← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§89.23-90.31

存在认知的先行性与定义不可被证明

厄斯特拉吉欧论述了:为了认知或证明事物的本质(是什么),必须首先认知或证明它的存在;进而证明了存在既非实体亦非属,且由于定义与证明的对象不能同一,因而通过证明来确立定义是不可能的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.102#2

ἀλλ’ ἐπὶ τῶν γινωσκομένων πρότερον ἴδωμεν τὸ λεγόμενον, ἵν’ ἐντεῦθεν ἔσται σαφέστερον. ἀνάγκη γὰρ τὸν εἰδότα τὸ τί ἐστιν ἄνθρωπος ἢ τι ἕτερον εἰδέναι καὶ ὅτι ἔστιν ἁπλῶς· φύσει γάρ ἐστι πρότερον τὸ εἶναι ἁπλῶς τοῦ τί εἶναι. ἐπεὶ καὶ τὸ ὂν τοῦ τινὸς ὄντος πρότερον· κοινὸν μὲν γὰρ τὸ ἁπλῶς, ἴδιον δέ γε τὸ τί· δεῖ οὖν εἶναι πρότερον, καὶ οὕτως τί εἶναι. ὁ εἰδὼς ἄρα τί ἐστιν ἐξ ἀνάγκης καὶ ἁπλῶς οἶδεν ὅτι ἔστιν· εἰ δὲ μή, τὸ μὴ ὂν τί ἐστιν εἴσεται. τὸ δὲ τί ἐστιν εἶδος· ἢ οὖν εἶδος ἔσται ἢ ἕξει εἶδος τὸ μὴ ὄν, ἅπερ ἄμφω ἄτοπα· ἔσται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὄν τε ὁμοῦ καὶ μὴ ὄν. ἀλλ’ ἐπεὶ καὶ ἐκ γένους ὁ ὁρισμὸς καὶ συστατικῶν διαφορῶν, ἕξει τὸ μὴ ὂν γένος καὶ διαφοράς· τοῦτο δὲ ἀδύνατον. οὐκ ἄρα μὴ εἰδότα ὅτι ἐστὶ τὸ ὁριστὸν ἔστιν εἰδέναι τὸ τί ἐστιν,1 ἀλλ’ εἴσεται μὲν τί σημαίνει τοὔνομα τοῦ ὁριστοῦ, τί δ’ ἐστὶν οὐκ εἴσεται. καὶ οὐδὲν ἄτοπον, ἐπεὶ καὶ ἐπὶ τοῦ μὴ ὄντος μὲν ὀνομαζομένου δὲ ἴσμεν τί σημαίνει τοὔνομα, οὐκ ἴσμεν δὲ οὔθ’ ὅτι ἔστιν, ἐπειδὴ οὐδ’ ἔστιν, οὔτε τί ἐστιν· οἷον τραγέλαφος τί μὲν σημαίνει ἴσμεν, οἷον ζῷον τυχὸν ἐκ τράγου καὶ ἐλάφου συγκείμενον ὅσον ἐκ τοῦ ὀνόματος, τί δ’ ἐστὶ τραγέλαφος, ἀδύνατον εἰδέναι διὰ τὸ μὴ εἰδέναι ὅτι ἐστίν· οὐδὲ γὰρ ἔστιν. οὕτω δὴ καὶ τί μὲν σημαίνει ὁ λόγος εἰσόμεθα, τί δ’ ἔστιν οὗ ὁ λόγος οὐκ εἰσόμεθα, ἐκ τοῦ λόγου μὴ εἰδότες ὅτι ἔστιν. εἰ γὰρ καὶ ὄν ἐστιν, ἀλλ’ οὐδὲν ἧττον ἡμῖν οὐκ ἔστιν μὴ εἰδόσιν ὅτι ἔστιν. ὅσον μὲν οὖν πρὸς ἡμᾶς οὐδὲν τοῦ μὴ ὄντος ἀπέοικε τὸ ὂν μέν, ἀγνοούμενον δ’ εἰ ἔστιν. ἕξει οὖν ὁ τοιοῦτος ὁρισμὸς τὸν τοῦ ὀνόματος λόγον, ὅπερ ἐπὶ τοῦ μὴ ὄντος κεῖται, τί μὲν σημαίνει γινωσκόντων ἡμῶν καὶ αὐτὸν ὡς ἐκείνου τοὔνομα, ἀγνοούντων δὲ τὸ δηλούμενον τί ἐστιν, ἐπειδὴ οὐκ ἴσμεν ὅτι ἐστίν. ὥσπερ οὖν ἐπὶ τῶν γινωσκομένων, οὕτως ἕξει καὶ ἐπὶ τῶν δεικνυμένων. ὡς γὰρ ἐπ’ ἐκείνων ἀνάγκη τὸν εἰδότα τί ἐστι συνειδέναι καὶ ὅτι ἔστιν, οὕτω καὶ ἐπὶ τούτων ἀνάγκη τὸν δεικνύντα τί ἐστι συνδεικνύναι καὶ ὅτι ἔστιν. εἰ γὰρ δείξει τί ἐστιν, εἴσεται τί ἐστιν, εἰ δ’ εἴσεται τί ἐστι, συνείσεται καὶ ὅτι ἐστίν· ὥστε καὶ συνεδείκνυ τῷ τί ἐστι τὸ ὅτι ἐστίν, ὅτε ἐδείκνυ τὸ τί ἐστιν. εἰ δὲ μή, εἴσεται τὸ τί ἐστι μὴ εἰδὼς ὅτι ἐστίν, ὅπερ ἐδείχθη ἀδύνατον. ἅμα ἄρα τὸ τί ἐστι δείξει καὶ ὅτι ἐστίν. ἀλλὰ πῶς τῷ αὐτῷ λόγῳ δείξει καὶ ἄμφω; ὁ γὰρ ὁρισμὸς ἕν τι δηλοῖ καὶ ἡ ἀπόδειξις ἕν· οὐχ ἓν δὲ τὸ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον, ἀλλὰ ἀλλήλων ἕτερα. ὅτι τοίνυν οὐ ταὐτὸν δείκνυται δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως, καὶ ὅτι οὐ ταὐτὸν ὁρισμὸς καὶ ἀπόδειξις, δέδεικται πρότερον. ὅτι δὲ τὸ ὅτι ἐστὶ δι’ ἀποδείξεως δείκνυται, δῆλον· πᾶν γὰρ δι’ ἀποδείξεως δείκνυται, πλὴν τῆς οὐσίας ἤγουν τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ. τὸ δ’ εἶναι οὐκ ἔστιν οὐσία ἤγουν τί ἐστι καὶ ὁρισμὸς καὶ τοσοῦτον, ὅτι οὐδὲ γένος τὸ ὄν, ἵνα κἂν μέρος ὁρισμοῦ γίγνεσθαι δύνηται. εἰ γὰρ ἦν γένος, ἢ μία ἂν ἦν ἐν τοῖς πᾶσι κατηγορία ἢ μία τῶν κατηγοριῶν ἢ ὑπὸ μίαν τῶν δέκα ἀνήγετο· νῦν δὲ τούτων οὐδέν, ἀλλὰ δέκα τε τὰ γένη καὶ τοῖς δέκα τὸ ὂν ἐφήρμοκεν. οὐκ ἄρα γένος τὸ ὄν. ἀλλ’ οὐδὲ τί ἐστιν· ἦν γὰρ ἐκ γένους τε καὶ διαφορῶν, καὶ οὕτω σύνθετόν τε ἂν ἦν ἐκ πλειόνων ἢ ἑνός, καὶ ἑνὸς ἂν ἦν οὗ καὶ τί ἐστιν ἦν.2 νῦν δὲ τούτων οὐδέτερον, ἀλλὰ καὶ ἁπλοῦν καὶ τῶν δέκα κοινόν, ἅπερ ἕτερά τε καὶ οὐχ ὑπ’ ἄλληλα τέτακται καὶ τὸ πρῶτον ἐν αὐτοῖς καὶ τὸ ὕστερον· οὐκ ἄρα οὐσία τὸ ὄν.

但是,让我们首先在被认知的事物上考察所说的事情,以便由此能更加明了。因为知道人或其他任何事物是什么的人,必然也知道它无条件地存在;因为无条件地存在在本性上先于作为某种本质存在。因为存在也先于作为某物存在;因为无条件地存在是共通的,而作为某种本质则是固有的;因此必须首先存在,然后才如此作为某种本质存在。所以,知道某物是什么的人,必然也无条件地知道它存在;如果不这样,他就将知道非存在是什么。而本质是形式;因此,要么非存在将是形式,要么非存在将具有形式,而这两者都是荒谬的;因为同一事物将在同一方面同时既存在又不存在。而且,既然定义是由属和构成性的种差组成的,非存在就将具有属和种差;但这是不可能的。因此,不知道被定义项存在的人,不可能知道它是什么,而只是知道被定义项的名称意味着什么,却不知道它是什么。这绝非荒谬,因为在非存在但被命名的物上,我们也知道其名称意味着什么,但我们既不知道它存在(因为它根本不存在),也不知道它是什么;例如,我们知道羊鹿意味着什么——比如从名称来看是由山羊和鹿复合而成的动物——但由于不知道羊鹿存在,便不可能知道它是什么;因为它根本不存在。这样一来,我们也同样将知道该言明意味着什么,但将不知道该言明所属的事物是什么,因为我们无法从该言明中知道它存在。因为即便它确实是存在者,但对于不知道它存在的我们来说,它同样是不存在的。因此,就我们而言,存在但不知其是否存在的事物,与非存在毫无区别。所以,这样的定义将具有名称之言明的地位,正如适用于非存在的情形一样:我们固然也知道它〔定义〕意味着什么,正如知道那〔非存在〕的名称一样,但却不知道所指示的事物是什么,因为我们不知道它存在。因此,正如在被认知的事物上是这样,在被证明的事物上也同样是这样。因为正如在前者中知道某物是什么的人必然同时也知道它存在一样,在后者中证明某物是什么的人也必然同时证明它存在。因为如果他证明了某物是什么,他就将知道它是什么;而如果他知道它是什么,他就将同时也知道它存在;以致于当他证明某物是什么时,他也将该物之存在与本质一同证明了。如果不这样,他就将在不知道它存在的情况下知道它是什么,而这已被证明是不可能的。因此,[证明者]将同时证明某物是什么以及它存在。但是,他如何能用同一种言明同时证明这两者呢?因为定义表明单一事物,证明也表明单一事物;而人是什么与人存在并不是一回事,而是彼此相异的。因此,通过定义所证明的与通过证明所证明的并非同一事物,以及定义与证明并非同一,这在先前已经表明了。而某物之存在是通过证明来证明的,这是显然的;因为除实体亦即本质与定义之外,一切事物都是通过证明来证明的。然而,存在并不是实体,亦即并非本质和定义,而且达到如此程度,以致存在甚至不是一个属,以便它至少能够成为定义的一部分。因为如果它是属,它要么是在万物中的唯一范畴,要么是诸范畴之一,要么被归摄于十个范畴之一;但现在这些都不是,而是属有十个,且存在适合于所有这十个。因此,存在不是属。但它也不是本质;因为[如果它是本质,]它就会由属和种差组成,从而将是由多于一者组成的复合体,并且将属于它作为其本质的单一事物。但现在这两者都不是,而是它既是单纯的,又共通于这十个[范畴]——这些范畴彼此相异,互不统属,且在其间有先有后;因此,存在不是实体。

语法注2 条
  1. 1.102οὐκ ἄρα μὴ εἰδότα ὅτι ἐστὶ τὸ ὁριστὸν ἔστιν εἰδέναι τὸ τί ἐστιν

    ἔστιν 为表示“可能”的无人称结构,带不定式 εἰδέναι 作为补足语。带有否定词的分词短语 μὴ εἰδότα ὅτι ἐστὶ τὸ ὁριστὸν 处于宾格,作为不定式的逻辑主语。

  2. 1.102καὶ ἑνὸς ἂν ἦν οὗ καὶ τί ἐστιν ἦν

    针对主语 τὸ ὄν 的反事实条件句后件。属格 ἑνὸς 表示所属(“本应属于单一事物”),关系代词 οὗ 指涉先行词 ἑνὸς,在关系分句中与谓项名词 τί ἐστιν 结合,意为“作为其本质的”(语序发生倒置)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:89.23-90.31