← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§93.27-94.24

通过三段论与归纳表明实体之不可行性

针对亚里士多德在Bekker 92a34中提出的下定义者将如何表明实体(何为本质)这一问题,厄斯特拉提奥斯分析了定义既不能通过证明(广义的三段论)也不能通过归纳来表明的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.103

" Πῶς οὖν δὴ ὁριζόμενος δείξει τὴν οὐσίαν." Δείξας ἱκανῶς διὰ τῶν προειρημένων ὡς κατ’ οὐδένα τρόπον ἐνδέχεται συλλογιστικῶς τὸν ὁρισμὸν ἀποδείκνυσθαι, νῦν δείκνυσιν ὡς οὐδὲ δι’ ἐπαγωγῆς, ἀλλ’ οὐδὲ δι’ αἰσθήσεως. φησὶν οὖν ὅτι ἐπειδὴ ἀποπέφανται ὡς οὐκ ἔστι δεῖξαι διὰ συλλογισμοῦ τὸν ὁρισμόν, πῶς ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν, εἶτα ἐφερμηνεύων τί οὐσίαν φησίν, ἐπιφέρει ἢ τὸ τί ἐστι. παραδιαζευκτικὸς γὰρ ὁ ἢ σύνδεσμος ἐνταῦθα·1 οὐ γὰρ ὡς ἄλλο ὂν ἐπάγει τὸ ἢ τὸ τί ἐστιν, ἀλλ’ ὡς ἑρμηνεύων τί οὐσίαν ὠνόμασεν, ἤγουν τὸ τί ἐστιν. ἐπαναλαμβάνει δὲ καὶ τὴν ἀπόδειξιν, ἵνα πάντας τοὺς τρόπους ἐν ταὐτῷ συνελών, δι’ ὧν ἐνδέχεται τι δείκνυσθαι, ἐκ πάντων ἀποφήσῃ τὸ δύνασθαι δεικνύειν τὸν ὁρισμόν. οὔτε γάρ, φησί, κατὰ τὸν τρόπον τῆς ἀποδείξεως δείξει, τοῦτο δέ ἐστι τὸ ἐξ ὁμολογουμένων τινῶν δῆλον ποιεῖν ἕτερον, ὧν δὴ ὄντων ἐκεῖνο ἐξ ἀνάγκης ἔστι· τὸ γὰρ οὕτω ποιεῖν ἀπόδειξίς ἐστι, δέδεικται δ’ ὅτι δι’ ἀποδείξεως ὁ ὁρισμὸς οὐ δείκνυται. δοκεῖ δὲ κοινότερον νῦν τὸ τῆς ἀποδείξεως λαβεῖν ὄνομα· ἀντὶ γὰρ τοῦ εἰπεῖν ‘ὡς συλλογιζόμενος’ ὡς ἀποδεικνὺς εἴρηκε, καὶ ἀντὶ τοῦ εἰπεῖν ‘τοῦτο γὰρ συλλογισμοῦ’ τοῦτο γὰρ ἀποδείξεως εἶπε. καὶ δῆλον ἀπὸ τοῦ ἰδίου ὃ ἔφησεν εἶναι τῆς ἀποδείξεως· τὸ γὰρ ἐξ ὁμολογουμένων τινῶν ἕτερόν τι δῆλον ποιεῖν, ὧν ὄντων ἐκεῖνό ἐστιν, οὐ τῆς ἀποδείξεως μόνης ἀλλ’ ἁπλῶς τοῦ συλλογισμοῦ, εἰ μή τις ἐρεῖ τὸ ἀναγκαῖον οὐκ ἐπὶ τοῦ συμπεράσματος μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ πράγματος ἐξακούεσθαι.2 ἱκανῶς δὲ εἰπὼν περὶ τῆς ἀποδείξεως πρότερον οὐδὲν λέγει νῦν πλέον περὶ αὐτῆς, ἢ ὅσον ὅτι οὔτε δι’ ἀποδείξεώς τις τὸν ὁρισμὸν δείξει. εἶτα εἰπὼν ὅτι οὔτε ὡς ἐπάγων, ἐπέξεισι τὸν τρόπον καθ’ ὃν ἡ ἐπαγωγὴ γίνεται, δήλων ὄντων τῶν καθ’ ἕκαστα ὅτι πάντα οὕτως ἔχει, ἤγουν ὅτι πᾶσιν ὑπάρχει τὸ κατηγορούμενον, ὃ τοῦ καθόλου κατηγορεῖ ὁ δι’ ἐπαγωγῆς τὴν δεῖξιν ποιούμενος, τῷ μηδὲν ἄλλως.3 οὕτω γὰρ ἀληθὲς τὸ καθόλου· ἐὰν γάρ ἐστί τι τῶν ὑπὸ τὸ καθόλου, ὃ μὴ οὕτως ἀλλ’ ἄλλως, οὐκ ἀληθὲς τὸ καθόλου. ὅτι δὲ οὐδ’ ἡ ἐπαγωγὴ δεικνύει τὸν ὁρισμόν, δῆλον, ὅτι ἄλλο μὲν τὸ εἶναι, ἄλλο δὲ τὸ τί εἶναι, ἢ ἵν’ εἴπω σαφέστερον, ἄλλο μὲν τὸ ἔστι τόδε καὶ οὐκ ἔστι τόδε, ἄλλο δὲ τὸ τί ἐστι τόδε· ἐκεῖ μὲν γὰρ ἀπόφανσις, τὸ δὲ τί ἐστιν οὐκ ἀπόφανσις. ὁ οὖν δι’ ἐπαγωγῆς τι δεικνύων ἀπόφανσιν δείκνυσιν· ἕτερον δὲ αὕτη κατὰ γένος τοῦ τί ἐστιν. οὐκ ἄρα τὸ τί ἐστιν ἡ ἐπαγωγὴ δείκνυσι.

“那么,下定义的人究竟将如何表明实体呢?” 在通过前述诸论充分表明了绝不可能以三段论方式证明定义之后,他现在表明也不能通过归纳,甚至不能通过感觉来表明。因此他说,既然已经表明不能通过三段论来显示定义,那么下定义的人将如何表明实体呢?接着,为了阐释他所说的“实体”是什么,他又补充道“或者何为本质”。因为这里的连词“或者”是副离接性的;因为他引入“或者何为本质”并非作为另一事物,而是作为解释他所称的“实体”,即“何为本质”。他也再次重申了证明,以便将凡是可能借以表明某物的所有方式汇集在一处,从而从所有这些方式中否定能够表明定义的能力。因为他说,他不会按照证明的方式来表明,而这就是从某些已被承认的事物中使另一事物显明,当那些事物存在时该事物必然存在;因为这样做就是证明,而已经表明定义不是通过证明来表明的。然而,他现在似乎是在更普遍的意义上使用“证明”这一名称;因为他没有说“作为推论者”,而是说了“作为证明者”,没有说“因为这是三段论的[特征]”,而是说了“因为这是证明的[特征]”。这从他所说是证明固有的特质中也是显而易见的:因为从某些已被承认的事物中使另一事物显明(当那些事物存在时该事物即存在),这不仅属于证明,而是径直属于三段论,除非有人主张这种必然性不仅应在结论上理解,而且也应在事实本身上理解。但是,由于他先前已经充分讨论了证明,现在除了说没有任何人会通过证明来表明定义之外,就不再对它多说什么了。接着,在说了他也不会“作为归纳者”来表明之后,他详述了归纳发生的方式:即在各个别事物上显明一切皆如此——也就是通过归纳进行表明的人对普遍者所述说的述词,由于没有任何例外而属于所有个别事物。因为正是这样普遍者才是真实的;因为如果属于该普遍者之下的事物中有某物不是这样而是那样,普遍者就不是真实的。至于归纳也不能表明定义,这从下述事实是显然的:存在是一回事,何为本质是另一回事;或者为了说得更明白些,此物“存在”与此物“不存在”是一回事,而“此物何为本质”是另一回事;因为前者是断言,而“何为本质”不是断言。因此,通过归纳表明某物的人是在表明一个断言;而断言在属上与“何为本质”不同。因此,归纳并不表明何为本质。

语法注3 条
  1. 1.103παραδιαζευκτικὸς γὰρ ὁ ἢ σύνδεσμος ἐνταῦθα

    注疏者指出,此处的连词 ἤ(“或者”)并非表示非此即彼的排他性离接,而是起“副离接”(παραδιαζευκτικός)即解释换言的作用,将前文的“实体”(οὐσία)阐释为“何为本质”(τὸ τί ἐστι)。

  2. 1.103εἰ μή τις ἐρεῖ τὸ ἀναγκαῖον οὐκ ἐπὶ τοῦ συμπεράσματος μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ πράγματος ἐξακούεσθαι

    从句 εἰ μή τις ἐρεῖ... 构成一个表示保留的条件从句(“除非有人主张……”)。带不定式的宾格短语 τὸ ἀναγκαῖον... ἐξακούεσθαι 作 ἐρεῖ 的宾语,其中 ἐξακούεσθαι 取被动态,意为“被理解/被听作”。它限制了前面的陈述:唯有当“必然性”不仅被理解为结论的逻辑必然性,而且被理解为事实本身的必然性时,该定义才专属于严格意义上的证明而非一般的推论。

  3. 1.103τῷ μηδὲν ἄλλως

    定冠词与格 τῷ 统领由不定代词主语 μηδέν 与副词 ἄλλως(省略了 ἔχειν)构成的词组,表示原因或手段(“由于没有任何例外/没有任何事物是处于别样状态”),修饰主句中的 ὑπάρχει。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:93.27-94.24