- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:88.5-89.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在Bekker 92a34提出的“下定义者究竟如何证明实体和本质”这一疑问,欧斯特拉提乌斯论述了不仅通过推论不可能证明定义,通过归纳和感觉同样不可能,从而揭示了证明本质在根本上的困难。
" Πῶς οὖν δὴ ὁριζόμενος τὴν οὐσίαν δείξει καὶ τὸ τί ἐστιν;" Ἐπειδὴ πᾶσα δεῖξις καὶ πᾶσα εὕρεσις ζητουμένου τινὸς ἢ διὰ συλλογισμοῦ (λέγω δὲ συλλογισμοῦ ἁπλῶς ἢ μὴ ἁπλῶς) ἢ δι’ ἐπαγωγῆς, ἢ δι’ αἰσθήσεως, δῆλον ὅτι καὶ ἡ τοῦ ὁρισμοῦ δεῖξις καὶ εὕρεσις διὰ τούτων ἔσται τινός. διὰ μὲν οὖν συλλογισμοῦ ὅτι οὐκ ἔστι, δέδεικται ἤδη, πάντας τοὺς τρόπους μετιόντων ἡμῶν τούς τε ἁπλῶς τούς τε μὴ ἁπλῶς συλλογιζομένους, ἐν οἷς ἅπασι δῆλον γέγονεν, ὡς οὐκ ἔστι τὸν ὁρισμὸν συλλογίζεσθαι, ἤτοι περαίνειν διὰ συλλογισμοῦ ὡς ὅδε ὁ λόγος τοῦδε τοῦ ὁριστοῦ ὁρισμός ἐστιν. ἔτι δὴ καθόλου ζητοῦμεν, πῶς ἄν τις ὁρίσασθαί τι προθέμενος δείξει τὴν οὐσίαν, ἤγουν τὸ τί ἐστι καὶ τὸν ὁρισμόν, καὶ τῇ διὰ συλλογισμοῦ δείξει τοὺς ἑτέρους δύο τῆς δείξεως τρόπους συνάπτομεν, λέγω δὴ τὴν ἐπαγωγὴν καὶ τὴν αἴσθησιν, εἰ ἐνδέχεται ἐξετάζοντες κατά τινα τούτων τῶν τρόπων τῆς δείξεως ἢ εὑρέσεως, εὑρίσκειν καὶ δεικνύειν τὸν ὁρισμόν. καίτοι δόξειεν ἂν διὰ συλλογισμοῦ μάλιστα τὸν ὁρισμὸν ἐνδέχεσθαι δείκνυσθαι τῷ καθόλου τε εἶναι καὶ περὶ καθόλου τὸν ὁρισμόν· εἰ δὲ διὰ τούτου οὐχί, πολλοῦ γε δεῖ δι’ ἐπαγωγῆς ἢ καὶ αἰσθήσεως, ὧν τὸ μὲν ἁπλῶς περὶ τὰ καθ’ ἕκαστα,1 τὸ δὲ εἰ καὶ περὶ τὰ καθόλου ἴσως, ἀλλά γε ἐκ τῶν καθ’ ἕκαστα. οὔτε οὖν ὡς ἀποδεικνὺς δείξει ἢ ὡς ὅλως συλλογιζόμενος, εἴ γε τῷ ἀποδεικνύντι καὶ ἁπλῶς τῷ συλλογιζομένῳ παντὶ ὁμολογούμενα δεῖ λαμβάνειν καὶ οὕτω δῆλον ποιεῖν τὸ ζητούμενον, ὡς ἐκείνων ὄντων ἐξ ἀνάγκης εἶναι καὶ τοῦτο ἕτερόν τι ἐκείνων ὄν, ὅπερ οὐκ ἔστιν ἐπὶ τοῦ ὁρισμοῦ δείκνυσθαι, καθὰ διὰ πλειόνων δέδεικται ἤδη, οὔτε δὴ ὡς ἐπάγων· πρῶτον μὲν ὅτι ὁ ἐπάγων ἐκ τῶν καθ’ ἕκαστα δήλων ὄντων ὅτι πάντα οὕτως ἔχει, οὐδὲν δ’ ὡς ἑτέρως, τὸ καθόλου πιστοῦται, καὶ δεῖ πάντας τοὺς ὅρους λαβεῖν ὅτι ἕκαστος αὐτῶν τοῦ οἰκείου ἐστὶν ὁριστοῦ, ἵνα καὶ καθόλου τὸν ὁρισμὸν οὕτως ἔχειν εἴπωμεν. ἀλλὰ τοῦτο πάσης ἀνοίκειον δείξεως, τὸ μὲν ὅτι δεῖξαι τὸν ὅρον ζητοῦντες τοὺς ὅρους ἐλάβομεν καὶ οὕτως τὸ ἐν ἀρχῇ ᾐτησάμεθα καὶ δι’ ἑαυτοῦ ἐδείξαμεν τὸ ζητούμενον, οὐκ ἄρα ἐδείξαμεν· ἢ γὰρ δῆλον ἦν, καὶ μάτην ἡ ζήτησις καὶ ἡ δεῖξις γέγονε (τῶν γὰρ σαφῶν δεῖξις οὐκ ἔστιν, ὅτιπερ οὐδὲ ζήτησις) ἢ ἄδηλον, καὶ πῶς δι’ ἀδήλου τὸ ἄδηλον δέδεικται; ἀλλὰ δεῖ καὶ καθ’ ἕκαστον τῶν ὁρισμῶν τὸ αὐτὸ ποιῆσαι, ὥστε καὶ δι’ ἀδήλων δειχθήσονται. ἔπειτα εἰ τόνδε τὸν ὁρισμὸν ὅτι τοῦδε τοῦ ὁριστοῦ ἐστι δεῖξαι πρόκειται, πῶς ἐξ ἑτέρων ὁρισμῶν ἐπακτικῶς τοῦτο ποιήσομεν; ἡ γὰρ ἐπαγωγὴ τὰ ὑπὸ τὸ ζητούμενον καθόλου λαβοῦσα καθ’ ἕκαστα, οὕτως τὸ καθόλου συνίστησιν. πῶς δὲ ὑφ’ ἕνα ὅρον ὁντινοῦν τοὺς ἄλλους πάντας ἀνάξομεν, ἐννοῆσαι ἀμήχανον. ἔσται δὲ ὁ τρόπος οὗτος τῆς δείξεως καὶ καθ’ ἕνα τῶν ὅρων ἕκαστον, ὥστε πάντες εἰς ἅπαντας ἀναχθήσονται, οὗ τί γένοιτ’ ἂν γελοιότερον. εἰ δέ τις ἐρεῖ ὡς ἕκαστον τῶν ὑπὸ τὸ ὁριστὸν εἶδος λαμβάνοντες ὡς ἐναργῶς τὸν λόγον ἐπιδεχόμενον, διὰ τῶν καθ’ ἕκαστα καὶ καθόλου τῷ ὁριστῷ τὸν ὁρισμὸν ὑπάρχειν δείκνυμεν, πρῶτον μὲν τοῦτο ἀδύνατον ἐν οἷς ἢ ἡμῖν ἢ τῇ φύσει ἄπειρα τὰ καθ’ ἕκαστα· οὐ γὰρ εἰ τῷδε καὶ τῷδε, ἤδη καὶ παντί. ἔπειτα ἄλλο πρόβλημα κατὰ γένος ὅτι ἔστι, καὶ ἕτερον τί ἐστιν· ἀλλ’ ἡ ἐπαγωγὴ τὸ ὅτι ἔστι καθόλου τόδε κατὰ τοῦδε ἐκ τῶν καθ’ ἕκαστα δείκνυσιν, οὐχὶ τί ἐστι, κἂν ἁπλοῦν τι εἴη κἂν σύνθετον τὸ κατηγορούμενον. τίς δὴ λοιπὸς τρόπος τῆς τοῦ τί ἐστι δείξεως; μήτοι γε ὁ διὰ τῆς αἰσθήσεως ἢ ὃν ἄν τις δακτύλῳ ποιήσαιτο2 αὐτὸν ἐπεκτείνων πρὸς τὸ ζητούμενον, καὶ οὕτως ἐκεῖνο ἢ ἑαυτῷ ἢ ἑτέρῳ ζητοῦντι δηλῶν. ἀλλὰ τῶν καθ’ ἕκαστα ταῦτα, καθόλου δ’ ὁ ὁρισμὸς καὶ καθόλου τῶν πραγμάτων τὸ τί ἐστιν· οὐκ ἄρα τις τρόπος δείξεως τῷ τί ἐστιν ὑπολείπεται. ὅλως δὲ πῶς τις δείξει τὸ τί ἐστιν; αὐτὸ γὰρ τὸ ὅλως ὑποθέσθαι τὸν ὁρισμὸν δείκνυσθαι ἄτοπόν τι ἔχει ἑπόμενον οὐ μικρόν, εἴτε ἄνθρωπός ἐστιν εἴτε τι ἄλλο οὗ τὸ τί ἐστι δείκνυται.
“那么,下定义的人究竟将如何表明实体和本质呢?” 因为探求某事物的任何证明和任何发现要么是通过推论(我是指无条件的推论或非无条件的推论),要么是通过归纳,要么是通过感觉,所以显然,定义的证明和发现也将是通过这些方式之一。那么,并非通过推论,这一点已经得到了证明,因为我们已经探讨了无条件推论和非无条件推论的所有方式,在所有这些方式中都已明了:推论出定义,即通过推论断定“这一言明乃是此被定义项的定义”,是不可能的。此外,我们现在普遍地探求:企图定义某物的人将如何证明实体,亦即本质与定义;并且我们将另外两种证明方式——我是指归纳和感觉——与通过推论的证明结合起来,考察根据证明或发现的这些方式中的某一种,是否可能发现并证明定义。然而,由于定义本身是普遍的并且是关于普遍者的,似乎最可能通过推论来证明定义;但如果不能通过推论,那就绝不可能通过归纳或者感觉来证明了,在这两者中,一方纯粹是关于个别事物的,而另一方即便也许是关于普遍者的,但至少也是出自个别事物的。因此,[下定义的人]既不能作为证明者也不能作为一般的推论者来进行表明,如果对证明者和每一个无条件推论的人而言,都必须选取公认的前提,并以此方式使所探求的事物明晰,即在那些前提成立的情况下,作为不同于它们的某物,这一事物也必然成立的话;而这在定义的情形中是无法证明的,正如已经通过诸多论述所表明的那样。他也同样不能作为归纳者来进行表明:首先,因为进行归纳的人是基于个别事物显然皆是如此且无一相异这一事实来证实普遍命题的,而为了让我们能说定义普遍也是如此,就必须选取所有的定义,假定它们各自都属于其固有的被定义项。但这对于任何证明而言都是不相宜的:其一,因为我们在寻求证明定义的同时,却选取了诸定义作为前提,从而乞求了论题,并以被探求之物自身来证明它,因而我们并没有证明它。因为这要么是显然的,从而探求和证明都成了徒劳(因为对于明显之事并无证明,既然连探求也没有);要么是不明显的,那么又怎能通过不明显之事证明不明显之事呢?然而对每一个定义也必须做同样的事,结果它们也将通过不明显之事被证明。其次,如果摆在面前的任务是证明这一定义属于这一被定义项,我们又如何能从其他定义出发归纳地做到这一点呢?因为归纳乃是选取落入被探求之普遍者之下的个别事物,以此方式确立普遍者。但是,如何把所有其他定义归摄于任何单一的定义之下,这是无法想象的。而且这种证明方式也将适用于每一个定义,以致所有定义都将被归摄于一切定义之下,还有什么比这更可笑的呢?但如果有人说,我们通过选取落入被定义之物种下的各个体作为显然接受该言明者,从而通过个别事物证明该定义也普遍属于被定义项,那么首先,在个别事物对我们而言或在自然中乃是无限的情形中,这是不可能的;因为并不因其属于这一个和那一个,就已经属于一切了。其次,“是”这一事实与“是什么”是属上不同的课题;然而归纳是从个别事物出发证明这一个普遍地属于那一个的事实,而不是证明其本质,无论谓项是单纯的还是复合的。那么,证明“是什么”还剩下何种方式呢?总不至于说是通过感觉的方式,或是某人将手指伸向所探求之物,并以此方式向自己或向探求的他人指明的方式吧。然而这些都属于个别事物,而定义是普遍的,事物的本质也是普遍的;因此,对于“是什么”,没有剩下任何证明方式。从根本上说,人又如何能证明“是什么”呢?因为单是假定定义能够被证明,就会随之产生绝非微不足道的荒谬后果,无论被证明其本质的是人还是其他任何事物。
- 1.102ὧν τὸ μὲν ἁπλῶς περὶ τὰ καθ’ ἕκαστα, τὸ δὲ εἰ καὶ περὶ τὰ καθόλου ἴσως, ἀλλά γε ἐκ τῶν καθ’ ἕκαστα
承接前置所有格关系代词 ὧν(其先行词为前文的 ἐπαγωγῆς ἢ καὶ αἰσθήσεως)的 τὸ μέν 与 τὸ δέ 采用了交错呼应结构。紧邻的 αἴσθησις(感觉)由 τὸ μέν 承接(指其“纯粹是关于个别事物的”),而位于较远处的 ἐπαγωγή(归纳)则由 τὸ δέ 承接(指其“即便也许关于普遍者,也出自个别事物”)。
- 1.102μήτοι γε ὁ διὰ τῆς αἰσθήσεως ἢ ὃν ἄν τις δακτύλῳ ποιήσαιτο
语气词连用 μήτοι γε 针对前文的疑问(τίς δὴ λοιπὸς τρόπος...)引入强烈的否定性反诘假设,意为“总不至于……”。在句法上需补出省略的动词(如 ἔσται 或 ὑπολείπεται)。关系代词 ὃν 的先行词为 τρόπος,通过 ἤ 将“通过感觉的方式(ὁ διὰ τῆς αἰσθήσεως)”与“用手指指明的方式(ὃν ἄν τις ποιήσαιτο)”并列起来。
