- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:92.6-93.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥指出,即便将定义等同于解释名称意义的言明,也无法证明事物的本质;他总结道,正如自然和工匠通过剔除质料的多余部分以实现完善一样,探究者也必须通过反驳摒弃多余意见以达成定义的完善。
καὶ οὐδ’ ὣς ὁ ὁρισμὸς δῆλος ἔσται ὅτι τοῦδέ ἐστιν οὗ ὁρισμὸς εἶναι λέγεται. οὐ γὰρ τοῦτο δῆλον ἐκ τῆς αὐτοῦ ἀποδόσεως γίνεται· μᾶλλόν γε μὴν ὥσπερ οὐδεμία ἀπόδειξις ἀποδείξειεν ἂν ὅτι τοῦτό γε τοὔνομα τοῦδε τοῦ πράγματός ἐστι δηλωτικὸν ἐφ’ ᾧ τέθειται, οὕτως οὐδὲ οἱ ὁρισμοὶ τοῦτο προσδηλοῦσιν· ἢ δὴ ὥσπερ οὐδεμία ἀπόδειξις τῷ ὀνόματι ἕπεται, ὅτι τοῦδέ ἐστιν δεικνύουσα ᾧ καὶ ἐπιτέθειται, οὕτως οὐδὲ τῷ ὁρισμῷ δήλωσίς τις προσεμφαίνεται, ὅτι τοῦδε ὁρισμός ἐστιν. οἷον ὥσπερ ἐπὶ τοῦ ἄνθρωπος ὀνόματος οὐκ ἔστι δηλοῦν ὅτι τοῦδέ ἐστι καὶ οὐχ ἑτέρου τινός, οὐδέ τις ἀνάγκη τοῦ τόδε σημαίνειν συναναφαίνεται τῷ ὀνόματι, οὕτως οὐδ’ ἐπὶ τοῦ λόγου τοῦ λέγοντος ζῷον πεζὸν δίπουν ὅτι τοῦδε ὁρισμός ἐστιν. ὅτι δὲ οὐκ αὐτόθεν τῷ ὀνόματι τοιαύτη τις ἀνάγκη συνεμφαίνεται οὔτε τις αὐτῷ ἀπόδειξις ἔσωθεν ὡς ἐξ ἀνάγκης δηλοῦσα τοῦδε τοῦ ὀνομαζομένου ἐστί, δῆλον· κατὰ συνθήκην γὰρ τὰ ὀνόματα, ὅπερ οὐκ ἂν ἦν, εἰ ἐξ ἀνάγκης τοῖς πράγμασιν εἵπετο, ἀλλὰ φύσει ἂν ἦν· ἀλλ’ οὐδὲ ὁμωνυμίαι ἂν ἦσαν ἐκ τούτων εἰς ἐκεῖνα μεταβαινόντων τῶν ὀνομάτων, εἰ ἐξ ἀνάγκης ἔκειντο τοῖς πράγμασι τὰ ὀνόματα· οὐ γὰρ ἐνεδέχετο δηλοῦν ἑτέρως τὸ ἐξ ἀνάγκης τοῦτο δηλοῦν. τὸ γὰρ ἐξ ἀνάγκης οὕτω δηλοῦν οὐκ ἐνδέχεται ἑτέρως, καὶ τὸ ἐνδεχόμενον ἑτέρως οὐκ ἐξ ἀνάγκης οὕτως. οὐκ ἂν οὖν συντελέσαι τὸ σημαίνειν τὸν λόγον τὸ αὐτὸ τῷ ὀνόματι πρὸς τὸ ἐξ ἀνάγκης εἶναι τοῦδε τὸν ὁρισμόν, οὗ καὶ ὁρισμὸς εἶναι λέγεται, εἰ μὴ καὶ μᾶλλον ἀνάπαλιν ἐκ τῆς πρὸς τοὔνομα ὁμοιώσεως τῷ τυχόντι ἂν καὶ αὐτὸς προσαρμόσειεν. Περὶ ὅρου τοίνυν λέγειν προθέμενοι πῶς εὑρίσκεται, πᾶσαν πρότερον τὴν περὶ τούτου πλάνην ἀνείλομεν, κἀκ τῶν εἰρημένων ἐδείξαμεν μήτε τὸν ὁρισμὸν εἶναι τὸ αὐτὸ τῷ συλλογισμῷ μήτε ταὐτὸ τὸ ὑφ’ ἑκατέρου εἰς γνῶσιν ἐρχόμενον, ἀλλ’ ἕτερον τὸ συλλογισμῷ περαινόμενον καὶ ἕτερον τὸ ὁρισμῷ γνωριζόμενον· πρὸς δὲ ὅτι ὁ ὁρισμὸς ἐν τῷ ἀποδίδοσθαι οὐδεμίαν ἀπόδειξιν προσδηλοῖ, ἀλλ’ οὐδὲ δεῖξιν ἁπλῶς ὅτι ἐξ ἀνάγκης τοῦδέ ἐστιν ἐφ’ ᾧπερ καὶ ἀποδέδοται· καὶ ὅτι τὸ τί ἐστιν οὔτε ὁρισμῷ ἔστι γνῶναι, ἐπεὶ μηδεμία παρ’ αὐτοῦ πρὸς τοῦτο ἀνάγκη ἐπάγεται, ἵνα βεβαίως τοῦτο καὶ ἀνενδοιάστως σχοίημεν, οὔτε δὲ ἀποδείξει, ἐπεὶ μηδενὶ τρόπῳ συλλογισμοῦ τὸ τί ἐστιν ὑποβάλλεται. τί δὴ ἐκ τούτων γέγονεν ἴδωμεν, καὶ τί ἐκ τῶν ἑπομένων ἐπιγενήσεται. ἐπειδὴ ὁ ὅρος τὴν φύσιν μιμεῖται εἰδοποιοῦσαν τὰ δεκτικὰ τῶν εἰδῶν, ἔδει τὸν περὶ ὁρισμοῦ εἰπεῖν τι προθέμενον καὶ τῆς τούτου εὑρέσεως τὴν φύσιν μιμήσασθαι, καὶ ὥσπερ ἐκείνη λαμβάνουσα ὑποκείμενον οὐχ ἅπαν οἰκειοῦται τῷ εἴδει, ἀλλὰ πᾶν ἀποβαλοῦσα τὸ περιττὸν καὶ ἀνεπιτήδειον, ὅσον προσφυὲς καὶ οἰκεῖόν ἐστι πρὸς τὴν τοῦ εἴδους παραδοχήν, τοῦτο μετὰ τὴν ἀποβολὴν τοῦ ἀνοικείου καὶ ἀποσκεύασιν διαμορφοῖ τε καὶ τελεσιουργεῖ, οὕτω ποιῆσαι καὶ αὐτόν,1 πᾶν ὅσον ἀνοίκειον δόξης καὶ λόγου πρὸς ὁρισμοῦ ἀποτέλεσιν, ἔμφασιν μὲν ἔχον οἰκειότητος, πλανῶν δὲ καὶ διαστρέφον τὴν διάνοιαν καὶ ἐμποδὼν τῇ τελειώσει τοῦ ὁρισμοῦ παριστάμενον, τοῦτο ἀποθέσθαι τοῖς ἐλέγχοις ἐκτιναξάμενον, εἶθ’ οὕτω κούφως τε καὶ ἀνεμποδίστως εὐθυβολεῖν πρὸς τὸν τοῦ ὁρισμοῦ ἀπαρτισμόν. καὶ ἐπειδὴ ἡ ἡμετέρα διάνοια τῇ πρὸς τὸ σῶμα συνδέσει καὶ σχέσει τὴν ἐκ τῆς γενέσεως ἀχλὺν οἷόν τι περίττωμα ἑαυτῇ ἐπεσπάσατο κἀντεῦθεν δόξαις ἀλλοκότοις περιπλανᾶσθαι καταναγκάζεται, δεῖ τὸν περὶ τοῦ τῶν ἀναγκαίων εἰς πίστιν λέγειν προθέμενον πᾶν πρότερον ἀποξέειν ἀνεπιτήδειον πρὸς τὴν τῆς ἀληθείας μόρφωσιν, καὶ οὕτως ἐκφέρειν αὐτῆς μετ’ εὐσχημοσύνης ἁπάσης τὴν εἰδοποίησιν, μηδὲν ἔχουσαν τερατῶδες, μηδὲν ἀσύμμετρον, μηδὲν τῇ ζοφώσει τοῦ ψεύδους ἐπισκοτούμενον, ἀλλ’ εὔχρουν ἅπαν, σύμμετρον, εὐσύντακτον, ὡραϊσμένον. καὶ ἄλλως γὰρ ἄτοπον τέκτονας μὲν καὶ σκυτεῖς καὶ τοὺς ἄλλους ὅσοι τοιούτων τινῶν ποιητικῶν τεχνῶν ἀντιλήπτορες, πλείστην πρόνοιαν τῶν σφετέρων ἔργων ποιουμένους, ἵν’ ἀποκατασταῖεν εἰς τέλος εὐκόσμως ἔχοντα, εὐεργὸν μὲν καθιστάνειν τὴν ὕλην πρότερον, εἶτ’ ἀποξέειν ὅσον ἔτι περιττὸν ὑπολέλειπται, καὶ οὕτως εὐτέχνως ἀποτελεῖν τὰ δημιουργήματα τὴν τῆς φύσεως συμμετρίαν ὡς ἔστι μιμούμενα ἐφ’ ὅσον δὴ τὸ ὑποκείμενον γένος ἐπιδέχεται τὴν ἀκρίβειαν, τὰς δὲ φιλοσόφους καὶ σοφὰς ἐπιστήμας πλάνης καὶ ψεύδους ἀσχημοσύνην ταῖς παρ’ αὐταῖς συγχωρεῖν παραδόσεσιν ἐπιμίγνυσθαι.2
而且即使如此,也不会清楚定义是属于它被声称是其定义的那一事物的。因为这并不能从它自身的陈述中显明出来;相反,正如没有任何证明能够证明这一名称确实指示着它所被赋予的这一事物一样,定义也同样没有连带指示这一点;或者确实,正如没有任何证明伴随名称以表明它属于它所被赋予的事物一样,定义中也没有连带显现出任何表明它就是此物之定义的指示。例如,正如在“人”这一名称上无法表明它属于此物而不属于任何其他事物,意味此物的任何必然性也没有随同该名称一同显现出来一样,在述说“两足陆生动物”的言明上也同样没有表明它是此物的定义。但是,名称本身并未连带显现出这种必然性,它内部也没有任何指示它必然属于此被命名之物的证明,这是显然的:因为名称是约定的,如果它们必然随伴事物,情况就不会是这样,而是出于自然了;不仅如此,如果名称是必然赋予事物的,那么由于名称从这些事物转移到那些事物而产生的同名异义也就不会存在了;因为必然指示此物者不可能以其他方式指示。因为必然如此指示者不可能以其他方式指示,而可能以其他方式指示者并非必然如此指示。因此,言明与名称意味着同一事物,对于定义必然属于它被声称是其定义的那一事物并无助益,反而适得其反,由于它与名称的相似性,它本身也可以适合任何偶然的事物。 因此,我们打算讨论定义,探讨它是如何被发现的,首先清除了关于它的所有迷误,并从所说的事实中表明:定义与三段论不是同一的,通过每一者进入认识的对象也不是同一的,三段论所推论出的是一回事,通过定义所认识到的是另一回事;此外,定义在被给出时并不连带指示任何证明,甚至根本没有简单地表明它必然属于它所被给出的那一事物;并且何为本质既不可能通过定义来认识(因为定义中并未引入任何朝向此目的的必然性,以便我们牢固且毫无疑问地把握它),也不可能通过证明来认识(因为本质并不服从于任何三段论模式)。那么,让我们看看从这些论述中得出了什么,以及从接下来的内容中将产生什么。既然定义模仿赋予接受形式者以形式的自然,那么打算论述定义及其发现的人就应当模仿自然;正如自然在把握质料时并不把所有部分都同化于形式,而是抛弃一切多余和不适宜的部分,在摒除和摆脱了不适宜之物后,将凡是适合且适宜于接受形式的部分加以成形并使之完成,他也应当这样做:把意见和论述中凡是对于完成定义而言不适宜的一切——它们虽具有相合的外貌,却迷惑并扭曲理智,阻碍定义的完善——通过反驳加以抖落并摒弃,然后如此轻装且无阻碍地直奔定义的完善。并且,既然我们的理智由于与身体的结合和关联,从生灭中吸引了犹如残余物一般的阴霾,并由此被迫在怪异的诸意见中流离,那么打算论述导致确信所必需之物的人,必须首先刮去对于真理的形相塑造不适宜的一切,从而以十足的体面呈现出它的形式赋予,其中没有任何畸形之物,没有任何不成比例之物,没有任何被虚伪的阴暗所遮蔽之物,而是一切都色泽优美、比例匀称、井然有序、修饰完备。因为在其他方面也是荒谬的:木匠、鞋匠以及所有其他从事此类制作技艺的人,都对自己的作品倾注极大的关照以使其最终达到井然有序的状态,他们首先使质料易于加工,然后刮去依然残留的多余部分,从而精巧地完成其制作,在作为基底的属容许精确性的限度内尽可能模仿自然的和谐;而哲学和智慧的各门科学却听任迷误和虚伪的丑陋混入它们自身的传授之中。
- 1.102ἔδει τὸν περὶ ὁρισμοῦ εἰπεῖν τι προθέμενον καὶ τῆς τούτου εὑρέσεως τὴν φύσιν μιμήσασθαι, καὶ ὥσπερ ἐκείνη ... οὕτω ποιῆσαι καὶ αὐτόν
由非人称动词 ἔδει(应当)引导的扩展宾格加不定式结构。其逻辑主语是宾格分词短语 τὸν ... προθέμενον(打算……的人,指亚里士多德),支配两个平行的不定式 μιμήσασθαι 和 οὕτω ποιῆσαι καὶ αὐτόν(他自己也应当这样做)。在 ὥσπερ... οὕτω... 的比喻结构之后,句式进一步延伸出解释性的不定式 ἀποθέσθαι(摒弃)和 εὐθυβολεῖν(直奔)。
- 1.102καὶ ἄλλως γὰρ ἄτοπον τέκτονας μὲν ... τὰς δὲ φιλοσόφους καὶ σοφὰς ἐπιστήμας πλάνης καὶ ψεύδους ἀσχημοσύνην ταῖς παρ’ αὐταῖς συγχωρεῖν παραδόσεσιν ἐπιμίγνυσθαι
由表语形容词 ἄτοπον(省略 ἐστί,意为“荒谬的”)支配的宾格加不定式结构。该句在 τέκτονας μὲν ... 与 τὰς δὲ φιλοσόφους καὶ σοφὰς ἐπιστήμας ... 之间形成 μέν... δέ 的鲜明对比,整体构架表明:工匠们尚且精心剔除材料多余部分以完成作品,而哲学各门科学却听任错误混入其传统,这是不合情理的。
