← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§100.27-102.7

一切言说皆为定义的荒谬与固有名称

针对亚里士多德在Bekker 92b30中提出的若定义等同于名称则一切言说(包括《伊利亚特》)都将成为定义的荒谬推论,厄斯特拉提奥斯通过将赋予言说的名称解释为固有的篇名而非普遍的类名来理清论证脉络,并在最后就名称与定义互为阐发的传统看法提出了疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.117#1

" Ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ἂν εἶεν· εἴη γὰρ ἂν ὄνομα θέσθαι ὁποιῳοῦν λόγῳ, ὥστε ὅρους ἂν διαλεγοίμεθα πάντες, καὶ ἡ Ἰλιὰς ὁρισμὸς ἂν εἴη." Ἕτερον ἄτοπον ἑπόμενον δείκνυσι τῷ λέγοντι λόγῳ ταὐτὸν σημαίνειν τὸν ὁρισμὸν τῷ ὀνόματι· τοῦτο δ’ ἐστὶ τὸ πάντας εἶναι τοὺς λόγους ὁρισμούς. κατασκευάζει δὲ τοῦτο ἐκ τοῦ δυνατὸν εἶναι ὄνομα θέσθαι λόγῳ παντί, οἷον τὸ ‘εἴθ’ ὣς ἡβώοιμι, βίη τέ μοι ἔμπεδος εἴη’ ὀνομασθείη ἂν εὐχή, καὶ τὸ ‘τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πόλις ἠδὲ τοκῆες’ πεῦσις, καὶ ἄλλος κλῆσις καὶ ἄλλος προοίμιον καὶ ἄλλος διήγησις. ἐπεὶ οὖν, φησίν, ὀνόματα πᾶσι, τὰ δὲ αὐτὰ σημαίνουσι τοῖς ὁρισμοῖς τὰ ὀνόματα, εἶεν ἂν πάντες οἱ λόγοι ὁρισμοί.1 πῶς δὲ τοῦτο συμβαίνει, δόξειεν ἂν ὥσπερ ἀνοίκειον· ἡ γὰρ ὑπόθεσις ἦν τοὺς ἐπὶ τοῖς πράγμασι κειμένους ὁρισμοὺς ταὐτὸν δηλοῦν τοῖς ὀνόμασι, νῦν δὲ τοῖς ἁπλῶς λόγοις οὐχ ὡς ὁρισμοῖς τιθεὶς ὀνόματα λέγει διὰ τὸ κεῖσθαι αὐτοῖς ὀνόματα ὁρισμοὺς εἶναι αὐτούς. καὶ δοκεῖ ἀνακόλουθον· οἱ γὰρ τοιοῦτοι λόγοι ὡς πράγματά τινα κεῖνται αὐτοῖς καὶ τίθενται τὰ ὀνόματα· καὶ οὐ μόνον ὀνόματα ἴδια, ἀλλὰ καὶ ἰδίους ὁρισμοὺς ἕκαστον εἶδος αὐτῶν ἐπιδέχεται. τίνα οὖν πρόφασιν ἔχει ταῦτα δηλοῦν αὐτοὺς τοῖς οἰκείοις ὀνόμασι, καὶ διὰ τοῦτο εἶναι πάντας ὁρισμούς; ἢ οὐχ ἁπλῶς ἔοικε περὶ τῶν ὀνομάτων λέγειν, ἵνα καὶ αὐτὰ εἴπωμεν ἃ γενικῶς τοῖς λόγοις τίθεται, ἀλλὰ περὶ τῶν ἰδίως τιθεμένων, ὡς διαφορίζειν τὴν πᾶσαν ὑπόθεσιν· οἷον τί λέγομεν; ἔστιν ὄνομα λόγου ποίησις, ἱστορία, συγγραφή, συλλογισμός, ἐπαγωγή, προοίμιον, διήγησις, ἀπόφανσις, εὐχή, πρόσταξις, κλῆσις, πεῦσις· τὰ τοιαῦτα πάντα γενικὰ καὶ οὐ τῷδε ἢ τῷδε τῷ λόγῳ ἁρμόζοντα, ἀλλὰ πᾶσιν τοῖς οὕτω σχηματιζομένοις, καὶ οὕτω σημαίνουσιν ὡς ὑπὸ τόδε ἢ τόδε τὸ γένος ἀνάγεσθαι, τὴν εὐχὴν τυχὸν ἢ τὴν κλῆσιν ἢ τὴν συγγραφὴν ἢ τὴν ἱστορίαν ἢ τὴν ποίησιν. τὸ δὲ Ἰλιὰς ὄνομα καὶ Ὀδύσσεια καὶ τὰ τοιαῦτα ἴδια ἐστιν ὀνόματα τὴν πρόθεσιν τοῦ βιβλίου ἐν βραχεῖ ἀφορίζοντα. περὶ τῶν τοιούτων ὀνομάτων ἔοικε λέγειν, ἅπερ ἰδίᾳ ἑκάστῳ λόγῳ τίθεται. διὰ τοῦτο γὰρ λέγει εἴη γὰρ ἂν ὄνομα θέσθαι ὁποιῳοῦν λόγῳ, ὡς δυνατὸν ὂν καθ’ ἑκάστην διάνοιαν τὴν δηλουμένην ὑπὸ τοῦ λόγου παντὸς τοῦ λεγομένου προσφυὲς τίθεσθαι. ἐπεὶ οὖν, φησί, ταὐτὸν δηλοῦσιν οἱ ὁρισμοὶ τοῖς ὀνόμασι, ταὐτὸν δὲ καὶ τὰ ὀνόματα τοῖς λόγοις οἷς οἰκείως τίθενται τὴν αὐτὴν διάνοιαν ἀφορίζοντα, εἶεν ἂν οἱ ὁρισμοὶ οἱ τοῖς τοιούτοις λόγοις ἀποδιδόμενοι ταὐτὸν δηλοῦντες τοῖς λόγοις ἐφ’ οἷς ἀπεδόθησαν. ὥστε εἶεν ἂν καὶ οἱ λόγοι πάντες ὁρισμοί· ὡς γὰρ ὀνόματα τίθεσθαι τοῖς λόγοις ἰδίᾳ δυνατόν, οὕτω καὶ ὅρους ἐπ’ αὐτοῖς ἀποδιδόναι δυνατόν. ὥστε ἐπεὶ τῇ ποιήσει τοῦ Ὁμήρου, ἐν ᾗ περιέχεται τὰ ἐν τῇ Ἰλίῳ πεπραγμένα Τρωσί τε καὶ Ἕλλησιν, Ἰλιὰς ἐπιτέθειται ὄνομα, δυνατὸν καὶ λόγον ἀποδοῦναι τὸν κατὰ τοὔνομα. σημανεῖ οὖν ὁ λόγος ὡς ἡ ὑπόθεσις ταὐτὸ τῷ ὀνόματι, τὸ δὲ ὄνομα ταὐτὸ τῷ λόγῳ παντὶ τῆς ποιήσεως. ὥστε καὶ ὁ λόγος ὁ κατὰ τοὔνομα ταὐτὸ τῷ λόγῳ παντὶ τῆς ποιήσεως, καὶ εἰ ἐκεῖνος ὁρισμός, καὶ ἡ ποίησις ἄρα ὁρισμός· δυοῖν γὰρ λόγων σημαινόντων ταὐτὸ εἰ ἅτερος ὁρισμός, καὶ ὁ ἕτερος.2 ὥστε δὴ οὐ μόνον ἡ Ἰλιὰς ἅπασιν ὁρισμὸς ἂν εἴη, ἀλλὰ καὶ ἡ Ὀδύσσεια, ἐπεὶ καὶ αὐτῇ ὄνομα ἴδιον τέθειται· καὶ λόγος ἂν ἀποδοθείη αὐτῆς κατὰ τὸ ὄνομα. καὶ πάντες οἱ λόγοι ὡσαύτως, ἱστορίαι τε καὶ συγγραφαί, δίκαι τε καὶ συμβουλαὶ καὶ ἐγκώμια· καὶ ὁρισμοὺς ἂν διαλεγοίμεθα ἕκαστος, ἐπεὶ δυνατὸν τῷ ἑκάστου λόγῳ ἴδιον τεθῆναι ὄνομα, καὶ λόγον δὲ ἀποδοθῆναι τὸν κατὰ τοὔνομα. εἰ γὰρ καὶ μὴ ὡσαύτως τοῖς λόγοις δηλοῦσι τὰ κείμενα αὐτοῖς ὀνόματα, ἀλλ’ οὖν γε ταὐτὰ δηλοῦσιν ἑτέρως· τὰ μὲν γὰρ ὁλοσχερῶς, οἱ δὲ διευκρινισμένως. ἔστι δὲ διαπορῆσαι πρὸς τὰ οὕτω λεγόμενα.3 καὶ μὴν τὰ σημαντικὰ τῶν πραγμάτων ὀνόματα ταὐτὰ τοῖς λόγοις αὐτῶν σημαίνουσιν, οἷον τὸ τί ἐστιν ἑκάστου δηλοῦσιν, ὡς καὶ δι’ ἀλλήλων ὁρίζεσθαι τὸν ὁρισμὸν καὶ τὸ ὄνομα καὶ εἶναι μὲν ὁρισμὸν συνεπτυγμένον τὸ ὄνομα, ὄνομα δ’ αὖθις ἐξηπλωμένον τὸν ὁρισμόν. καίτοι λόγος ὁ λόγος, οὐκ ὄνομα, καὶ ὄνομα, οὐ λόγος τὸ ὄνομα, ἀλλά γε διὰ τὸ ταὐτὸν τῆς δηλώσεως ἀλλήλοις τὰ ἑαυτῶν ἀντιδιδόασιν ὀνόματα. πῶς οὖν νῦν ὡς ἄτοπον λέγεται τὸ ταὐτὸν σημαίνειν τοὺς ὁρισμοὺς τοῖς ὀνόμασιν;

“此外,所有的言说都将是定义;因为可以给任何一种言说设定一个名称,从而我们将全都在用定义进行交谈,而《伊利亚特》也将是一个定义。” 他指出了伴随于主张定义与名称意味着同一事物的论点的另一个荒谬;这就是所有的言说都将是定义。他根据可以给每一言说设定一个名称这一事实来建构这一点:例如,“但愿我依然如此年轻,我的力量依然坚固”这一言述可以被命名为祈愿,而“你是众人中的谁,来自何方,你的城邦与父母在哪里”可以被命名为诘问,另一言述可以被命名为呼告,另一言述可以被命名为序言,另一言述可以被命名为叙述。他说,因此,既然所有言说都有名称,而名称与定义意味着同一事物,那么所有的言说都将是定义。然而,这如何发生,似乎显得并不恰当。因为前提原本是,设定于事物之上的诸定义与诸名称表明同一事物,而现在他把名称设定给单纯的言述而非作为定义,并声称由于名称被设定给它们,它们本身就是定义。这看起来是不连贯的;因为此类言述作为某种事物被置定,名称被设定给它们;并且它们的每一形式不仅接受固有的名称,而且也接受固有的定义。那么,这些言述通过它们固有的名称来表明它们自身,并因此所有的言说都是定义,究竟有什么理据呢?抑或他看起来并非单纯地在谈论那些——即便我们列举它们——属相性地被设定给诸言说的名称,而是在谈论那些被个别设定的、用以界定整个论题的名称?例如,我们指的是什么呢?言述的名称有:诗作、历史、著述、三段论、归纳、序言、叙述、断言、祈愿、命令、呼告、诘问;所有这些都是属相性的,并不适合于这一或那一特定的言述,而是适合于所有如此构成的言述,并且它们的意指方式是归入这一或那一属,例如祈愿、呼告、著述、历史或诗作。而《伊利亚特》和《奥德赛》等名称,则是简短地界定该书主旨的固有名称。他看起来正是在谈论这些个别地被赋予每一言述的此类名称。正因如此,他才说“因为可以给任何一种言说设定一个名称”,理由是能够根据由每一所说的言述所表明的各个思想内容来设定恰当的名称。他说,因此,既然诸定义与诸名称表明同一事物,而诸名称又与它们所固有地设定于其上、界定同一思想内容的诸言述表明同一事物,那么被赋予此类言述的诸定义,就将与它们所被赋予的那些言述表明同一事物。从而,所有的言述也都会是定义;因为正如可以个别地给诸言述设定名称一样,给它们赋予定义也是可能的。因此,既然对包含特洛伊人与希腊人在伊利昂所作所为的荷马诗作赋予了《伊利亚特》这一名称,那么也就能够给出符合该名称的言述。于是,根据前提,该言述将与该名称意指同一事物,而该名称又与诗作的整个言述意指同一事物。从而,符合该名称的言述也将与诗作的整个言述意指同一事物,如果前者是定义,那么该诗作因而也是定义;因为当两个言述意指同一事物时,若其一是定义,另一个也是定义。因此,不仅《伊利亚特》对我们所有人来说都将是定义,而且《奥德赛》也将是定义,因为对它也设定了固有的名称;并且也可以给出符合其名称的言述。所有言述亦同样如此:历史、著述、诉讼辩论、劝告辩论与赞颂辩论;并且既然可以给每个人的言说设定固有名称,并给出符合该名称的言述,我们每个人就都将是用定义在交谈了。因为即使设定于其上的名称不以与言述相同的方式进行表明,但它们终究是以不同的方式表明同一事物:前者是概括地,后者是条理分明地。然而,对于如此所言,人们可以提出疑问。确实,意指事物的名称与它们的言述意指同一事物,例如它们表明各事物何为本质,以至于定义与名称甚至通过彼此而被定义,名称是浓缩的定义,而定义反过来是展开的名称。尽管言述是言述而非名称,名称是名称而非言述,但由于表明内容的同一性,它们将各自的名称相互赋予对方。那么,为什么现在把定义与名称意指同一事物说成是荒谬的呢?

语法注3 条
  1. 1.117ἐπεὶ οὖν, φησίν, ὀνόματα πᾶσι, τὰ δὲ αὐτὰ σημαίνουσι τοῖς ὁρισμοῖς τὰ ὀνόματα, εἶεν ἂν πάντες οἱ λόγοι ὁρισμοί.

    在 ἐπεὶ 从句中,ὀνόματα πᾶσι 省略了存在动词 εἰσί(或 ἐστί),解作“既然对于所有事物都存在名称”。主句 εἶεν ἂν πάντες οἱ λόγοι ὁρισμοί 采用 ἄν 搭配现在时祈愿语气,表示推论或潜势。

  2. 1.117δυοῖν γὰρ λόγων σημαινόντων ταὐτὸ εἰ ἅτερος ὁρισμός, καὶ ὁ ἕτερος.

    δυοῖν λόγων σημαινόντων ταὐτό 为属格绝对结构(“当两个言述意指同一事物时”)。条件从句与主句中均省略了系动词 ἐστί 及谓语名词(εἰ ἅτερος ὁρισμός [ἐστι], καὶ ὁ ἕτερος [ὁρισμός ἐστι]),构成了紧凑的对称句式。

  3. 1.117ἔστι δὲ διαπορῆσαι πρὸς τὰ οὕτω λεγόμενα.

    无人称动词 ἔστι(“可以……”)支配不定式 διαπορῆσαι,引出针对前述论证的新疑难(aporia)。πρὸς τὰ οὕτω λεγόμενα 是表示针对对象的介词短语(“针对如此所言之事”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:100.27-102.7