← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§94.25-95.18

排除感觉与指示以及关于本质与存在的疑难

厄斯特拉齐奥斯解释了亚里士多德排除感觉和指示作为表明定义之方式的论述(92b1),进而详述了随后的疑难(92b4):表明“何为本质”必须以知晓“其存在”为前提,而由于本质与存在属上不同,二者无法通过同一种表明方式同时确立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.104

" Τίς οὖν ἄλλος τρόπος λοιπός;" Ἐπειδή, φησίν, οὔτε διὰ συλλογισμοῦ οὔτε δι’ ἐπαγωγῆς τὸ τί ἐστι δείκνυται, τίς τρόπος δείξεως ὑπολέλειπται; ἠρώτησε δὲ οὕτως ὡς μηδενὸς ὑπολελειμμένου, διὸ καὶ ἐπήνεγκεν οὐ γὰρ δὴ δείξει γε τῇ αἰσθήσει ἢ τῷ δακτύλῳ. εἰ γάρ, φησίν, οὗτοι οἱ τρόποι ὑπολελείφαται, ἀλλ’ οὐδεμίαν πρόφασιν ἔχει τις οἰηθῆναι διὰ τούτων τινὸς τὸ τί ἐστι δείκνυσθαι· διὸ οὐδὲ λόγου τινὸς τούτους ἠξίωσεν.

“那么,还剩下什么别的方式呢?” 他说,既然何为本质既不是通过三段论也不是通过归纳来表明的,那么还剩下什么表明的方式呢?但他这样发问,是基于没有任何方式被留下的前提,因此他也补充道:“因为他肯定不会通过感觉或用手指来表明。”因为他说,即使这些方式被留下了,但任何人也没有任何借口认为何为本质是通过其中某种方式表明的;因此他根本不认为这些方式值得一提。

§1.105

"Ἔτι πῶς δείξει τὸ τί ἐστιν;" Καθόλου, φησίν, οὐδ’ ἐπιχειρεῖν χρὴ τὴν ἀρχὴν1 τῇ δείξει τοῦ τί ἔστιν. ὁ γὰρ δεικνὺς τί ἐστιν ὀφείλει συνδεικνύειν τῷ τί ἐστι καὶ ὅτι ἐστὶν ἐκεῖνο ὃ τί ἐστι δείκνυσιν. εἰ δὲ τοῦτο, ἢ ταὐτὸν ἔσται τὸ εἶναι τὸ πρᾶγμα, καὶ τὸ τί ἦν εἶναι αὐτὸ ἢ ἕτερα. καὶ ὅτι μὲν ἕτερα, δῆλον· δέδεικται γὰρ ἤδη ὅτι τῷ γένει τοῦ τί ἐστιν ἕτερον οὐ μόνον τὸ εἰ ἔστιν, ἀλλὰ καὶ τὸ ὅτι ἐστί· πῶς οὖν τῷ αὐτῷ τρόπῳ τῆς δείξεως δύο δειχθήσονται; εἰ δὲ μὴ τὸ ὅτι ἐστὶ τῷ τί ἐστι συνδείκνυται, εἴσεται τί ἐστιν ἀγνοῶν εἰ ὅλως ἔστι τὸ πρᾶγμα, οὗ τὸ τί ἐστιν ἀποδίδωσιν· ὥστε τὸ μὴ ὂν τί ἐστιν εἴσεται, ὅπερ ἄτοπον. γυμνάζει δὲ τὸν λόγον ἐπὶ τῶν γινωσκομένων πρότερον, ἵν’ ἐκ τούτων ὡς σαφεστέρων ὡς ἔχει τὸ λεγόμενον καὶ ἐπὶ τῶν ζητουμένων γνωσόμεθα. εἰπὼν γὰρ πῶς δείξει τὸ τί ἐστιν ἄνθρωπος, ὡς ζητουμένου τοῦ τί ἐστι καθ’ ὑπόθεσιν περὶ τοῦ ἀνθρώπου, ἐπιφέρει ἀνάγκη γὰρ τὸν εἰδότα τὸ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν εἰδέναι ὅτι ἔστι. διὰ τοῦτο δὲ εἶπε τὸ ἄλλο ὁτιοῦν, ἵνα μὴ ἐπὶ τοῦ ἀνθρώπου σταίημεν, ἀλλ’ ἐπὶ πᾶν τὸν λόγον ἐκτείνωμεν, οὗ τὸ τί ἐστιν οἴδαμεν. ἀνάγκη δή, φησί, καὶ ἐπὶ τοῦ ἀνθρώπου καὶ ἐπὶ ἄλλου οὑτινοσοῦν τὸν εἰδότα τί ἐστιν ἐκεῖνο εἰδέναι καὶ ὅτι ἐστὶν ἐκεῖνο· εἰ γὰρ μὴ οἶδεν ἁπλῶς ὅτι ἔστιν, οὐδὲ τί ἐστιν εἴσεται. τὸ γὰρ μὴ ὂν οὐδεὶς οἶδεν τί ἐστιν· οὐ γὰρ ἐνδέχεται, φησίν, τί ἐστιν εἰδέναι τινὰ τὸ μὴ ὄν· εἰ γὰρ δώσομεν τὸ ἀγνοούμενον εἰ ἔστιν εἰδέναι τί ἐστιν,2 εἴσεταί τις τὸ μὴ ὄν, ὅπερ ὅτι ἄτοπον δέδεικται πρότερον.

“再者,他将如何表明何为本质呢?” 他说,总的来说,人们根本就不应该着手去表明何为本质。因为表明何为本质的人,必须在表明何为本质的同时,也一并表明他所表明其本质的那个事物是存在的。如果这样,那么事物的存在与它本身的何以为本质要么是同一的,要么是不同的。而它们是不同的这一点是显而易见的;因为先前已经表明,不仅“是否存在”,而且“存在”本身也在属上与“何为本质”不同;那么,这两个事物又如何能通过同一种表明的方式来表明呢?另一方面,如果“存在”不与“何为本质”一并被表明,那么他就会在完全不知道他给出其本质的那个事物是否存在的情况下,知道它何为本质;以至于他将知道不存在之物何为本质,而这是荒谬的。但他首先在已知的事物上操演这一论证,以便从这些更为明了的事物出发,让我们知道所说的事情在被探究的事物上也如何成立。因为在说了“他将如何表明人何为本质”(仿佛是在假设性地探究人何为本质一样)之后,他又补充道:“因为知道人或任何其他事物何为本质的人,必然也知道它是存在的。”他说“任何其他事物”,是为了让我们不要停留在人上,而是把论证扩展到凡是我们知其本质的一切事物上。因此他说,无论在人还是在任何其他事物上,凡知道该事物何为本质的人,也必然知道该事物是存在的;因为如果他根本不知道它是存在的,他也就不会知道它何为本质。因为没有人知道不存在之物何为本质;因为他说,任何人都不可能知道不存在之物何为本质;因为如果我们容许在不知道某物是否存在的情况下去知道它何为本质,那么就会有人知道不存在之物,而这先前已经被表明是荒谬的。

语法注2 条
  1. 1.105τὴν ἀρχήν

    与否定词 οὐδέ 连用的副词性宾格,意为“根本/从一开始就(不)”,修饰不定词 ἐπιχειρεῖν。

  2. 1.105τὸ ἀγνοούμενον εἰ ἔστιν εἰδέναι τί ἐστιν

    作为动词 δώσομεν 的宾语的不定词从句。不定词 εἰδέναι 的直接宾语是 τί ἐστιν,而前面的分词短语 τὸ ἀγνοούμενον εἰ ἔστιν 并非不定词的逻辑主语,而是作为关系宾格/限定宾格依附于 εἰδέναι,表示“关于其是否存在尚属未知的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:94.25-95.18