← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§90.31-92.6

通过证明揭示存在与名义定义的谬误

针对亚里士多德《后分析篇》卷二第7章(92a34),论述某物存在是通过证明来确立的而定义无法证明存在,并揭示了将定义等同于对名称含义的阐释所导致的诸多荒谬推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.102#3

ἐπεὶ δὲ πᾶν ἀποδείκνυται ὃ μὴ οὐσία, καὶ τὸ εἶναι ἄρα ἀποδείκνυται· ὥστ’ ἀπόδειξις τοῦ ὅτι ἐστίν· οὐκ ἄρα ὁρισμός. δέδεικται γὰρ ἤδη διὰ πλειόνων ὅτι οὗ ἀπόδειξις, οὐχὶ καὶ ὁρισμὸς κατὰ τὸ αὐτό· δῆλον δὲ ὅ φαμεν καὶ ἀπὸ τῶν ἐπιστημῶν. πάσης γὰρ δείξεως προηγουμένου τοῦ τί σημαίνει τὸ εἰς δεῖξιν προκείμενον, λαμβάνεται τοῦτο μὲν πρῶτον ἐπὶ παντὸς τοῦ προτιθεμένου, εἶτα δείκνυται εἰ ἔστιν ἐκεῖνο· οἷον ὁ γεωμέτρης τί σημαίνει τρίγωνον λαβών, ὅτι τὸ τρεῖς γωνίας ἔχον σχῆμα, ὅτι ἐστὶ τοῦτο δείκνυσι διὰ συλλογισμοῦ ἐπὶ τῆς δοθείσης εὐθείας αὐτὸ συνιστῶν. ὥστε δῆλον ἐκ τούτου ὅτι συλλογισμῷ καὶ ἀποδείξει τὸ ὅτι ἐστὶ δείκνυται. λοιπὸν τί δείξει ὁ ἀποδιδοὺς ὁρισμῷ τί ἐστιν; ἢ δῆλον ὅτι τὸ τρίγωνον καὶ οὗτος, ἀλλ’ ὁ μὲν ἀποδεικνὺς ὅτι ἐστίν, ὁ δὲ ὁριζόμενος τί ἐστιν· ὡς ἰδίᾳ ἑκάτερον δι’ ἰδίου εἴδους δείξεως δείκνυσθαι. δῆλον ἄρα ὅτι οὐχ ἕπεται τῷ εἰδότι δι’ ὁρισμοῦ τί ἐστι τὸ εἰδέναι καὶ ὅτι ἐστιν. ὥστε εἰδὼς τί ἐστιν, οὐκ εἴσεται εἰ ἔστιν, ὅπερ ἀδύνατον· εἴσεται γὰρ τί ἐστι τὸ μὴ ὄν. τοῦτο δ’ ἔσται φανερὸν ἐπεξιοῦσι καὶ τοὺς ὅρους καθ’ ἕκαστον. ὡς γὰρ νῦν τούτους τιθέασιν οἱ ὁριζόμενοι, οὐδεὶς ἂν εὑρεθείη δεικνύων ὅτι ἐστίν. οἷον τὸν κύκλον τὸ ἐκ τοῦ μέσου ἴσον ἀποδιδόασιν ὁριζόμενοι διὰ τὸ ἴσον πανταχόθεν ἀπέχειν ἀπὸ τοῦ κέντρου τὴν περιφέρειαν· οὔκουν ἐν τούτῳ τῷ λόγῳ καὶ ὅτι ἔστιν ὁ κύκλος δείκνυται· οὐδεμία γὰρ αἰτία τοῦ εἶναι αὐτὸν ἐν τῷ λόγῳ σημαίνεται. ἀλλ’ οὐδὲ διὰ τί τοῦτ’ ἐστὶ κύκλος, ὅπερ ὁ ἀποδοθεὶς λόγος δηλοῖ, ὡς δύνασθαι τοῦτον καὶ περὶ ἑτέρου τινὸς τοῦ τυχόντος εἰπεῖν. δυνατὸν γὰρ εἰ τύχοι καὶ ὀρειχάλκου φάναι τὸν τοιοῦτον ὑπάρχειν ὅρον, ἢ μὴ ὄντος ἴσως τινός, ἢ καὶ ὄντος μέν, μὴ κύκλου δέ, διὰ τὸ μὴ ἀνάγκην τινὰ τῇ ἀποφάσει1 ἐμφαίνεσθαι τοῦ μὴ ἄλλου τινὸς ἀλλ’ ἢ τοῦ κύκλου εἶναι αὐτόν. οἱ γὰρ ἀποδιδόμενοι ὅροι οὔτε τοῦτο δηλοῦσιν ὅτι δυνατὸν εἶναι τὸ λεγόμενον, ἵν’ ἅμα τῷ τί ἐστι καὶ τὸ εἶναι συναναφαίνηται, οὔτε περὶ τὸν ὁρισμὸν παριστῶσιν ὅτι οὗτος ὁ ὁρισμὸς τούτου ἐστὶν οὗ φασιν εἶναι αὐτὸν ὁρισμὸν οἱ ἀποδιδόντες αὐτόν· ἀλλ’ ἔξεστι λέγειν τῷ βουλομένῳ ἐπαπορεῖν ‘διὰ τί τοῦτ’ ἐστὶ κύκλος; καὶ διὰ τί ἐστι κύκλος;’ τῆς τοῦ ὁρισμοῦ ἀποδόσεως μηδετέραν δυναμένης ἱστᾶν τουτωνὶ τῶν ζητήσεων. ἐπεὶ οὖν ὁ ὁριζόμενος δυοῖν θάτερον ἐξ ἀνάγκης δείκνυσιν, ἢ τί ἐστι τὸ πρᾶγμα ἢ τί σημαίνει τὸ ἐπ’ αὐτῷ κείμενον ὄνομα, εἰ μηδαμῶς τὸ τί ἐστι δείκνυσιν, ὡς ὁ λόγος ἔδειξεν, δείκνυσιν ἄρα τί σημαίνει τοὔνομα. τὸ αὐτὸ ἄρα σημαίνοι ἂν τῷ ὀνόματι, ὡς εἶναι ταὐτὸν ἄνθρωπον εἰπεῖν τὸ διαρθροῦν τὴν ὄπα καὶ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἀλλὰ τοῦτο ἄτοπον· πρῶτον μὲν ὅτι καὶ τῶν μὴ ὄντων εἶεν ἂν ὁρισμοί. σημαίνειν γὰρ δι’ ὀνομάτων ἔστι καὶ τὰ μὴ ὄντα, καὶ εἰ ταὐτὸν σημαίνειν τὸν ὁρισμὸν τῷ ὀνόματι δοίημεν, ἔσονται καὶ τῶν μὴ ὄντων ὁρισμοί, καὶ ταὐτὸν ἔσται ὀνομάζειν τε καὶ ὁρίζεσθαι. ἔπειτα πάντες οἱ λόγοι ὁρισμοὶ ἔσονται, οὐ μόνον ὅτι ἔσται ὄνομα θέσθαι ὁτῳοῦν λόγῳ,2 καὶ εἰ τὸ ὄνομα ταὐτὸν σημαίνει τῷ ὁρισμῷ, εἴη ἂν τὸ ὄνομα τὸ τῷ λόγῳ τιθέμενον ὁρισμός. καὶ ἐπεὶ ταὐτὸν τῷ ὁρισμῷ τὸ ὁριστόν, ὁ ὀνομαζόμενος λόγος ὁ αὐτὸς ἂν εἴη τῷ ὀνόματι, ᾧ ὠνόμασται, ἤτοι τῷ ὁρισμῷ. εἰ μὲν οὖν πρᾶγμα ἦν, ἦν ἂν καὶ ἕτερον ὡς ὁριστόν, ἐπεὶ δὲ λόγος, οὐδαμῶς ἕτερον· ὁρισμὸς ἄρα. ὥστε ἔσται πᾶς λόγος ὁρισμός. οὐ μόνον δὲ οὕτως, ἀλλὰ καὶ ἐπεὶ πᾶς λόγος ἐξ ὀνομάτων σύγκειται, τὸ δὲ ὄνομα καὶ ὁ ὁρισμὸς ταὐτὸν σημαίνει, εἶεν ἂν πάντες οἱ λόγοι ὁρισμοί. ὥστε καὶ εὐχόμενοι καὶ προστάττοντες καὶ προοιμιαζόμενοι καὶ διηγούμενοι καὶ παντοίως λέγοντες ὁρισμοὺς ἂν διαλεγοίμεθα, καὶ ἡ πᾶσα ποίησις τῆς Ἰλιάδος εἴη ἂν ὁρισμός. ἀλλὰ δὴ δεδόσθω ὁρισμὸν εἶναι τὸν ἐπεξηγούμενον λόγον, τί σημαίνει τὸ λεγόμενον ὄνομα, καὶ ταὐτὸν εἶναι τὸν ὁρισμὸν τῷ ἐπ’ αὐτῷ κειμένῳ ὀνόματι.

既然凡非实体者皆被证明,那么存在因而也被证明;因此,关于存在之事实的是证明,而非定义。因为已经通过诸多论点表明,有证明所属的事物,在同一方面并没有定义;而我们所说的这一点从各门科学中也是显然的。因为对于任何证明而言,摆在面前待证明之物意味着什么总是先行的,因而在每一个被提出的论题上首先把握这一点,然后才证明那一事物是否存在;例如,几何学家把握了三角形意味着什么——即具有三个角的图形——之后,便通过三段论在给定的直线上构造出它,以此证明它存在。因此由这一点显而易见,存在之事实是通过三段论和证明来表明的。那么剩下的问题是,通过定义给出本质的人表明了什么呢?或者显然,此人也表明了三角形,但一人证明它存在,另一人则定义它是什么;从而每一者都各自通过其固有的证明种类被表明。因此显而易见的是,对于通过定义知道某物是什么的人来说,并不随之伴随知道它存在。从而他虽知道它是什么,却将不知道它是否存在,而这是不可能的;因为他将知道非存在是什么。这一点对于逐一考察各个定义的人而言也将是显明的。因为按照现在下定义的人确立这些定义的方式,找不出任何人是在证明其存在。例如,他们下定义时,由于圆周各处到中心的距离相等,便将圆表述为自中心等距者;在这个言明中绝未证明圆存在;因为在该言明中没有指示出其存在的任何原因。不仅如此,它也没有表明为什么给出的言明所指示的东西就是圆,以致人们可以把这个言明用在随便什么其他事物上。因为如果碰巧的话,完全可以说这样的定义甚至属于山铜,或者也许属于某种不存在的事物,或者属于存在但并非圆的事物,因为在该陈述中并未显现出它绝非属于其他任何事物而只能属于圆的任何必然性。因为所给出的定义既没有表明所说之物可能存在(以便使存在与本质一同显现),也没有就该定义确立这一定义属于那些给出它的人声称它是其定义的那个事物;相反,想要进一步提出疑难的人完全可以说:“为什么这是圆?以及为什么存在圆?”因为给出的定义无法终止这两项探究中的任何一项。因此,既然下定义的人必然表明两者之一——要么表明事物是什么,要么表明赋予该事物的名称意味着什么——如果他绝未表明本质(正如论证所表明的那样),那么他便表明了名称意味着什么。因此,定义所意味着的将与名称相同,正如在人身上说发出分节之声者与理性的、有死的、能接受智性与知识的动物是同一的一样。但这是荒谬的:首先,因为非存在也将有定义。因为通过名称也可以指称非存在,而如果我们承认定义与名称意味着相同的事物,那么非存在也将有定义,并且命名与定义将成为同一回事。其次,一切言明都将成为定义,不仅因为可以给任何言明安上一个名称,并且如果名称与定义意味着相同的事物,那么安在言明上的名称就将是一个定义。并且由于被定义项与定义是同一的,被命名的言明就将与它被命名的名称相同,亦即与定义相同。如果它原本是一个实物,它作为被定义项还会是相异的,但既然它是一个言明,它就决非相异;因此它是一个定义。所以一切言明都将是定义。不仅如此,而且由于一切言明都是由名称组成的,而名称与定义又意味着同一事物,因此一切言明都将成为定义。以致于无论我们在祈祷、命令、作引言、叙事,还是以任何方式说话,我们都将是用定义在交谈,而《伊利亚特》的整部诗篇都将是一个定义。但是,姑且假定阐释所说名称意味着什么的言明就是定义,并且假定定义与赋予该事物的名称是同一的。

语法注2 条
  1. 1.102τῇ ἀποφάσει

    名词 ἀπόφασις 在此处并非表示“否定”,而是表示“陈述”、“断言”或“表述”(等同于 ἀπόφανσις)。它承接上文的“给出的言明”(ὁ ἀποδοθεὶς λόγος),指代所给出的定义表述本身的内容。

  2. 1.102οὐ μόνον ὅτι ἔσται ὄνομα θέσθαι ὁτῳοῦν λόγῳ

    由 οὐ μόνον ὅτι... 引导的结构与后文的 οὐ μόνον δὲ οὕτως, ἀλλὰ καί... 相呼应,引出“一切言明都将成为定义”这一荒谬推论的第一项论证。ὅτι 从句内部是由无人称动词 ἔσται 支配不定词 θέσθαι 的句式(意为“可能给……安上/设定”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:90.31-92.6