他说,既然已经证明其存在是由证明来证明的,显而易见就不是由定义来证明。那么,证明三角形的定义除了何为本质之外,究竟还会证明什么呢?而且它将完全脱离其存在来证明这一点;因为那一点是由证明来证明的。从而,他将通过定义知晓何为本质,却对它究竟是否存在一无所知;但是这一点是不可能的,前面已经证明了;因为他将知晓一个非存在的事物何为本质。因为即便[该事物]或许是存在的,但对他而言却是不存在的,因为关于它是否存在是未知的。
"Φανερὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους τῶν ὅρων, ὡς οὐ δεικνύουσιν οἱ ὁριζόμενοι ὅτι ἔστι." Τὰς ἀποδείξεις λέγων δεικνύσας ὅτι ἐστί,2 κἀντεῦθεν τοῦτο τῶν ὁρισμῶν ἀπαλλοτριῶν, διὰ τὸ μὴ ταὐτὸν εἶναι τὸ τῷ ὁρισμῷ καὶ τὸ τῇ ἀποδείξει δεικνύμενον, τὰς ἐπιστήμας ἐκεῖσε παρέθετο ὡς τοῦ ὅτι ἐστὶ ποιουμένας τὰς ἀποδείξεις· νῦν δὲ τὸ τί ἐστι λέγων ἄνευ τινὸς προσδηλώσεως τοῦ ὅτι ἐστὶ παρὰ τοῦ ὁρισμοῦ δείκνυσθαι, τοὺς ὁρισμοὺς παρατίθεται, ἐκ τῆς ἐπαγωγῆς δεικνὺς τὸ προκείμενον. καθὼς γὰρ νῦν ὁρίζονται οἱ ὁριζόμενοι, οὐ δεικνύουσι, φησί, τὸ ὅτι ἐστί. τὸ δὲ ‘νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι’ πρότερον εἰπὼν καὶ αὖθις ‘τοὺς νῦν τρόπους τῶν ὅρων’ οὐχ ὡς ταῖς νῦν οὔσαις ἐπιστήμαις ἢ τοῖς νῦν ὅροις ἐπιμεμφόμενος οὕτω φησίν, ἀλλ’ ὡς εἰπεῖν ἐπιεικευόμενος· αἱ γὰρ τέως, φησίν, ἄχρι καὶ νῦν ἐπιστῆμαι καὶ οἱ ἄχρι νῦν ὅροι οὕτως ἔχουσιν ὡς ἡμεῖς λέγομεν, εἰ μή τις εἴη καινοτομῶν τὰς ὁδοὺς καὶ ἄλλους τρόπους ἐπιτηδεύων ταῖς ἐπιστήμαις τε καὶ τοῖς ὅροις.
“而且按照如今诸定义的样态,下定义者并未证明其存在,这一点也是显而易见的。” 在说诸证明证明其存在之后,由于由定义所证明的与由证明所证明的并非同一事物,他由此使这[存在]与定义相分离,并在彼处引述了各门科学,视其为作出关于其存在的证明;而现在,由于谈及何为本质是由定义所证明且不伴有对其存在的任何附加表明,他引述了诸定义,通过归纳来证明所提出的论点。他说,因为按照如今下定义者下定义的方式,他们并未证明其存在。而他在前面说过“这正是各门科学如今也在做的事情”,接着又说“如今诸定义的样态”,他这样说并非是在责难如今现存的各门科学或如今的诸定义,而可以说是在审慎措辞;他说,因为迄今为止直到如今的各门科学以及直到如今的诸定义,正如我们所说的那样成立,除非有人革新道路,为各门科学以及诸定义尝试其他的样态。
"Εἰ γὰρ καὶ ἔστιν ἐκ τοῦ μέσου τι ἴσον, ἀλλὰ διὰ τί ἐστι τὸ ὁριστόν; καὶ διὰ τί τοῦτ’ ἐστὶν ὁ κύκλος; εἴη γὰρ ἂν καὶ ὀρειχάλκου εἶναι αὐτό.3" Προθέμενος δεῖξαι ἐκ τῶν κειμένων ὅρων τὸ εἰρημένον, ὅτι οὔτε τὸ εἶναι τὸ πρᾶγμα προσσημαίνεται τῷ ὅρῳ οὔτε διὰ τί ὁ ἀποδοθεὶς ὅρος τοῦδέ ἐστιν ἐφ’ ᾧ ἀποδέδοται καὶ οὐχ ἑτέρου τινός, ὅρον τινὰ εἰς μέσον προτίθησιν τῷ κύκλῳ ἁρμόζοντα· οὗτος δ’ ἐστὶ τὸ ἐκ μέσου ἴσον, ταὐτὸν δ’ ἐστιν εἰπεῖν οὗ ἐκ τοῦ κέντρου ἴσον ἀπέχει πανταχόσε ἡ περιφέρεια· μέσον γὰρ ἐν τῷ κύκλῳ τὸ κέντρον ἐστί. φησὶν οὖν, εἰ γὰρ καὶ ὁμολογουμένως ἔστι τι τοιοῦτον ἐν τοῖς οὖσιν ἐκ τοῦ μέσου ἴσον [ἐστίν] ἀλλ’ ὅσον κατὰ τὴν τοῦ ὁρισμοῦ ἀπόδοσιν ἔστιν ἐρωτᾶν περὶ τοῦ ὁρισθέντος, διὰ τί ἐστι, καὶ διὰ τί τοῦτ’ ἐστὶ κύκλος ὃ τὸν ὁρισμὸν τουτονὶ ἐπιδέχεται, διὰ τὸ μηδεμίαν ἀνάγκην ἐκ τῆς τοῦ ὁρισμοῦ ἀποδόσεως ἐμφαίνεσθαι μήτε τοῦ εἶναι τὸ πρᾶγμα μήτε τοῦ αὐτοῦ εἶναι τὸν ὁρισμὸν καὶ οὐκ ἄλλου τινός, καὶ τοσοῦτον, ὥστε καὶ τῷ τυχόντι ἐφαρμόζειν αὐτόν, οἷον ὀρειχάλκῳ ἢ ἄλλῳ ὁτῳοῦν ἢ ὄντι μέν, μὴ κύκλῳ δὲ ὄντι ἢ μηδὲ ὄντι ὅλως, ὅσον ἀπὸ τοῦ μὴ αἰτίαν ἐκ τῆς ἀποδόσεως ἐμφαίνεσθαι, δι’ ἣν τοῦ κύκλου ἔσται, ἀλλ’ οὐχ ἑτέρου τινός. ὀρείχαλκον δ’ οἱ μὲν εἶδος ὕλης εἶναί φασιν οὕτω καλουμένης, ἣ τοῖς νῦν οὐχ εὑρίσκεται, ἄλλοι δὲ τὸν λευκὸν χαλκόν· κέχρηται δὲ τῇ λέξει Ἡσίοδος ἐν Ἀσπίδι “ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ δύσατο”.
“因为纵使存在某种由中心出发相等的东西,但被定义者为何存在?以及为何这就是圆?因为这也可以是山铜[的定义]。” 为了从既定的诸定义中证明前述观点——即事物的存在既未在定义中被附加意指,给出的定义何以属于给出它的这个事物而非属于其他某个事物也未被附加意指——他提出了一个适合于圆的定义;这就是“由中心出发相等者”,这与说“圆周在各个方向上距其中心均等者”是同一回事;因为在圆中,中心就是其中间。因此他说:纵使在实在事物中公认存在某种“由中心出发相等者”,但仅就定义的陈述而言,人们尽可以就所定义的事物发问:它为何存在,以及接纳这个定义的这东西为何是圆;这是因为从定义的陈述中,既没有显明事物存在的任何必然性,也没有显明该定义属于该事物本身而非其他某个事物的任何必然性;以至于它甚至能适用于偶然的任意事物,例如山铜或任何其他事物——无论是虽然存在但不是圆的事物,还是根本完全不存在的事物——只要在陈述中并未显明任何原因,以此说明它将属于圆而不属于其他某个事物。关于山铜,有人说这是一种如此命名的质料,如今的人们已经无法找到它,而另一些人则说是白铜;赫西俄德在《盾牌》中使用了这个词:“言罢,他穿上了闪亮山铜的胫甲”。
- 1.110εἰ γὰρ καὶ ὂν ἴσως, ἀλλ’ αὐτῷ μὴ ὄν, ὅτι εἰ ἔστιν ἠγνόηται.
在此处 εἰ καὶ ὂν 之后省略了动词 ἐστιν,构成让步条件分句。与格 αὐτῷ 是表判断者视角的与格(关系与格 / dativus iudicantis),表示即使客观上该事物可能存在,但就该主体而言,由于其是否存在尚未可知,因而对他来说等同于不存在。
- 1.111Τὰς ἀποδείξεις λέγων δεικνύσας ὅτι ἐστί
现在时主动分词 δεικνύσας(阴性宾格复数,与 Τὰς ἀποδείξεις 一致并作 λέγων 的补足分词)紧接在 λέγων 之后,整体构成概括前文论证步骤(“在说诸证明证明其存在之后”)的分词结构,依附于主句动词 παρέθετο。
- 1.112εἴη γὰρ ἂν καὶ ὀρειχάλκου εἶναι αὐτό.
亚里士多德原文引文(引理)。非人称的潜在祈愿语气 εἴη ἄν 统辖带宾格的不定式结构 εἶναι αὐτό,属格 ὀρειχάλκου 作表语,表所属或特征(“因为这[定义]属于山铜也是有可能的”)。
