← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§95.19-96.28

非存在物的意义与本质之知的区分及名义定义

厄斯特拉提奥斯注解了亚里士多德《后分析篇》92b6,考察了关于非存在物(如鹿角山羊)的名称与说明如何表意,严格区分了“知其意指”与“知其本质”,并补充了亚里士多德经文中省略的谓词以厘清名义定义的界限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.106

" Ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα." Ἐπειδὴ τὸ ὄνομα σημαντικὴ ὂν φωνὴ δοκεῖ τὸ πρᾶγμα δηλοῦν τὸ ὀνομαζόμενον, καὶ ὁ ἐπεξηγητικὸς αὐτοῦ λόγος ὁρισμός τις εἶναι, ἔστι δὲ ὀνόματα καὶ μὴ οὖσι κεῖσθαι καὶ λόγους τῶν ὀνομάτων τούτων ἐπεξηγητικοὺς γίνεσθαι, εἶπεν ἄν τις ἴσως πρὸς τὰ λεγόμενα ὡς ἐνδέχεται καὶ ἀγνοουμένου τοῦ ὅτι ἐστὶ τὸ πρᾶγμα, τὸ τί ἐστι περὶ αὐτοῦ ἀποδίδοσθαι. σημεῖον δὲ τούτου· καὶ γὰρ ἐπὶ τῶν μὴ ὄντων μὲν ὀνομαζομένων δὲ τοῦτο γίνεται, καὶ τὸ τί ἐστι περὶ αὐτῶν ἀποδίδοται. ἰδοὺ γὰρ ὁ τραγέλαφος οὐκ ἔστι μέν, διὰ τοῦτο οὐδὲ εἶναι αὐτὸν ἀλλὰ μὴ εἶναι γινώσκομεν· καὶ μὴ ὄντος δὲ αὐτοῦ ὄνομά τε αὐτοῦ λέγομεν καὶ ὁρισμὸν ἀποδίδομεν ἐφερμηνευτικὸν τοῦ ὀνόματος, ἴσως ὅτι ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον, δύο ἔχον κεφαλάς, πόδας δὲ ὀκτὼ ἢ ἄλλως πως ψιλὸν διανοίας ἢ φαντασίας ἀνάπλασμα, πράγματος ὑπόστασιν ὅλως οὐκ ἔχον· ὥστε καὶ ἐπὶ ὄντος ἀγνοουμένου δὲ ὅτι ἐστὶ δυνατὸν ἀποδοῦναι καὶ ὄνομα καὶ λόγον. πρὸς οὖν τὸν οὕτω λέγοντα ποιεῖται τὴν ἀντίθεσιν ὅτι ὁ τοιοῦτος λόγος, τουτέστιν ὁ ὀνοματώδης, καὶ τὸ ὄνομα τὸ τραγέλαφος τὸ ὑπὸ τοῦ τοιούτου λόγου ἑρμηνευόμενον σημασίαν μὲν παρέχεταί τινος, ἀδύνατον δὲ εἰδέναι τί ἐστι τραγέλαφος καὶ ἀπὸ τοῦ ὀνόματος καὶ ἀπὸ τοῦ ἑρμηνεύοντος αὐτὸ λόγου. τὸ γὰρ τί ἐστιν ἐκ γένους σύγκειται καὶ συστατικῶν διαφορῶν· πῶς οὖν μὴ ὄντος τινὸς γένος ἕξομεν καὶ συστατικὰς διαφοράς; ἔτι τὸ μὲν τί ἐστι τὸ ἴδιον εἶναι, τὸ δὲ ἴδιον εἶναι ὑπὸ τοῦ ἁπλῶς εἶναι· ὅπου οὖν τὸ ἁπλῶς εἶναι οὐκ ἔστιν οὐδὲ γινώσκεται, πῶς τὸ ἴδιον ἢ ἔσται ἢ γνωσθήσεται; εἰ δὲ μή, ἔσται τὸ ἐξ ἀρχῆς χωρὶς τῆς ἀρχῆς καὶ ὑπ’ ἀρχὴν ἄναρχον, καὶ ἢ ἡ ἀρχὴ ὑπ’ αὐτὸ ἢ ἄμφω ἄναρχα.1 ἅπερ ἅπαντα ὅτι ἄτοπα καὶ ἀδύνατα τί χρὴ καὶ λέγειν, οὐ μόνον ἀταξίαν καὶ ἀκοσμίαν καὶ σύγχυσιν ἐν τοῖς οὖσι φέροντα, ἀλλὰ καὶ εἰς τὸ μηδ’ εἶναι ὅλως χωρεῖν ἀναγκάζοντα; ἐλλιπῶς δὲ εἴρηται τὸ ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα, ὅταν εἴπω τραγέλαφος· δεῖ δὲ προσθεῖναι τὸ δυνατὸν εἰδέναι.2 ὅταν γὰρ εἴπω τραγέλαφος ἢ ὅταν ἐφερμηνεύων τὸ ῥηθὲν ὄνομα φῶ ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον, δυνατὸν εἰδέναι τί σημαίνει· τί δέ ἐστιν, ἀδύνατον εἰδέναι. οὕτω καὶ ὅταν ᾖ μὲν τὸ πρᾶγμα, ἀγνοῆται δ’ ὅ τι ἐστίν, ὀνόματος αὐτοῦ λεγομένου καὶ λόγου ὀνοματώδους ἀποδιδομένου τί μὲν σημαίνει ταῦτα εἰσόμεθα, τί δ’ ἐστὶν ἐκεῖνο, οὐκ εἰσόμεθα. ἀλλ’ εἰ σημαίνει τι καὶ εἰσόμεθα, πῶς πάλιν οὐκ ἔστιν ὃ σημαίνει; συμβήσεται γὰρ ἐν ταὐτῷ τό τε ὄνομα σημαίνειν καὶ μὴ σημαίνειν, καὶ ἡμᾶς εἰδέναι καὶ μὴ εἰδέναι. ἢ ὥσπερ τὸ μὴ ὂν δοξαστὸν οὐχ ὅτι ἐστίν, ἀλλ’ ὅτι οὐκ ἔστιν, οὕτω καὶ τὸ περὶ τοῦ μὴ ὄντος ὄνομα σημαίνει μὴ ὄν, καὶ ἡμεῖς ἴσμεν ὡσαύτως οὐχ ὅτι ἐστίν, ἀλλ’ ὅτι οὐκ ἔστι. δεῖ δὲ μὴ λανθάνειν ὡς ὅταν ἐπὶ μὴ ὄντος ποτὲ ὄνομα κείμενον σημαίνειν δοκῇ, οὐ καθ’ αὑτὸ τοῦτο, ἀλλ’ ᾗ ἐκ σημαινόντων συντέθειται. βλίτυρι μὲν γὰρ καὶ σκινδαψὸς καὶ τὰ τοιαῦτα σημαίνει τε οὐδὲν καὶ οὐδὲ δοκεῖ· τραγέλαφος δ’ ἐπεὶ ἐκ τοῦ τράγος καὶ ἔλαφος, ἅπερ ἐπὶ ὄντων κεῖται, διὰ τοῦτο φαντασίαν σημασίας παρέχεται· ψευδὲς δὲ τὸ φάντασμα, ἐπεὶ μὴ καὶ πρᾶγμα οὕτως ἔχον εὑρίσκεται. διὸ κἂν λόγος τις ἀποδοθείη πρὸς τοὔνομα, οὐ τὸ τί ἐστι δηλοῖ (πῶς γὰρ τὸ μὴ ὄν;) ἀλλὰ μᾶλλον ἐκ τίνων συντέθειται τοὔνομα.

“但是说明或名称意味着什么[是可以知道的]。” 既然名称作为具有指示意义的话音,似乎表明了被命名的那个事物,而对它的解释性说明似乎是某种定义,并且给不存在的事物确立名称以及产生对这些名称的解释性说明都是可能的,因此有人或许会针对所说的话提出:即便事物是否存在是未知的,给出关于它何为本质也是可能的。而这一点的证据[他们或许会说]在于:甚至在那些不存在但被命名的事物上,这种情况也会发生,并且给出了关于它们何为本质[的说明]。因为看哪,鹿角山羊并不存在,正因如此我们并不知晓它是存在的,反而知晓它是不存在的;然而尽管它不存在,我们却既说出它的名称,又给出解释该名称的定义,也许说它是“由山羊和鹿构成、拥有两个头和八只脚的动物”,或者以其他某种方式作为纯粹的理智或想象的虚构物,完全不具有实在事物的存在;以至于即便对于存在但其是否存在尚属未知的事物,给出名称和说明两者也是可能的。因此,针对这样说的人,他提出了反驳,指出这种说明,即名义上的说明,以及由这种说明所解释的“鹿角山羊”这一名称,虽然提供了对某种东西的意指,但无论是从名称还是从解释它的说明出发,都不可能知道鹿角山羊何为本质。因为何为本质是由属和构成性种差所组成的;那么,在某物根本不存在的情况下,我们又如何能拥有属和构成性种差呢?再者,何为本质是特定的存在,而特定的存在从属于单纯的存在;因此,在单纯的存在既不存在也不被知晓的地方,特定的存在又怎能存在或被知晓呢?否则,源于本原的事物就将脱离本原而存在,处于本原之下的事物就将成为无本原的,并且要么本原处于它之下,要么二者都成为无本原的。何必还要多说这一切都是荒谬且不可能的呢?它们不仅在存在的事物中引入了无序、失序与混乱,而且迫使它们走向根本不存在。此外,“但是当我说鹿角山羊时,说明或名称意味着什么”这句话是以省略方式说出的;人们必须补上“是可以知道的”。因为当我说“鹿角山羊”时,或者当我对所说出的名称加以解释而说“由山羊和鹿构成的动物”时,知道它意味着什么是可能的;但知道它何为本质,则是不可能的。同样,即使事物是存在的,但它是何物尚属未知,在说出它的名称并给出名义上的说明时,我们固然会知道这些意味着什么,但那个事物何为本质,我们是不会知道的。但是,如果它意味着某种东西并且我们知晓它,那么它所意味着的东西又怎会反过来是不存在的呢?因为在同一事物上,名称意味着并且不意味着,以及我们知道并且不知道,将同时发生。或者说,正如不存在之物之所以成为意见的对象,不是因为它存在,而是因为它不存在一样,关于不存在之物的名称也同样意味着不存在之物,而我们同样知道的不是它是存在的,而是它是不存在的。但不可忽视的是,每当确立在不存在之物上的名称看似具有意义时,这并不是因其自身如此,而是在于它是从具有指示意义的词语中复合而成的。因为“布利图里”和“斯金达普索斯”以及诸如此类的词语,既不意味着任何东西,甚至看似也不意味着任何东西;而“鹿角山羊”因为来自确立在存在事物之上的“山羊”和“鹿”,正因如此才提供了一种意义的表象;但这种表象是虚假的,因为根本找不到这样存在的事物。因此,即便针对该名称给出了某种说明,它所表明的也不是何为本质(因为对于不存在之物又怎能表明呢?),而是更多地表明了该名称是由哪些成分复合而成的。

语法注2 条
  1. 1.106εἰ δὲ μή, ἔσται τὸ ἐξ ἀρχῆς χωρὶς τῆς ἀρχῆς καὶ ὑπ’ ἀρχὴν ἄναρχον, καὶ ἢ ἡ ἀρχὴ ὑπ’ αὐτὸ ἢ ἄμφω ἄναρχα.

    在由 εἰ δὲ μή(“否则”)引导的条件句后承部分中,注疏者以对仗手法并列列举了一系列荒谬后果。主语分别为 τὸ ἐξ ἀρχῆς(“源于本原者”)与 [τὸ] ὑπ’ ἀρχήν(“从属于本原者”);在后半句 ἢ ἡ ἀρχὴ ὑπ’ αὐτὸ ἢ ἄμφω ἄναρχα 中,须承前补出系动词 ἔσται,揭示出单纯的存在(作为本原)与特定存在(从属于本原)之间的从属关系倒错乃至丧失本原的逻辑谬误。

  2. 1.106ἐλλιπῶς δὲ εἴρηται τὸ ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα, ὅταν εἴπω τραγέλαφος· δεῖ δὲ προσθεῖναι τὸ δυνατὸν εἰδέναι.

    注疏者在此指出亚里士多德原文(92b6)在句法上的省略(ἔλλειψις)。由间接疑问句引出的从句 τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα 缺少支配它的主干谓词,注疏者补入 δυνατὸν εἰδέναι(“是可以知道的”),以此与后文的 τί δέ ἐστιν, ἀδύνατον εἰδέναι(“何为本质则是不可能知道的”)形成工整的对立结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:95.19-96.28