← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§96.29-98.9

本质与存在的属差及定义与证明之别

亚里士多德在《后分析篇》卷二第七章(92b8–15)中论证了:何为本质与存在由于在属上相异而无法由同一说明予以证明,且存在并非实体因而属于证明而非定义的范围;欧斯特拉提乌斯对此进行了注释,阐明其论证结构,并分析了几何学家的例证如何同时关涉意义与本质的区别以及对存在的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.107

" Ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς τῷ αὐτῷ λόγῳ δείξει; ὅ τε γὰρ ὁρισμὸς ἕν τι δηλοῖ καὶ ἡ ἀπόδειξις, τὸ δὲ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον ἄλλο.1" Ὅτι μὲν ἀναγκαῖον τὸν δεικνύντα τὸ τί ἐστι συνδεικνύναι τούτῳ καὶ τὸ ὅτι ἔστι, δέδεικται· ὃ γὰρ ἐπὶ τῶν γινωσκομένων εἴρηται, ἁρμόσει τοῦτο πάντως καὶ ἐπὶ τῶν δεικνυμένων. εἰ δέ τις ἐρεῖ ὅτι συνδείκνυσιν ὁ τὸ τί ἐστι δεικνὺς ἅμα αὐτῷ καὶ τὸ ὅτι ἔστιν, ἕτερον ἄτοπον ἕψεται· πῶς γὰρ ἑνὶ καὶ τῷ αὐτῷ λόγῳ δύο δείξει κατὰ γένος ἀλλήλων διάφορα; ὅ τε γὰρ ὁρισμὸς ἕν τι δηλοῖ καὶ ἡ ἀπόδειξις αὖθις ἕν· καὶ ὥσπερ τὴν δεικνύουσαν τὸ ὅτι ἔστιν ἀπόδειξιν οὐκ ἐνδέχεται σὺν αὐτῷ δηλοῦν καὶ τὸ τί ἐστιν, οὕτως οὐδὲ τὸν ὁρισμὸν δεικνύντα τὸ τί ἐστιν ἐνδέχεται σὺν αὐτῷ δεικνύειν καὶ τὸ ὅτι ἔστιν. εἰ μὲν γὰρ ἓν ἦν τὸ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον, ἐδείκνυτο ἂν καὶ ἑνὶ λόγῳ, εἴτε ὁρισμῷ εἴτε ἀποδείξει· ἐπεὶ δὲ ἕτερα καὶ ταῦτα κατὰ γένος, οὐκ ἐνδέχεται ἑνὶ δειχθῆναι λόγῳ καὶ τῷ αὐτῷ.

“然而,如果既要证明何为本质,又要证明其存在,那么怎能用同一说明来证明呢?因为定义表明单一事物,证明亦然,但人何为本质与人存在乃是不同的。” 证明何为本质者必然连同此点一起证明其存在,这一点已经被证明了;因为关于已知事物所说的,也完全适用于被证明的事物。但若有人说证明何为本质者连同它一起同时也证明其存在,便会随之产生另一个荒谬:因为他怎能用单一且同一的说明来证明在属上彼此相异的两个事物呢?因为定义表明单一事物,而证明同样表明单一事物;正如证明其存在的证明不可能连同它一起也表明何为本质一样,证明何为本质的定义也不可能连同它一起也证明其存在。因为如果人何为本质与人存在是同一的,那么无论是通过定义还是通过证明,用单一的说明来证明倒也是可能的;但既然这些在属上也是相异的,就不可能用单一且同一的说明来证明。

§1.108

"Εἶτα καὶ δι’ ἀποδείξεώς φαμεν ἀναγκαῖον εἶναι δείκνυσθαι ἅπαν ὅτι ἔστιν, εἰ μὴ οὐσία εἴη. τὸ δ’ εἶναι οὐκ οὐσία οὐδενί· οὐ γὰρ γένος τὸ ὄν· ἀπόδειξις ἄρ’ ἔσται ὅτι ἐστί." Δέδεικται πρότερον ὅτι οὔτε ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις ταὐτὸν οὔτε τὸ ὑπὸ τούτων ἀμφοῖν δεικνύμενον τὸ αὐτό. ἀλλὰ μὴν ὑπὸ τῆς ἀποδείξεως ἀναγκαῖον πᾶν ὅτι ἔστι δείκνυσθαι πλὴν τῆς οὐσίας, ἤτοι τοῦ τί ἐστιν· οὐκ ἄρα τὸ ὅτι ἐστὶν ὑπὸ τοῦ ὁρισμοῦ δείκνυται. εἰ γὰρ ἔσται δεικνύμενον τὸ αὐτὸ ὑπό τε τοῦ ὁρισμοῦ καὶ τῆς ἀποδείξεως, καὶ τὸ αὐτὸ ἔσται ὁρισμὸς καὶ ἀπόδειξις· καίτοι ταῦτα ὅτι ἀδύνατα, δέδεικται πρότερον. ἀλλ’ οὐδ’ ἔχει τις εἰπεῖν τὸ εἶναι οὐσίαν, καὶ οὐ δείκνυται ὑπὸ τοῦ ὁρισμοῦ,2 ἐπεὶ οὐδὲ γένος, ἵνα κἂν ὁρισμοῦ μέρος γένοιτο, ἀλλ’ ὁμωνύμως κατὰ πασῶν τῶν δέκα κατηγορεῖται ἀρχῶν. εἰ 〈δὲ〉 μὴ οὐσία τὸ εἶναι, πᾶν δὲ ὃ μὴ οὐσία, ἀποδείξει δείκνυται, ἀποδείξει ἄρα τὸ ὅτι ἐστὶ δείκνυται. πάλιν γὰρ ἐνταῦθα δοκεῖ τὴν ἀπόδειξιν κοινότερον λαβεῖν ἀντὶ τοῦ συλλογισμοῦ, ἐπεὶ οὐκ ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὑτὸ καὶ πρώτων καὶ αἰτίων τοῦ συμπεράσματος πᾶν δοκεῖ δείκνυσθαι ὃ μὴ οὐσία ἐστίν· εἰ δὲ καὶ περὶ τῶν καθ’ αὑτὸ συμβεβηκότων ἐκληψόμεθα τὰ λεγόμενα καὶ ἁπλῶς τῶν ὅσα δι’ ἀποδείξεως δείκνυται, οὐχ ἁπλῶς τῷ συλλογισμῷ, ἀλλὰ τῇ ἀποδείξει μόνῃ προσαρμόσει τὰ ῥήματα, καὶ ἔσται τοῦτο τῷ προκειμένῳ σκοπῷ οἰκειότερον. διὰ γὰρ τὴν ἀπόδειξιν καὶ τὰ ἀποδεικτά, καὶ ὡς ἔχουσι πρὸς τὸ τί ἐστιν, ἡ πρόθεσις αὐτῷ ἐνταῦθα.

“此外,我们还说,除了若是实体之外,一切存在都必然通过证明来证明。但存在对任何事物而言都不是实体;因为存在者并不是一个属;因此其存在将是有证明的。” 前面已经证明,定义与证明既非同一,二者所证明的东西也并非同一。然而,除了实体即何为本质之外,一切存在都必然由证明来证明;因此其存在并不是由定义来证明的。因为如果同一事物将既由定义又由证明来证明,那么定义与证明也将成为同一事物;然而前面已经证明这些都是不可能的。但是,也没有人能够说存在是实体,因而它也不是由定义来证明的,因为它甚至不是一个属,以至于能成为定义的一个部分,而是同名异义地被述谓于所有十个本原之上。但如果存在不是实体,而凡不是实体的都由证明来证明,那么其存在就是由证明来证明的。因为在此处,他似乎再次在更宽泛的意义上取“证明”以代指“推论”,因为并非凡不是实体的事物,似乎都从自身固有的、就其自身而言的、以及结论的在先原因中被证明;但如果我们把所说的话理解为关于自身固有的偶性,并单纯地关于一切通过证明而证明的事物,那么这些词句将不是适用于单纯的推论,而是唯独适用于证明,而这将更契合于当前所提出的目的。因为他在此处的意图是为了证明与可证明的事物,以及它们相对于何为本质具有何种关系。

§1.109

"Ὅπερ καὶ νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι. τί μὲν γὰρ σημαίνει τὸ τρίγωνον, ἔλαβεν ὁ γεωμέτρης, ὅτι δ’ ἐστὶ δείκνυσιν." Ἴσως τοῦτο οὐ πρὸς τὸ προσεχές, ἀλλὰ πρὸς τὸ ἀνωτέρω,3 ἐν ᾧ ἔλεγεν ὅτι ἐκ τῶν ὀνομάτων καὶ τῶν ταῦτα ἑρμηνευόντων λόγων τὸ τί σημαίνει γινώσκομεν, οὐ τὸ τί ἐστι. δῆλον γάρ, φησί, τοῦτο καὶ ἐκ τῶν ἐπιστημῶν· ὁ γὰρ γεωμέτρης ἐκ τοῦ τρίγωνον ὀνόματος οὐδὲν ἄλλο διαγινώσκει ἢ τί σημαίνει, ὅτι τὸ ὑπὸ τριῶν εὐθειῶν περιέχεσθαί τι χωρίον· τοῦτο δὲ λαβών, ὅτι ἔστι τρίγωνον τὸ ἐπὶ τῆς δοθείσης εὐθείας γραφόμενον ἢ πῃ ἄλλῃ δείκνυσι μήπω εἰδὼς τὸ τί ἐστιν, ἵνα μήτις ἔχῃ εἰπεῖν ὅτι τὸ τί ἐστι τρίγωνον μαθὼν πρότερον ὅτι ἔστι μετὰ ταῦτα δείκνυσι. καίτοι οὐ τὸ εἶναι ἁπλῶς τὸ τρίγωνον δείκνυσιν, ἀλλὰ τὸ ὡδὶ ἢ ὡδί, τὸ δ’ εἶναι ἁπλῶς καὶ πρὸ τῆς ἀποδείξεως ἴσησιν· οὐ γὰρ ἂν ἀπεδείκνυεν ὡδί, εἰ μὴ ᾔδει εἶναι ἁπλῶς. εἰ δὲ καὶ πρὸς τὸ προσεχὲς βούλοιτό τις ἀποδοῦναι τὸ ῥητόν, οὕτως ἂν ἐκλήψοιτο ‘ὅτι δὲ τὸ ὅτι ἔστιν ἀποδείξει δείκνυται, δηλοῦσιν αἱ ἐπιστῆμαι· ὁ γὰρ γεωμέτρης μόνον λαβὼν τί σημαίνει τρίγωνον, ὅτι ἔστι τρίγωνον δείκνυσι’. δύναται δὲ ὁμοῦ καὶ πρὸς ἄμφω λαμβάνεσθαι, ἅμα τε δηλοῦν ἐκ τῶν ἐπιστημῶν ὅτι ἐκ τῶν ὀνομάτων τὴν σημασίαν μόνην γινώσκομεν, ἅμα δ’ ὅτι τὸ ὅτι ἔστι δι’ ἀποδείξεως δείκνυται.

“这正是各门科学如今也在做的事情。因为三角形意味着什么,几何学家予以假定,但其存在,他则予以证明。” 也许这并不是针对紧邻的文句,而是针对更上方的内容,即他在那里所说的:从名称以及解释它们的说明中,我们得知的是所意味的是什么,而不是何为本质。因为他说,这一点从各门科学中也是显而易见的:几何学家从“三角形”这个名称中除了得知它意味着什么——即“由三条直线所围成的某个区域”——之外,别无所知;在假定了这一点之后,他证明了在给定直线上所作出的图形作为三角形而存在,或者以其他某种方式存在,此时他尚不知晓它何为本质,以免有人能够说:他先知晓了三角形何为本质,之后才证明其存在。然而,他证明的并不是三角形单纯地存在,而是以这种或那种方式存在,至于它单纯地存在,他甚至在证明之前就已经知道了;因为如果他不知道它单纯地存在,他就不会证明它以这种方式存在。但如果有人也希望将这句话归属于紧邻的文句,他会这样理解:“各门科学表明其存在是由证明来证明的;因为几何学家仅仅假定了三角形意味着什么,就证明了三角形存在”。但这句话完全可以同时针对两方面来理解,即通过各门科学既表明我们从名称中仅仅知晓其意指,同时也表明其存在是通过证明来证明的。

语法注3 条
  1. 1.107τὸ δὲ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον ἄλλο

    引文中的复合主语由带有冠词的短语“τὸ τί ἐστιν ἄνθρωπος”与“τὸ εἶναι ἄνθρωπον”并列构成,述语形容词“ἄλλο”采用中性单数形式。该中性单数或是将两个主语整体视为一种差异状态,或是表明其中一方相对于另一方而言是“相异的”。

  2. 1.108ἀλλ’ οὐδ’ ἔχει τις εἰπεῖν τὸ εἶναι οὐσίαν, καὶ οὐ δείκνυται ὑπὸ τοῦ ὁρισμοῦ

    “ἔχει τις εἰπεῖν”采用ἔχω接不定词表示可能(“有人能够说”),并支配带宾格的不定词结构“[εἶναι] τὸ εἶναι οὐσίαν”(“存在是实体”)。接续的“καὶ οὐ δείκνυται ὑπὸ τοῦ ὁρισμοῦ”中的“καὶ”表结果或推论(“因而……不”),主语继续由“τὸ εἶναι”充任。

  3. 1.109Ἴσως τοῦτο οὐ πρὸς τὸ προσεχές, ἀλλὰ πρὸς τὸ ἀνωτέρω

    “τοῦτο”指代引文中的句子(“Ὅπερ καὶ νῦν...”),其述谓动词如“εἴρηται”或“βλέπει”被省略。通过“πρὸς τὸ προσεχές”(针对紧邻的前文)与“πρὸς τὸ ἀνωτέρω”(针对更前面的文脉)的对比,探讨了几何学家的例证作为论据所指向的前设命题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:96.29-98.9