- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:87.7-88.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德(92a27),欧斯特拉提乌斯论述了划分法与假定推论共有的缺陷:两者都未能证明单独推导出的各项属性为何必然汇聚为一个统一体以构成定义(缺乏定义的统一性)。
" Πρὸς ἀμφοτέρους δὲ τόν τε κατὰ διαίρεσιν δεικνύντα καὶ πρὸς τὸν οὕτω συλλογισμόν.1" Οὐ μόνα, φησί, τὰ εἰρημένα ἕπεται ἄτοπα τοῖς ἐξ ὑποθέσεως πειρωμένοις τὸν ὁρισμὸν συλλογίζεσθαι, ἀλλὰ δὴ καὶ ἕτερον ἐπ’ αὐτοῖς ἐστιν, ὃ τούτοις τε ἅμα συνεμπίπτει καὶ τοῖς διαιρέσει τὸν ὁρισμὸν συλλογιζομένοις, ὡς ἀμφοτέρους τοὺς τρόπους τούτους κατά γε τοῦτο εἰς ταὐτὸν συνελαύνεσθαι. ὡς γὰρ ὁ ἐκ διαιρέσεως συνάγων διάφορα κατά τινος ὁριστοῦ κατηγορούμενα οὐδεμίαν ἀνάγκην ἐφίστησι τοῦ καὶ ἅμα δύνασθαι ὡς ἓν τὸ πᾶν φέρεσθαι κατηγόρημα,2 τοῦτο δὴ καὶ ὁ ἐξ ὑποθέσεως συνάγων ἔχει. οἷον ἐκ διαιρέσεως μὲν εἰ προκέοιτο τὸν ἄνθρωπον εἰ τύχοι ὁρίσασθαι, λαμβάνει ζῷον εἶναι, εἶτα τοῦτο διαιρῶν εἰς λογικὸν καὶ ἄλογόν φησιν ‘ἐπεὶ μὴ ἄλογον ὁ ἄνθρωπος, λογικὸν ἄρα.’ καὶ ἐπεὶ πᾶν λογικὸν ἢ θνητὸν ἢ ἀθάνατον, ὁ δὲ ἄνθρωπος οὐκ ἀθάνατον, θνητὸν ἄρα. ἰδίᾳ μὲν οὖν ζῷον εἴληπται, ἰδίᾳ δὲ συνῆκται λογικόν, ἰδίᾳ θνητόν· τίς οὖν ἀνάγκη καὶ ὡς ἓν ἀληθεύειν κατὰ τοῦ ἀνθρώπου τὸ πᾶν κατηγόρημα τὸ ἐκ τούτων συγκείμενον, εἰ καὶ καθ’ ἕκαστον ἀληθεύειν δοίημεν; οὐ γὰρ πάντα τὰ ἰδίᾳ τινὸς κατηγορούμενα καὶ ἅμα κατηγορεῖσθαι δύναται. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑποθετικῶς συναγομένων ἐροῦμεν· οἷον εἰ τὸ ἀγαθὸν πρόκειται ὁρίσασθαι, καὶ συνάξομεν ἰδίᾳ μὲν ὅτι τὸ ἀγαθὸν κατὰ φύσιν, τὸ ἀγαθὸν ἀδιάφορον πρὸς ἑαυτό, τὸ ἀγαθὸν ἀδιαίρετον ἐκ τοῦ τὸ κακὸν ἐναντίον ἔχειν παρὰ φύσιν τε ὂν καὶ πρὸς ἑαυτὸ διαφέρον καὶ διαιρετόν, ἰδίᾳ μὲν τὰ συναχθέντα συνῆκται, οὐδεμία δὲ ἀνάγκη ἀπὸ τοῦ λόγου καὶ εἰς ἓν ταῦτα συνέρχεσθαι καὶ ἀποτελεῖν ὁρισμόν. ὥστε οὔτε ὁ διὰ τῆς διαιρέσεως οὔτε ὁ ἐξ ὑποθέσεως συλλογιζόμενος ἀνάγκην τινὰ ἐπάγει τοῦ συντίθεσθαι καὶ ἓν γίνεσθαι τὸ πᾶν κατηγόρημα, ὥστ’ οὐδὲ τοῦ ὅρον εἶναι τοῦ προκειμένου, οὐδὲ συλλογίζονται ἄρα τὸν ὁρισμόν. τοῦτο γὰρ ἦν τὸ συλλογίζεσθαι, τὸ κειμένων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης δι’ ἐκεῖνα συμβαίνειν.3 τὸ δὲ διὰ τί ἔσται ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν, ἀλλ’ οὐ ζῷον καὶ πεζὸν τοῦτο δηλοῖ ὅτι οὐχ ἕξει ὁ διαιρῶν αἰτίαν εἰπεῖν δι’ ἣν ἔσται ἕν τι τὰ συνηγμένα, ὡς εἶναι τὸ ζῷον πεζὸν δίπουν ἕν τι, ἀλλὰ μὴ ἰδίᾳ ζῷον καὶ ἰδίᾳ πεζὸν καὶ ἰδίᾳ δίπουν. ὅσον γὰρ ἐκ τῶν ληφθέντων οὐκ ἔστι τις αἰτία ἕν τι εἶναι ἐκ τούτων, ἀλλ’ ἔσται οὕτως, ὥσπερ εἰ εἷς καὶ ὁ αὐτὸς ἄνθρωπος μουσικὸς εἴη καὶ γραμματικός, ἀλλ’ οὐχὶ καὶ ἕν τι ἐκ τούτων.
“然而,对于两者,即通过划分进行证明的人以及这样的推论[都有共同的难点]。” 他说,不仅上述荒谬之处伴随着那些试图根据假定就定义进行推论的人,而且在它们之外还有另一条,它同时降临于这些人以及通过划分推论定义的人身上,使得这两种方式至少在这一方面被驱赶到了同一境地。因为正如从划分得出结论的人在推导出述述于某一被定义项的不同属性时,完全没有确立整个谓词能够同时作为一个统一体而被述述的必然性,正是这一点也适用于根据假定得出结论的人。例如,在划分的情形中,如果碰巧摆在面前的是要定义人,他便设定人是动物,接着把这划分为理性的与非理性的,并说:“既然人不是非理性的,那么人就是理性的。”又由于凡理性的要么是必死的要么是不死的,而人不是不死的,那么人就是必死的。于是,动物被单独设定了,理性被单独推导出了,必死也被单独推导出了;那么,即使我们承认每一个属性分别都是真的,又有何种必然性使得由它们构成的整个谓词作为一个统一体在关于人时也是真的呢?因为并非所有单独述述于某事物的东西,也都能同时[作为一个统一体]被述述。对于根据假定推导出的诸属性,我们也将说同样的话:例如,如果摆在面前的是要定义善,并且我们根据恶作为善的相反者是反乎自然的、与自身相异的且可分的,单独推导出善是顺乎自然的、善与自身无异的、善是不可分的,那么虽然推导出的诸属性确实被单独推导出了,但根据这一论证,却绝无必然性表明它们汇聚为一并构成定义。因此,无论是通过划分进行推论的人,还是根据假定进行推论的人,都没有引入任何使得整个谓词组合起来并成为一的必然性,从而也没有引入它是摆在面前之物之定义的必然性;因而他们并没有推论出定义。因为推论原本就是:在设定了某些事物之后,由于它们的存在,必然导致某个与所设定之物不同的另一事物。而“人究竟出于何种原因将是二足的有足动物,而不是动物且有足”这一问题表明:划分者将无法说出何种原因使得被推导出的诸属性成为某种单一的事物,从而使得“二足的有足动物”成为某种单一的事物,而不是分别作为动物、分别作为有足、分别作为二足。因为单就所设定的前提而言,并没有任何原因能使它们形成某种单一的事物,而是将如同同一个既懂音乐又通文法的人那样,却绝非由这些属性构成某种单一的事物。
- 1.101Πρὸς ἀμφοτέρους δὲ τόν τε κατὰ διαίρεσιν δεικνύντα καὶ πρὸς τὸν οὕτω συλλογισμόν
引文(lemma)是一处省略了限定动词的名词性短语。欧斯特拉提乌斯在开篇注释中补充了“有另一条荒谬之处降临于两者”,在句法上是以“针对两者[存在反驳或共同难点]”的上下文补全为前提来理解的。
- 1.101οὐδεμίαν ἀνάγκην ἐφίστησι τοῦ καὶ ἅμα δύνασθαι ὡς ἓν τὸ πᾶν φέρεσθαι κατηγόρημα
带冠词的不定式属格短语 τοῦ ... δύνασθαι 作说明性/同位语属格修饰名词 ἀνάγκην。短语 ὡς ἓν 修饰 φέρεσθαι(此处意为“归属”、“施加/述述”),指整个谓词(τὸ πᾶν ... κατηγόρημα)并非零散地而是“作为一个统一体”被述述。
- 1.101τὸ κειμένων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης δι’ ἐκεῖνα συμβαίνειν
此处引用了亚里士多德关于三段论(推论)的经典定义。整个带冠词不定式短语 τὸ ... συμβαίνειν 作为表语解释主语 τὸ συλλογίζεσθαι。内部包含独立属格 κειμένων τινῶν、宾格主语 ἕτερόν τι τῶν κειμένων 以及表原因的介词短语 δι’ ἐκεῖνα,构成严整的宾格不定式结构。
